§1Ἑρμῆς
τί γελᾷς, ὦ Χάρων;
ヘルメース何を笑っているのだ、カローン。
ἢ τί τὸ πορθμεῖον ἀπολιπὼν δεῦρο ἀνελήλυθας εἰς τὴν ἡμετέραν οὐ πάνυ εἰωθὼς ἐπιχωριάζειν τοῖς ἄνω πράγμασιν;
あるいは、なぜ渡し船を離れて我々の世界に登ってきたのだ、上の世界の事柄に付き合うのは全く慣れていないはずなのに。
Χάρων
ἐπεθύμησα, ὦ Ἑρμῆ, ἰδεῖν ὁποῖά ἐστι τὰ ἐν τῷ βίῳ καὶ ἃ πράττουσιν οἱ ἄνθρωποι ἐν αὐτῷ ἢ τίνων στερούμενοι πάντες οἰμώζουσι κατιόντες παρʼ ἡμᾶς·
カローンヘルメースよ、私は人生の出来事がどのようなものであるか、人間たちがそこで何をしているのか、あるいは何を取り上げられたために、皆が私たちのところへ下ってくるときに嘆き悲しむのかを見たいと思ったのだ。
οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευσεν.
彼らのうち、涙を流さずに渡った者は一人もいないからな。
αἰτησάμενος οὖν παρὰ τοῦ Ἅιδου καὶ αὐτὸς ὥσπερ ὁ Θετταλὸς ἐκεῖνος νεανίσκος μίαν ἡμέραν λιπόνεως γενέσθαι ἀνελήλυθα ἐς τὸ φῶς, καί μοι δοκῶ εἰς δέον ἐντετυχηκέναι σοι·
そこでハデスにお願いして、あのテッサリアの若者のように、一日だけ船を離れる者となって光の世界に登ってきたのだ。 そして、ちょうど良いところで君に出会えたと思っている。
ξεναγήσεις γὰρ εὖ οἶδʼ ὅτι με συμπερινοστῶν καὶ δείξεις ἕκαστα ὡς ἂν εἰδὼς ἅπαντα.
君が私を連れて歩き、案内し、すべてを知っている者として各々のことを見せてくれるだろうと私はよく分っているからな。
Ἑρμῆς
οὐ σχολή μοι, ὦ πορθμεῦ·
ヘルメース暇はないのだ、渡し守よ。
ἀπέρχομαι γάρ τι διακονησόμενος τῷ ἄνω Διὶ τῶν ἀνθρωπικῶν·
上のゼウスのために、人間の事柄に関わるある用事を務めに行くところなのだ。
ὁ δὲ ὀξύθυμός τέ ἐστι καὶ δέδια μὴ βραδύναντά με ὅλον ὑμέτερον ἐάσῃ εἶναι παραδοὺς τῷ ζόφῳ, ἢ ὅπερ τὸν Ἥφαιστον πρῴην ἐποίησε, ῥίψῃ κἀμὲ τεταγὼν τοῦ ποδὸς ἀπὸ τοῦ θεσπεσίου βηλοῦ, ὡς ὑποσκάζων γέλωτα παρέχοιμι καὶ αὐτὸς οἰνοχοῶν.
あのお方は怒りっぽくてね、私が遅れると、私を完全に君たちのものにして暗闇に引き渡してしまうのではないか、あるいは、先日ヘーパイストスになさったように、私の足を掴んで神聖な敷居から投げ落とし、私もびっこを引きながらお酒を注いで、笑いものを提供する羽目になるのではないかと恐れているのだ。
Χάρων
περιόψει οὖν με ἄλλως πλανώμενον ὑπὲρ γῆς, καὶ ταῦτα ἑταῖρος καὶ σύμπλους καὶ συνδιάκτορος ὤν;
カローンでは、君は私を地上でただ彷徨うままにしておくつもりなのか。 それも、相棒であり、船旅の仲間であり、共に仕える伝令役であるというのに。
καὶ μὴν καλῶς εἶχεν, ὦ Μαίας παῖ, ἐκείνων γοῦν σε μεμνῆσθαι, ὅτι μηδεπώποτέ σε ἢ ἀντλεῖν ἐκέλευσα ἢ πρόσκωπον εἶναι·
それに、マイアの息子よ、君があれらのことを覚えていてくれるのは当然のはずだ。 すなわち、私は君に一度も垢を汲み出せとも、漕ぎ手になれとも命じたことはない。
ἀλλὰ σὺ μὲν ῥέγκεις ἐπὶ τοῦ καταστρώματος ἐκταθεὶς ὤμους οὕτω καρτεροὺς ἔχων, ἢ εἴ τινα λάλον νεκρὸν εὕροις, ἐκείνῳ παρʼ ὅλον τὸν πλοῦν διαλέγῃ·
君はそんなに頑丈な肩を持っていながら、デッキの上に大の字になっていびきをかいているか、あるいは何かおしゃべりな死体を見つければ、船旅の間ずっとそれと話し込んでいる。
ἐγὼ δὲ πρεσβύτης ὢν τὴν δικωπίαν ἐρέττω μόνος.
その間、年寄りの私は一人で両方の櫂を漕いでいるのだ。
ἀλλὰ πρὸς τοῦ πατρός, ὦ φίλτατον Ἑρμάδιον, μὴ καταλίπῃς με, περιήγησαι δὲ τὰ ἐν τῷ βίῳ ἅπαντα, ὥς τι καὶ ἰδὼν ἐπανέλθοιμι·
だから父にかけてお願いだ、愛しいヘルメースちゃん、私を置き去りにしないで、人生のすべてのものを案内しておくれ。 何かを見てから帰れるように。
ὡς ἤν με σὺ ἀφῇς, οὐδὲν τῶν τυφλῶν διοίσω·
もし君が私を見捨てたら、私は盲人と何ら変わらなくなってしまう。
καθάπερ γὰρ ἐκεῖνοι σφάλλονται καὶ διολισθάνουσιν ἐν τῷ σκότῳ, οὕτω δὴ κἀγώ σοι ἔμπαλιν ἀμβλυώττω πρὸς τὸ φῶς.
彼らが暗闇の中でつまずき、滑り落ちるように、私は逆に光の中で目が見えなくなってしまうのだ。
ἀλλὰ δός, ὦ Κυλλήνιε, ἐς ἀεὶ μεμνησομένῳ τὴν χάριν.
だから、キュレーネーの神よ、この恩をいつまでも忘れない私に、どうかその好意を与えておくれ。
§2Ἑρμῆς
τοῦτο τὸ πρᾶγμα πληγῶν αἴτιον καταστήσεταί μοι·
ヘルメースこの件は、私にとってお仕置きの原因となるだろう。
ὁρῶ γοῦν ἤδη τὸν μισθὸν τῆς περιηγήσεως οὐκ ἀκόνδυλον παντάπασιν ἡμῖν ἐσόμενον.
ともかく、この案内の報酬は、私たちにとって決して拳骨なしでは済まないことが、もう目に見えている。
ὑπουργητέον δὲ ὅμως·
しかし、それでも助けてやらねばなるまい。
τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος τις ὢν βιάζοιτο;
友人が強いるときに、どうして拒めようか。
πάντα μὲν οὖν σε ἰδεῖν καθʼ ἕκαστον ἀκριβῶς ἀμήχανόν ἐστιν, ὦ πορθμεῦ·
さて、すべてのことを一つ一つ正確に見るということは不可能だ、渡し守よ。
πολλῶν γὰρ ἂν ἐτῶν ἡ διατριβὴ γένοιτο.
それには何年もの歳月がかかってしまうだろうからな。
εἶτα ἐμὲ μὲν κηρύττεσθαι δεήσει καθάπερ ἀποδράντα ὑπὸ τοῦ Διός, σὲ δὲ καὶ αὐτὸν κωλύσει ἐνεργεῖν τὰ τοῦ Θανάτου ἔργα καὶ τὴν Πλούτωνος ἀρχὴν ζημιοῦν μὴ νεκραγωγοῦντα πολλοῦ τοῦ χρόνου·
それに、私はゼウスから逃亡者として手配の布告を出されることになるだろうし、君のほうも死の任務を果たすことができなくなり、長い間死者を運ばないことでプルートーンの領国に損害を与えることになる。
κᾆτα ὁ τελώνης Αἰακὸς ἀγανακτήσει μηδʼ ὀβολὸν ἐμπολῶν.
さらに、税関吏のアエアコスは、オボロス銅貨一枚すら稼げないと言って憤慨するだろう。
ὡς δὲ τὰ κεφάλαια τῶν γιγνομένων ἴδοις, τοῦτο ἤδη σκεπτέον.
しかし、起こっていることのあらましを見るためにはどうすべきか、今やそれを考えねばならない。
Χάρων
αὐτός, ὦ Ἑρμῆ, ἐπινόει τὸ βέλτιστον·
カローンヘルメースよ、君自身で最善の策を考えてくれ。
ἐγὼ δὲ οὐδὲν οἶδα τῶν ὑπὲρ γῆς ξένος ὤν.
私は地上のことについては何も知らない異邦人なのだから。
Ἑρμῆς
τὸ μὲν ὅλον, ὦ Χάρων, ὑψηλοῦ τινος ἡμῖν δεῖ χωρίου, ὡς ἀπʼ ἐκείνου πάντα κατίδοις·
ヘルメース概して言えば、カローンよ、私たちには何か高い場所が必要だ。 そこからすべてを見下ろせるようにね。
σοὶ δὲ εἰ μὲν ἐς τὸν οὐρανὸν ἀνελθεῖν δυνατὸν ἦν, οὐκ ἂν ἐκάμνομεν·
君にとって、もし天に登ることが可能であったなら、私たちは苦労しなかっただろう。
ἐκ περιωπῆς γὰρ ἂν ἀκριβῶς ἅπαντα καθεώρας.
物見櫓からであるかのように、すべてを正確に見渡せただろうからな。
ἐπεὶ δὲ οὐ θέμις εἰδώλοις ἀεὶ συνόντα ἐπιβατεύειν τῶν βασιλείων τοῦ Διός, ὥρα ἡμῖν ὑψηλόν τι ὄρος περισκοπεῖν.
しかし、常に亡霊たちと付き合っている者がゼウスの王宮に足を踏み入れることは許されていないので、私たちは何か高い山を見回して探す潮時だ。