Humanitext Reader

琉善 · 死者复活或渔夫 §1-4

哲学家的愤怒与帕雷西亚德斯的求饶

第 1 段,共 13 段 · 希腊语

内容简介

哲学家们抓住了诽谤他们的帕雷西亚德斯并要求严惩。尽管帕雷西亚德斯通过援引荷马和欧里庇得斯的诗句拼命求饶,但仍被拒绝,这促使他质问他们愤怒的原因。

§1Σωκράτης βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις·
\n苏格拉底\n打,打,用无数的石头砸这个该死的家伙!
ἐπίβαλλε τῶν βώλων·
向他扔土块!
προσεπίβαλλε καὶ τῶν ὀστράκων·
再用陶片砸他!
παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον·
用木棍打这个恶棍!
ὅρα μὴ διαφύγῃ·
看着别让他跑了!
καὶ σὺ βάλλε, ὦ Πλάτων·
你也砸,柏拉图!
καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·
还有你,克律西波斯,还有你,大家一起上!
συνασπίσωμεν ἐπʼ αὐτόν, "ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις," κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε.
让我们并肩抵抗他,\n“如行囊援助行囊,手杖援助手杖,”\n因为他是共同的敌人,我们之中没有一个人不曾被他侮辱。
σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ·
而你,第欧根尼,如果以前用过,现在更要使用你的手杖!
μηδὲ ἀνῆτε·
千万不要松手!
διδότω τὴν ἀξίαν βλάσφημος ὤν.
让他得到应得的惩罚,因为他是个诽谤者。
τί τοῦτο;
这是怎么回事?
κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε;
你们累了吗,伊壁鸠鲁和阿里斯提波?
καὶ μὴν οὐκ ἐχρῆν.
这可真不应该。
"ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς. "
\n“振作起来,贤哲们,记住你们那激烈的愤怒。
§2Σωκράτης Ἀριστότελες, ἐπισπούδασον·
”\n\n苏格拉底\n亚里士多德,快点!
ἔτι θᾶττον.
还要更快!
εὖ ἔχει·
很好,这只野兽被抓住了。
ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ.
我们抓住你了,你这个无耻之徒。
εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις.
你马上就会知道,你所诽谤的我们究竟是些什么人。
τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ;
但是我们应该用什么方式来处置他呢?
ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι.
让我们为他想出一种多重的死法,好让我们所有人都能满足;毕竟,对我们每个人来说,他都理应死上七次。
Φιλόσοφος ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.
\n哲学家\n依我看,应该把它钉在十字架上(处以穿刺刑)。
Ἄλλος1 νὴ Δία, μαστιγωθέντα γε πρότερον.
\n另一个人1\n凭宙斯起誓,是的,但在这之前要先鞭打他。
Ἄλλος2 πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.
\n另一个人2\n在那之前得多,应该挖出他的眼睛。
Ἄλλος3 τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.
\n另一个人3\n他的舌头本身,在更早之前,应该被割掉。
Σωκράτης σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;
\n苏格拉底\n恩培多克勒,你怎么看?
Ἐμπεδοκλῆς εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν.
\n恩培多克勒\n让他跳进火山口里,好让他学会不要辱骂比他高贵的人。
Πλάτων καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα "λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον," ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.
\n柏拉图\n其实,最好是像彭透斯或俄耳甫斯那样,\n“在岩石间寻得粉身碎骨的命运,”\n好让我们每个人都能分得他的一份,然后各自离去。
§3Παρρησιάδης μηδαμῶς·
\n\n帕雷西亚德斯\n万万不可!
ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου.
求求你们,因着“庇护之神”的名义,饶了我吧。
Πλάτων Ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι.
\n 柏拉图\n事情已成定局;你不可能再被释放了。
ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, "ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά.
你当然也看到了荷马所说的话:\n“正如狮子与人类之间,没有可以信赖的誓约。
" Παρρησιάδης καὶ μὴν καθʼ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με· " ζωγρεῖτʼ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ.
”\n帕雷西亚德斯\n然而,我也要依照荷马的方式来哀求你们;因为你们或许会敬重这些诗句,不会无视我吟诵它们:\n“\n活捉我吧,我不是坏人,请接受相称的赎金,\n青铜与黄金,这些正是贤哲们所喜爱的。
" Πλάτων ἀλλʼ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας.
\n”\n柏拉图\n但是,我们也不会微缺少对你进行荷马式反驳的话。
ἄκουε γοῦν· " μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς.
你听着:\n“\n毁谤者啊,绝不要在心中谋划逃跑,\n即使你提到黄金,因为你已经落入我们的手中。
" Παρρησιάδης οἴμοι τῶν κακῶν.
\n”\n帕雷西亚德斯\n悲哀啊!
ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς.
荷马对我们毫无用处,这曾经是我们最大的希望。
ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον· τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με.
我必须向欧里庇得斯求助了;也许他能救我。
"μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.
\n“不要杀害;因为杀害求庇护者是不合神法的。
" Πλάτων τί δέ;
”\n柏拉图\n怎么?
οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, "οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους;
那难道不也是欧里庇得斯的话吗?
" Παρρησιάδης "νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;
\n“做了可怕之事的人,遭受可怕的报应,这难道不合理吗?
" Πλάτων νὴ Δία·
”\n 帕雷西亚德斯\n“那么现在,你们就要因为几句话而杀了我吗?
φησὶ γοῦν ἐκεῖνος αὐτός, " ἀχαλίνων στομάτων ἀνόμου τʼ ἀφροσύνας τὸ τέλος δυστυχία.
”\n柏拉图\n凭宙斯起誓,正是如此!
"
因为他自己就是这样说的:\n“\n无缰之口\n与不法之愚,\n其终局乃是灾祸。
§4Παρρησιάδης οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε;
\n”\n\n帕雷西亚德斯\n既然如此,既然已经决定一定要杀死我,而且我没有任何办法可以逃脱,那么,请至少告诉我这一点:你们到底是谁,或者因为我让你们遭受了什么无法弥补的痛苦,以至于你们如此无情地狂怒,并为了置我于死地而逮捕我?
Πλάτων ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους·
\n柏拉图\n你对我们做了什么可怕的事,问问你自己吧,你这个恶棍,还有你的那些“美妙”言论,在其中你诋毁哲学本身并侮辱我们,仿佛是在市场上拍卖贤哲,而且最重要的是,拍卖自由的人。
ἐφʼ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις.
由于对这些事情感到愤怒,我们说服了冥王哀多纽斯,暂时离开冥界升上来找你——我身旁的克律西波斯、伊壁鸠鲁、我柏拉图、那边的亚里士多德、这位保持沉默的毕达哥拉斯、第欧根尼,以及所有你在言论中肆意抹黑的人。

词汇与语法注释

  1. §1τῶν βώλων — 部分属格。投掷的目标(此处为人)直接用宾格,而作为投掷材料的“泥块”(及后文的“陶片”)则使用属格 `τῶν βώλων`,以表示投掷手头现有材料的一部分。
  2. §2ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο — 连词 `ἵνα` 结合助词 `ἄν` 以及直说语气过去时(此处为未完成过去式 `ἀπηλλάττετο`),表示过去未实现的虚拟目的(反事实目的):“(如果他被撕碎的话)我们每个人本可以分得一份并离去”。
  3. §3δέχθε — 动词 `δέχομαι`(接受)的不定过去时命令语气第二人称复数形式,为史诗(荷马)式的缩略形(或无连接元音形式),相当于雅典方言中的 `δέξασθε`。
  4. §4ἀποκηρύττων — 主格阳性单数分词。该分词与由 `en ois` 引导的关系从句中未显式写出的第二人称单数动词(`ἠγόρευες` 和 `ὕβριζες`)的主语(“你” = 帕雷西亚德斯)在文法上保持一致。
  5. §4παραιτησάμενοι — 动词 `παραιτέομαι`(通过恳求获得允许、说服)的不定过去时分词。意为“说服了冥王哀多纽斯(哈得斯)并获得允许”,解释了哲学家们得以暂时离开冥界返回人世的来龙去脉。

引用这一段

琉善, 死者复活或渔夫 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。