← ルキアノス

蘇ってきた哲学者

§1-4

哲学者たちの怒りとパルレーシアデースの命乞い

哲学者たちが、自分たちを誹謗したパルレーシアデースを捕らえて残酷な処罰を主張する。パルレーシアデースはホメロスやエウリピデスの詩句を引用して必死に命乞いをするが拒絶され、彼らが怒り狂う理由を問いかける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Σωκράτης βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων·1 προσεπίβαλλε καὶ τῶν ὀστράκων· παῖε τοῖς ξύλοις τὸν ἀλιτήριον· ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ Πλάτων· καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα· συνασπίσωμεν ἐπʼ αὐτόν, "ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις," κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. "ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς."

ソクラテス 打て、打て、あの忌まわしい奴に惜しみなく石を投げつけよ。土塊を投げよ、陶片もさらに投げつけよ。棒でその不届き者を叩け。逃がさぬよう見張れ。お前も投げるのだ、プラトンよ。お前もだ、クリュシッポスよ。お前も、そして全員一斉にだ。彼に向かって盾を並べよう。 「袋が袋を助け、杖が杖を助けるように」何となれば、共通の敵であり、我々の中で彼に侮辱されなかった者はいないのだから。そしてお前、ディオゲネスよ、いつにもまして杖を振るうのだ。手を緩めてはならぬ。神をも恐れぬ不埒者め、ふさわしい罰を受けるがよい。これはどうしたことだ、疲れ果てたのか、エピクロスにアリスティッポスよ。そんなはずはあるまい。 「男であれ、賢者たちよ、激しい怒りを思い起こせ」

§2

Σωκράτης Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον. εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας ἐκακηγόρεις. τῷ τρόπῳ δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. Φιλόσοφος ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. Ἄλλος1 νὴ Δία, μαστιγωθέντα γε πρότερον. Ἄλλος2 πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. Ἄλλος3 τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω. Σωκράτης σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; Ἐμπεδοκλῆς εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν. Πλάτων καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα "λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον," ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.2

ソクラテス アリストテレス、急ぐのだ。もっと早く。よし、獣は捕らえられた。捕まえたぞ、不埒者め。我々が何者であるかを、お前が誹謗していた我々の正体を、今に思い知るがよい。ところで、どのように彼を処罰しようか。我々全員が満足できるような、多様な死に方を彼のために考案しようではないか。何しろ彼は、我々一人ひとりに対して七回ずつ死んで当然なのだから。 哲学者 私には、彼を磔刑(串刺し)に処するのがよいと思われます。 別の人1ゼウスにかけて、いや、その前に鞭打ちにすべきだ。 別の人2はるかその前に、両目をえぐり出すべきだ。 別の人3その舌そのものを、さらにそれよりはるか前に切り取るべきだ。 ソクラテス エンペドクレスよ、お前はどう思うかね。 エンペドクレス 火口に身を投じるのがよい、優れた者たちを嘲るべきではないと学ぶために。 プラトン いや、いっそペンテウスやオルペウスのように、「岩の間で引き裂かれる非業の死を遂げる」のが最善であった。そうすれば、我々一人ひとりが彼の肉体の一部を持ち帰って立ち去ることができただろうに。

§3

Παρρησιάδης μηδαμῶς· ἀλλὰ πρὸς Ἱκεσίου φείσασθέ μου. Πλάτων Ἄραρεν· οὐκ ἂν ἀφεθείης ἔτι. ὁρᾷς δὲ δὴ καὶ τὸν Ὅμηρον ἅ φησιν, "ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά." Παρρησιάδης καὶ μὴν καθʼ Ὅμηρον ὑμᾶς καὶ αὐτὸς ἱκετεύσω· αἰδέσεσθε γὰρ ἴσως τὰ ἔπη καὶ οὐ παρόψεσθε ῥαψῳδήσαντά με· "ζωγρεῖτʼ οὐ κακὸν ἄνδρα καὶ ἄξια δέχθε3 ἄποινα, χαλκόν τε χρυσόν τε, τὰ δὴ φιλέουσι σοφοί περ." Πλάτων ἀλλʼ οὐδὲ ἡμεῖς ἀπορήσομεν πρὸς σὲ Ὁμηρικῆς ἀντιλογίας. ἄκουε γοῦν· "μὴ δή μοι φύξιν γε, κακηγόρε, βάλλεο θυμῷ χρυσόν περ λέξας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἀμάς." Παρρησιάδης οἴμοι τῶν κακῶν. ὁ μὲν Ὅμηρος ἡμῖν ἄπρακτος, ἡ μεγίστη ἐλπίς. ἐπὶ τὸν Εὐριπίδην δή μοι καταφευκτέον· τάχα γὰρ ἂν ἐκεῖνος σώσειέ με. "μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν." Πλάτων τί δέ; οὐχὶ κἀκεῖνα Εὐριπίδου ἐστίν, "οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους;" Παρρησιάδης "νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;" Πλάτων νὴ Δία· φησὶ γοῦν ἐκεῖνος αὐτός, "ἀχαλίνων στομάτων ἀνόμου τʼ ἀφροσύνας τὸ τέλος δυστυχία."

パルレーシアデース 滅相もない。どうか「嘆願の神」にかけて、私をお許しください。 プラトン 決まったことだ。もう放免されることはない。お前もホメロスの言うところを見ているだろう。 「獅子と人間との間に、信頼に足る誓約など存在せぬように」パルレーシアデース しかし、私もホメロスに倣って、皆さんを哀願いたしましょう。皆さんはきっとその詩句を敬い、私が朗誦するのを見過ごしにはなさらないでしょう。 「生かして捕らえよ、悪人ではないのだから。ふさわしい贖罪の品を受け取るがよい、 青銅や黄金を。これらこそ、賢者たちが好むものである。」 プラトン だが、我々もお前に返すホメロスの言葉に事欠きはしない。これを聞くがよい。 「決して私に逃げ道を、誹謗者よ、心の中で企てるな、 黄金を語るとも。お前は我が両手の中に落ちたのだから。」 パルレーシアデース ああ、哀れなことだ。我々の最大の望みであったホメロスも役に立たなかった。それでは、エウリピデスのもとに逃げ込むほかあるまい。おそらく彼なら私を救ってくれるだろう。 「殺すな。嘆願者を殺すことは、人の道に反するからだ」プラトン では、これもおなじくエウリピデスの言葉ではないか。 「恐るべきことを行った者が、恐るべきことを被るのは当然ではないか」パルレーシアデース 「では今、言葉のゆえに私を殺そうというのですか」プラトン ゼウスにかけて、その通りだ。他ならぬ彼自身がこう言っているのだから。 「手綱のなき口と 無法なる愚行の 結末は、破滅である。」

§4

Παρρησιάδης οὐκοῦν ἐπεὶ δέδοκται πάντως ἀποκτιννύναι καὶ οὐδεμία μηχανὴ τὸ διαφυγεῖν με, φέρε τοῦτο γοῦν εἴπατέ μοι, τίνες ὄντες ἢ τί πεπονθότες ἀνήκεστον πρὸς ἡμῶν ἀμείλικτα ὀργίζεσθε καὶ ἐπὶ θανάτῳ συνειλήφατε; Πλάτων ἅτινα μὲν εἴργασαι ἡμᾶς τὰ δεινά, σεαυτὸν ἐρώτα, ὦ κάκιστε, καὶ τοὺς καλοὺς ἐκείνους σου λόγους ἐν οἷς φιλοσοφίαν τε αὐτὴν κακῶς ἠγόρευες καὶ εἰς ἡμᾶς ὕβριζες, ὥσπερ ἐξ ἀγορᾶς ἀποκηρύττων4 σοφοὺς ἄνδρας, καὶ τὸ μέγιστον, ἐλευθέρους· ἐφʼ οἷς ἀγανακτήσαντες ἀνεληλύθαμεν ἐπὶ σὲ παραιτησάμενοι5 πρὸς ὀλίγον τὸν Ἀϊδωνέα, Χρύσιππος οὑτοσὶ καὶ Ἐπίκουρος καὶ ὁ Πλάτων ἐγὼ καὶ Ἀριστοτέλης ἐκεῖνος καὶ ὁ σιωπῶν οὗτος Πυθαγόρας καὶ Διογένης καὶ ἅπαντες ὁπόσους διέσυρες ἐν τοῖς λόγοις.

パルレーシアデース それならば、どうしても殺すことが決定しており、私が逃れる方法が何もないというのでしたら、さあ、せめてこれだけでも教えてください。あなたがたは一体何者で、あるいは私のせいでどんな取り返しのつかない酷い目に遭わされたからこそ、このように容赦なく怒り狂い、死に至らしめようと私を捕らえたのですか。 プラトン お前が我々にいかなる酷いことを働いたかは、己自身に尋ねるがよい、不埒者め。そして、哲学そのものを悪しざまに言い、我々を侮辱したあのお前の「見事な」言論に問いかけるがよい。まるで市場から賢者たちを、そして何よりも、自由な人々を競売にかけて売り払うかのようであった。これに憤慨したからこそ、我々は冥界の王アイドネウスをしばらくの間説得して、お前のもとへと昇ってきたのだ。ここにいるクリュシッポス、エピクロス、そしてこのプラトンである私、あのアリストテレス、そして沈黙しているこのピュタゴラス、ディオゲネス、およびお前がその言論において酷評した者たち全員が。

構文注5 件
  1. 1τῶν βώλων

    部分属格。投擲の標的(この場合は人)を直接対格で取る一方、投げる対象となる「土塊」を属格 τῶν βώλων(および後続の τῶν ὀστράκων)にすることで、「手元にある素材の一部を投げつける」というニュアンスを伴う目的語となっている。

  2. 2ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο

    不変化詞 ἄν を伴う接続詞 ἵνα のあとに直説法過去形(ここでは未完了過去 ἀπηλλάττετο)が続くことで、過去における反実仮想の目的(実際には実現しなかった目的・結果)を表す。「(もし彼が引き裂かれていたならば)我々が各自の分け前を持って立ち去ることができただろうに」と解釈される。

  3. 3δέχθε

    動詞 δέχομαι(受け取る)のアオリスト命令法二人称複数形 δέξασθε に相当する、叙事詩(ホメロス)的な短縮形(またはアテーマ無媒介型のアオリスト命令形)。

  4. 4ἀποκηρύττων

    主格の男性単数分詞。この分詞は、関係節 ἐν οἷς 内の二人称単数動詞(ἠγόρευες, ὕβριζες)の、明示されていない主語(お前 = パルレーシアデース)と文法的に一致している。関係節内であっても、意味上の主語に一致して主格を取る用法である。

  5. 4παραιτησάμενοι

    動詞 παραιτέομαι(説得して許しを得る、懇願する)のアオリスト分詞。「冥界の王アイドネウス(ハデス)を説得して[一時的に地上に行くことを]許してもらい」という状況を表し、哲学者たちが現世に戻ってきた経緯を説明している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:1-4