§3Ζεύς
ὥστε ἡδέως ἂν ἐροίμην τοὺς φιλοσόφους, οἳ μόνους τοὺς θεοὺς εὐδαιμονίζουσιν, πότε καὶ σχολάζειν ἡμᾶς τῷ νέκταρι καὶ τῇ ἀμβροσίᾳ νομίζουσι μυρία ὅσα ἔχοντας πράγματα.
ゼウスだから、私は、神々だけを祝福された存在とする哲学者どもに、これほど無数の仕事を抱えながら、我々がいつネクタルやアンブロシアを楽しむ暇があると思っているのかと、喜んで問い質したいものだ。
Ἰδού γέ τοι ὑπʼ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπʼ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν.
見よ、忙しさのために、これほど多くの埃をかぶった訴訟が、すでにカビと蜘蛛の巣に荒らされて未解決のまま放置されており、とりわけ、特定の学問や技術に関わって特定の人々に対して起こされた訴訟は、そのうちのいくつかは極めて古いものである。
οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλʼ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν.
そして人々はあちこちから叫び声を上げ、憤慨し、裁判を求め、私の遅さを非難している。 彼らは、不注意のせいで判決が遅れたのではなく、彼らが我々に付きまとっていると想定しているあの「幸福」のせいなのだということを知らない。
τοῦτο γὰρ τὴν ἀσχολίαν καλοῦσιν.
彼らはその状態を「暇」と呼んでいるのだ。
§4Ἑρμῆς
καὐτός, ὦ Ζεῦ, πολλὰ τοιαῦτα ἐπὶ τῆς γῆς ἀκούων δυσχεραινόντων λέγειν πρὸς σὲ οὐκ ἐτόλμων.
ヘルメス私自身も、ゼウスよ、地上で不満を漏らす者たちのそのような声を数多く聞きながらも、あなたにお話しする勇気はありませんでした。
ἐπεὶ δὲ σὺ περὶ τούτων τοὺς λόγους ἐνέβαλες, καὶ δὴ λέγω.
しかし、あなたがそれについて話を切り出されたので、お話ししましょう。
πάνυ ἀγανακτοῦσιν, ὦ πάτερ, καὶ σχετλιάζουσιν καὶ εἰς τὸ φανερὸν μὲν οὐ τολμῶσι λέγειν, ὑποτονθορύζουσι δὲ συγκεκυφότες αἰτιώμενοι τὸν χρόνον·
父よ、彼らはひどく憤慨し、不満を漏らしています。 公然と口にする勇気はありませんが、首を寄せ合って、時間がかかりすぎると不平を呟いているのです。
οὓς ἔδει πάλαι τὰ καθʼ αὑτοὺς εἰδότας στέργειν ἕκαστον τοῖς δεδικασμένοις.
彼らはとっくに、自分たちの事情をわきまえた上で、各自下された判決に甘んじるべきでしたのに。
Ζεύς
τί οὖν, ὦ Ἑρμῆ, δοκεῖ;
ゼウスでは、ヘルメスよ、どう思うか。
προτίθεμεν αὐτοῖς ἀγορὰν δικῶν, ἢ θέλεις εἰς νέωτα παραγγελοῦμεν;
彼らに裁判を開いてやるべきか、それとも来年まで告知を待つか。
Ἑρμῆς
οὐ μὲν οὖν, ἀλλὰ ἤδη προθῶμεν.
ヘルメスとんでもない、ただちに開廷しましょう。
Ζεύς
οὕτω ποίει·
ゼウスそうしなさい。
σὺ μὲν κήρυττε καταπτάμενος ὅτι ἀγορὰ δικῶν ἔσται κατὰ τάδε.
お前は地上に舞い降りて、裁判が次のように行われると布告せねばならない。
πάντας ὁπόσοι τὰς γραφὰς ἀπενηνόχασιν, ἥκειν τήμερον εἰς Ἄρειον πάγον, ἐκεῖ δὲ τὴν μὲν Δίκην ἀποκληροῦν σφίσι τὰ δικαστήρια κατὰ λόγον τῶν τιμημάτων ἐξ ἁπάντων Ἀθηναίων·
訴状を提出した者はすべて、今日アレイオス・パゴスに集まるように。 そこで正義(ディケ)は、すべての不服申し立ての額に応じて、アテナイ人全員の中から彼らのために法廷を抽選で割り当てる。
εἰ δέ τις ἄδικον οἴοιτο γεγενῆσθαι τὴν κρίσιν, ἐξεῖναι ἐφέντι ἐπʼ ἐμὲ δικάζεσθαι ἐξ ὑπαρχῆς, ὡς εἰ μηδὲ τὸ παράπαν ἐδεδίκαστο.
もし判決が不当であると考える者がいれば、私に控訴して、最初からまったく判決が下されていなかったかのように裁判をやり直すことができる。
σὺ δέ, ὦ θύγατερ, καθεζομένη παρὰ τὰς σεμνὰς θεὰς ἀποκλήρου τὰς δίκας καὶ ἐπισκόπει τοὺς δικάζοντας.
お前は、娘よ、畏るべき女神たちの傍らに座り、裁判を抽選で配分し、裁判員たちを監視しなさい。
§5Δίκη
αὖθις εἰς τὴν γῆν, ἵνʼ ἐξελαυνομένη πρὸς αὐτῶν δραπετεύω πάλιν ἐκ τοῦ βίου τὴν Ἀδικίαν ἐπιγελῶσαν οὐ φέρουσα;
ディケ再び地上に行くのですか。 彼らに追い出され、不正(アディキア)があざ笑うのに耐えかねて、またしても人間界から逃げ出すために?
Ζεύς
χρηστὰ ἐλπίζειν σε δεῖ·
ゼウス希望を抱きなさい。
πάντως γὰρ ἤδη πεπείκασιν αὐτοὺς οἱ φιλόσοφοι σὲ τῆς Ἀδικίας προτιμᾶν, καὶ μάλιστα ὁ τοῦ Σωφρονίσκου τὸ δίκαιον ὑπερεπαινέσας καὶ ἀγαθῶν τὸ μέγιστον ἀποφήνας.
哲学者たちが、お前を不正よりも重んじるべきだとすでに彼らをすっかり説得したからだ。 特に、ソプロニスコスの息子は、正義を過剰なまでに称賛し、それを最大の善であると宣言した。
Δίκη
Πάνυ γοῦν ὃν φὴς αὐτὸν ἐκεῖνον ὤνησαν οἱ περὶ ἐμοῦ λόγοι, ὃς παραδοθεὶς τοῖς ἕνδεκα καὶ εἰς τὸ δεσμωτήριον ἐμπεσὼν ἔπιεν ἄθλιος τοῦ κωνείου, μηδὲ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ ἀποδεδωκώς·
ディケ確かに、あなたが言われるその男は、私に関する言論から大いに恩恵を受けましたね。 彼は十一人の委員会に引き渡されて牢獄に投げ込まれ、アスクレピオスに鶏一羽すら返さないまま、哀れにもドクニンジンを飲んだのですから。
παρὰ τοσοῦτον ὑπερέσχον οἱ κατήγοροι τἀναντία περὶ τῆς Ἀδικίας φιλοσοφοῦντες.
告発者たちが、それとは反対に不正について弁じて、それほどまでに圧倒したのです。
§6Ζεύς
ξένα ἔτι τοῖς πολλοῖς τὰ τῆς φιλοσοφίας ἦν τότε, καὶ ὀλίγοι ἦσαν οἱ φιλοσοφοῦντες, ὥστε εἰκότως εἰς τὸν Ἄνυτον καὶ Μέλητον ἔρρεπεν τὰ δικαστήρια.
ゼウス当時、哲学の教えは多くの人々にとってまだ奇妙なものであり、哲学する者も少なかった。 だから当然、法廷はアニュトスやメレトスの側に傾いたのだ。
τὸ δὲ νῦν εἶναι, οὐχ ὁρᾷς ὅσοι τρίβωνες καὶ βακτηρίαι καὶ πῆραι;
しかし今はどうだ。 どれほど多くの粗末な外套、杖、頭陀袋があるか、お前には見えないか。
καὶ ἁπανταχοῦ πώγων βαθὺς καὶ βιβλίον ἐν τῇ ἀριστερᾷ, καὶ πάντες ὑπὲρ σοῦ φιλοσοφοῦσι, μεστοὶ δὲ οἱ περίπατοι κατὰ ἴλας καὶ φάλαγγας ἀλλήλοις ἀπαντώντων, καὶ οὐδεὶς ὅστις οὐ τρόφιμος τῆς ἀρετῆς εἶναι δοκεῖν βούλεται.
どこを見ても長い髭があり、左手には本を抱え、誰もがお前のために哲学をしている。 遊歩道(ペリパトス)は、互いに行き交う群れや隊列で満ちており、徳の弟子であるように見せかけようとしない者など一人もいない。
πολλοὶ γοῦν τὰς τέχνας ἀφέντες ἃς εἶχον τέως, ἐπὶ τὴν πήραν ᾄξαντες καὶ τὸ τριβώνιον, καὶ τὸ σῶμα πρὸς τὸν ἥλιον εἰς τὸ Αἰθιοπικὸν ἐπιχράναντες αὐτοσχέδιοι φιλόσοφοι ἐκ σκυτοτόμων ἢ τεκτόνων περινοστοῦσι σὲ καὶ τὴν σὴν ἀρετὴν ἐπαινοῦντες.
かつて持っていた技術を捨て、頭陀袋と粗末な外套に飛びつき、体を太陽でエチオピア人のように黒く焼いて、靴職人や大工から即席の哲学者となり、お前とお前の徳を称賛して歩き回っている者が大勢いる。
ὥστε κατὰ τὴν παροιμίαν, θᾶττον ἄν τις ἐν πλοίῳ πεσὼν διαμάρτοι ξύλου ἢ ἔνθα ἂν ἀπίδῃ ὁ ὀφθαλμός, ἀπορήσει φιλοσόφου.
まさに諺にある通り、船の中で足を滑らせて木片を掴み損ねることはあっても、目を向けた先に哲学者を見出せないことなどあり得ないのだ。
§7Δίκη
καὶ μὴν οὗτοί με, ὦ Ζεῦ, δεδίττονται πρὸς ἀλλήλους ἐρίζοντες καὶ ἀγνωμονοῦντες ἐν αὐτοῖς οἷς περὶ ἐμοῦ διεξέρχονται.
ディケしかしながら、ゼウスよ、彼らは互いに争い、私について論じ合っているその内容そのものにおいて不合理な主張をして、私を怯えさせています。
φασὶ δὲ καὶ τοὺς πλείστους αὐτῶν ἐν μὲν τοῖς λόγοις προσποιεῖσθαί με, ἐπὶ δὲ τῶν πραγμάτων μηδὲ τὸ παράπαν εἰς τὴν οἰκίαν παραδέχεσθαι, ἀλλὰ δήλους εἶναι ἀποκλείσοντας ἢν ἀφίκωμαί ποτε αὐτοῖς ἐπὶ τὰς θύρας·
また彼らの大半は、言葉の上では私を尊重するふりをしながら、実際の行動においては、まったく私を家の中に招き入れず、もし私が彼らの門を叩くようなことがあれば、戸を閉ざしてしまうことが明白なのです。
πάλαι γὰρ τὴν Ἀδικίαν προεπεξενῶσθαι αὐτοῖς.
なぜなら、彼らはすでにずっと前から不正(アディキア)を客として迎えているのですから。
Ζεύς
οὐ πάντες, ὦ θύγατερ, μοχθηροί εἰσιν·
ゼウス娘よ、皆が極悪非道なわけではない。
ἱκανὸν δὲ κἂν ἐνίοις τισὶν χρηστοῖς ἐντύχῃς.
何人かの善良な人々に出会えれば、それで十分なのだ。
ἀλλʼ ἄπιτε ἤδη, ὡς κἂν ὀλίγαι τήμερον ἐκδικασθῶσιν.
さあ、もう行きなさい。 今日中に少しでも裁判が片付くように。