§1Σωκράτης
βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις·
\nソクラテス\n打て、打て、あの忌まわしい奴に惜しみなく石を投げつけよ。
ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν ὀστράκων·
土塊を投げよ、陶片もさらに投げつけよ。
παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον·
棒でその不届き者を叩け。
ὅρα μὴ διαφύγῃ·
逃がさぬよう見張れ。
καὶ σὺ βάλλε, ὦ Πλάτων·
お前も投げるのだ、プラトンよ。
καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·
お前もだ、クリュシッポスよ。 お前も、そして全員一斉にだ。
συνασπίσωμεν ἐπʼ αὐτόν,
"ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις,"
κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε.
彼に向かって盾を並べよう。 \n「袋が袋を助け、杖が杖を助けるように」\n何となれば、共通の敵であり、我々の中で彼に侮辱されなかった者はいないのだから。
σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ·
そしてお前、ディオゲネスよ、いつにもまして杖を振るうのだ。
μηδὲ ἀνῆτε·
手を緩めてはならぬ。
διδότω τὴν ἀξίαν βλάσφημος ὤν.
神をも恐れぬ不埒者め、ふさわしい罰を受けるがよい。
τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε;
これはどうしたことだ、疲れ果てたのか、エピクロスにアリスティッポスよ。
καὶ μὴν οὐκ ἐχρῆν.
そんなはずはあるまい。
"ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς. " §2Σωκράτης
Ἀριστότελες, ἐπισπούδασον·
\n「男であれ、賢者たちよ、激しい怒りを思い起こせ」\n\nソクラテス\nアリストテレス、急ぐのだ。
ἔτι θᾶττον.
もっと早く。
εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον.
よし、獣は捕らえられた。
εἰλήφαμέν σε, ὦ μιαρέ.
捕まえたぞ、不埒者め。
εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις.
我々が何者であるかを、お前を誹謗していた我々の正体を、今に思い知るがよい。
τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ;
ところで、どのように彼を処罰しようか。
ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον·
我々全員が満足できるような、多様な死に方を彼のために考案しようではないか。
καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.
何しろ彼は、我々一人ひとりに対して七回ずつ死んで当然なのだから。
Φιλόσοφος
ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.
\n哲学者\n私には、彼を磔刑(串刺し)に処するのがよいと思われます。
Ἄλλος1
νὴ Δία, μαστιγωθέντα γε πρότερον.
\n別の人1\nゼウスにかけて、いや、その前に鞭打ちにすべきだ。
Ἄλλος2
πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.
\n別の人2\nはるかその前に、両目をえぐり出すべきだ。
Ἄλλος3
τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.
\n別の人3\nその舌そのものを、さらにそれよりはるか前に切り取るべきだ。
Σωκράτης
σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;
\nソクラテス\nエンペドクレスよ、お前はどう思うかね。
Ἐμπεδοκλῆς
εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.
\nエンペドクレス\n火口に身を投じるのがよい、優れた者たちを嘲るべきではないと学ぶために。
Πλάτων
καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα
"λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον,"
ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.
\nプラトン\nいや、いっそペンテウスやオルペウスのように、\n「岩の間で引き裂かれる非業の死を遂げる」\nのが最善であった。 そうすれば、我々一人ひとりが彼の肉体の一部を持ち帰って立ち去ることができただろうに。
§3Παρρησιάδης
μηδαμῶς·
\n\nパルレーシアデース\n滅相もない。
ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.
どうか「嘆願の神」にかけて、私をお許しください。
Πλάτων
Ἄραρεν·
\n プラトン\n決まったことだ。
οὐκ ἂν ἀφεθείης ἔτι.
もう放免されることはない。
ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν,
"ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.
お前もホメロスの言うところを見ているだろう。 \n「獅子と人間との間に、信頼に足る誓約など存在せぬように」\nパルレーシアデース\nしかし、私もホメロスに倣って、皆さんを哀願いたしましょう。
"
Παρρησιάδης
καὶ μὴν καθʼ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με·
皆さんはきっとその詩句を敬い、私が朗誦するのを見過ごしにはなさらないでしょう。
"
ζωγρεῖτʼ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα,
χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.
\n「\n生かして捕らえよ、悪人ではないのだから。 ふさわしい贖罪の品を受け取るがよい、\n青銅や黄金を。 これらこそ、賢者たちが好むものである。
"
Πλάτων
ἀλλʼ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας.
\n」\nプラトン\nだが、我々もお前に返すホメロスの言葉に事欠きはしない。
ἄκουε γοῦν·
これを聞くがよい。
"
μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ
χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.
\n「\n決して私に逃げ道を、誹謗者よ、心の中で企てるな、\n黄金を語るとも。 お前は我が両手の中に落ちたのだから。
"
Παρρησιάδης
οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς.
\n」\nパルレーシアデース\nああ、哀れなことだ。
ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον·
我々の最大の望みであったホメロスも役に立たなかった。
τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με.
それでは、エウリピデスのもとに逃げ込むほかあるまい。
"μὴ κτεῖνε·
おそらく彼なら私を救ってくれるだろう。
τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.
\n「殺すな。
"
Πλάτων
τί δέ;
嘆願者を殺すことは、人の道に反するからだ」\nプラトン\nでは、これもおなじくエウリピデスの言葉ではないか。
οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν,
"οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους;
\n「恐るべきことを行った者が、恐るべきことを被るのは当然ではないか」\n パルレーシアデース\n「では今、言葉のゆえに私を殺しようというのですか」\nプラトン\nゼウスにかけて、その通りだ。
"
Παρρησιάδης
"νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με; "
Πλάτων
νὴ Δία·
他ならぬ彼自身がこう言っているのだから。
φησὶ γοῦν ἐκεῖνος αὐτός,
"
ἀχαλίνων στομάτων
ἀνόμου τʼ ἀφροσύνας
τὸ τέλος δυστυχία. "
\n「\n手綱のなき口と\n無法なる愚行の\n結末は、破滅である。
§4Παρρησιάδης
οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε;
\n」\n\nパルレーシアデース\nそれならば、どうしても殺すことが決定しており、私が逃れる方法が何もないというのでしたら、さあ、せめてこれだけでも教えてください。 あなたがたは一体何者で、あるいは私のせいでどんな取り返しのつかない酷い目に遭わされたからこそ、このように容赦なく怒り狂い、死に至らしめようと私を捕らえたのですか。
Πλάτων
ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους·
\nプラトン\nお前が我々にいかなる酷いことを働いたかは、己自身に尋ねるがよい、不埒者め。 そして、哲学そのものを悪しざまに言い、我々を侮辱したあのお前の「見事な」言論に問いかけるがよい。 まるでお前から市場で賢者たちを、そして何よりも、自由な人々を競売にかけて売り払うかのようであった。
ἐφʼ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις.
これに憤慨したからこそ、我々は冥界の王アイドネウスをしばらくの間説得して、お前のもとへと昇ってきたのだ。 ここにいるクリュシッポス、エピクロス、そしてこのプラトンである私、あのアリストテレス、そして沈黙しているこのピュタゴラス、ディオゲネス、およびお前がその言論において酷評した者たち全員が。