Humanitext Reader

ルキアノス · ティモンまたは人間嫌い §46-50

金を目当てに群がる追従者たちの撃退

10 / 12 箇所 · ギリシア語

要旨

金持ちに返り咲いたティモンのもとに、かつて彼が貧困に陥った際に見捨てた追従者グナトニデス、ピリアデス、デメアスが次々と現れ、恩を売り込もうとするが、ティモンは彼らを鍬で叩きのめしつつ、彼らの身勝手な態度と過去の背信行為を容赦なく暴く。

§46Γναθωνίδης οὐκ ἐγὼ ἔλεγον ὡς οὐκ ἀμελήσουσι Τίμωνος ἀγαθοῦ ἀνδρὸς οἱ θεοί;
Γναθωνίδης 私が言わなかったでしょうか、神々は良き男であるティモンをお見捨てにはならないと。
χαῖρε Τίμων εὐμορφότατε καὶ ἥδιστε καὶ συμποτικώτατε.
こんにちは、ティモン、最高に美しく、最高に甘美で、最高の飲み仲間よ。
Τίμων νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε.
Τίμων お前もな、グナトニデスよ、すべてのハゲワシの中で最も貪欲で、人間の中で最も極悪非道な奴め。
Γναθωνίδης ἀεὶ φιλοσκώμμων σύ γε.
Γναθωνίδης いつも冗談ばかり言う人だ。
ἀλλὰ ποῦ τὸ συμπόσιον;
ところで、宴会はどこだ?
ὡς καινόν τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων.
新しく上演されたディテュランボスの、何か新しい歌を君のために携えてきたのだから。
Τίμων καὶ μὴν ἐλεγεῖά γε ᾄσῃ μάλα περιπαθῶς ὑπὸ ταύτῃ τῇ δικέλλῃ.
Τίμων それなら、お前はこの鍬の下で、ひどく哀れっぽく哀歌を歌うことになるだろう。
Γναθωνίδης τί τοῦτο;
Γναθωνίδης これは何だ?
παίεις, ὦ Τίμων;
殴るのか、ティモン?
μαρτύρομαι·
証人になってくれ!
ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος εἰς Ἄρειον πάγον.
おお、ヘラクレスよ、痛い、痛い! 傷害罪でアレイオス・パゴスにお前を訴えてやる!
Τίμων καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα προκεκλήσομαι.
Τίμων だが、もし少しでもぐずぐずしているなら、すぐに殺人罪で訴えられることになるぞ。
Γναθωνίδης μηδαμῶς·
Γναθωνίδης とんでもない。
ἀλλὰ σύ γε πάντως τὸ τραῦμα ἴασαι μικρὸν ἐπιπάσας τοῦ χρυσίου·
だが、ともかくその傷口に金を少し振りかけて治療してくれ。
δεινῶς γὰρ ἴσχαιμόν ἐστι τὸ φάρμακον.
あれは素晴らしい止血薬だからな。
Τίμων ἔτι γὰρ μένεις;
Τίμων まだ残っているのか?
Γναθωνίδης ἄπειμι·
Γναθωνίδης 行くよ。
σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος.
だが、かつて親切だったお前がこれほど野蛮になったのだ、ただでは済まないぞ。
§47Τίμων τίς οὗτός ἐστιν ὁ προσιών, ὁ ἀναφαλαντίας;
Τίμων 近づいてくる、あの額の禿げた男は誰だ?
Φιλιάδης, κολάκων ἁπάντων ὁ βδελυρώτατος.
ピリアデス、すべての追従者の中で最も忌まわしい奴だ。
οὗτος δὲ ἀγρὸν ὅλον παρʼ ἐμοῦ λαβὼν καὶ τῇ θυγατρὶ προῖκα δύο τάλαντα, μισθὸν τοῦ ἐπαίνου, ὁπότε ᾄσαντά με πάντων σιωπώντων μόνος ὑπερεπῄνεσεν ἐπομοσάμενος ᾠδικώτερον εἶναι τῶν κύκνων, ἐπειδὴ νοσοῦντα πρῴην εἶδέ με καὶ προσῆλθον ἐπικουρίας δεόμενος, πληγὰς ὁ γενναῖος προσενέτεινεν.
こいつは私から丸々一つの農地を受け取り、娘には二タラントンの持参金を、私の歌を称賛した報酬として受け取った。 全員が沈黙している中で、こいつ一人が、私が白鳥よりも歌がうまいと誓って極度に称賛したのだ。 それなのに、先日私が病気になっているのを見て、私が援助を求めて近づいたとき、この高貴な男は私に鞭を浴びせかけてきたのだ。
§48Φιλιάδης ὢ τῆς ἀναισχυντίας.
Φιλιάδης おお、なんという破廉恥な。
νῦν Τίμωνα γνωρίζετε;
今になってティモンが分かるのか?
νῦν Γναθωνίδης φίλος καὶ συμπότης;
今になってグナトニデスが友人であり飲み仲間なのか?
τοιγαροῦν δίκαια πέπονθεν οὕτως ἀχάριστος ὤν.
それゆえ、あのような恩知らずな奴は、当然の報いを受けたのだ。
ἡμεῖς δὲ οἱ πάλαι συνήθεις καὶ συνέφηβοι καὶ δημόται ὅμως μετριάζομεν, ὡς μὴ ἐπιπηδᾶν δοκῶμεν.
しかし、我々のように昔からの親しい者や、共に青年期を過ごした者、同区民である者は、飛びついてきたと思われるのを避けるため、控えめに振る舞っているのだ。
χαῖρε, ὦ δέσποτα, καὶ ὅπως τοὺς μιαροὺς τούτους κόλακας φυλάξῃ, τοὺς ἐπὶ τῆς τραπέζης μόνον, τὰ ἄλλα δὲ κοράκων οὐδὲν διαφέροντας.
旦那様、こんにちは。 そして、食卓の時だけ友であり、それ以外ではカラスと何ら変わらない、あの穢らわしい追従者どもにはくれぐれもご用心なさいませ。
οὐκέτι πιστευτέα τῶν νῦν οὐδενί·
今の世の中、誰一人信じることはできません。
πάντες ἀχάριστοι καὶ πονηροί.
皆が恩知らずで邪悪です。
ἐγὼ δὲ τάλαντόν σοι κομίζων, ὡς ἔχοις πρὸς τὰ κατεπείγοντα χρῆσθαι, καθʼ ὁδὸν ἤδη πλησίον ἤκουσα, ὡς πλουτοίης ὑπερμεγέθη τινὰ πλοῦτον.
私は、あなたが差し迫った用事に使えるようにと一タラントンを携えてくる途中で、すでに近くまで来た時に、あなたが途方もない大富豪になられたと耳にしました。
ἥκω τοιγαροῦν ταῦτά σε νουθετήσων·
それゆえ、私はあなたにこれらの忠告をするために参上したのです。
καίτοι σύ γε οὕτω σοφὸς ὢν οὐδὲν ἴσως δεήσῃ τῶν παρʼ ἐμοῦ λόγων, ὃς καὶ τῷ Νέστορι τὸ δέον παραινέσειας ἄν.
とはいえ、あなたのように賢明な方であれば、ネストルに対してもなすべきことを助言できるほどですから、おそらく私の言葉など何も必要ないでしょうけれど。
Τίμων ἔσται ταῦτα, ὦ Φιλιάδη.
Τίμων そうなるだろうな、ピリアデスよ。
πλὴν ἀλλὰ πρόσιθι, ὡς καὶ σὲ φιλοφρονήσωμαι τῇ δικέλλῃ.
それはともかく、近くに寄るがよい、お前にもこの鍬で歓待してやろう。
Φιλιάδης ἄνθρωποι, κατέαγα τοῦ κρανίου ὑπὸ τοῦ ἀχαρίστου, διότι τὰ συμφέροντα ἐνουθέτουν αὐτόν.
Φιλιάδης 人々よ、恩知らずな男に、有益な忠告をしてやったというのに、頭蓋骨を割られてしまった。
§49Τίμων ἰδοὺ τρίτος οὗτος ὁ ῥήτωρ Δημέας προσέρχεται ψήφισμα ἔχων ἐν τῇ δεξιᾷ καὶ συγγενὴς ἡμέτερος εἶναι λέγων.
Τίμων 見ろ、三人目だ。 あの雄弁家デメアスが、右手に決議案を携え、我々の親戚だと称して近づいてくる。
οὗτος ἑκκαίδεκα παρʼ ἐμοῦ τάλαντα μιᾶς ἡμέρας ἐκτίσας τῇ πόλει — καταδεδίκαστο γὰρ καὶ ἐδέδετο οὐκ ἀποδιδούς, κἀγὼ ἐλεήσας ἐλυσάμην αὐτόν — ἐπειδὴ πρῴην ἔλαχε τῇ Ἐρεχθηΐδι φυλῇ διανέμειν τὸ θεωρικὸν κἀγὼ προσῆλθον αἰτῶν τὸ γινόμενον, οὐκ ἔφη γνωρίζειν πολίτην ὄντα με.
この男は、かつて国庫への返済を怠って有罪宣告を受け、投獄されていた。 私は同情して、彼が市に支払うべき十六タラントンを一日で全額支払って釈放してやったのだ。 それなのに先日、彼がエレクテイス部族の観劇手当を分配する係に抽選で選ばれた際、私が自分の割り当てを求めて近づいたとき、彼は私が市民であることさえ知らないと言い放ったのだ。
§50Δημέας χαῖρε, ὦ Τίμων, τὸ μέγα ὄφελος τοῦ γένους, τὸ ἔρεισμα τῶν Ἀθηνῶν, τὸ πρόβλημα τῆς Ἑλλάδος·
Δημέας おめでとう、ティモン、一族の大いなる恩人よ、アテナイの支柱よ、ギリシアの防壁よ。
καὶ μὴν πάλαι σε ὁ δῆμος συνειλεγμένος καὶ αἱ βουλαὶ ἀμφότεραι περιμένουσι.
まことに、集まった民衆も、両評議会も、ずっと前からお前を待っているのだ。
πρότερον δὲ ἄκουσον τὸ ψήφισμα, ὃ ὑπὲρ σοῦ γέγραφα·
だがその前に、私が君のために書いた決議案を聞いてくれ。
ἐπειδὴ Τίμων Ἐχεκρατίδου Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ — Τίμων ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν.
「コリュトス区のエケクラティデスの息子ティモンは、単にノーブルで優れた人物であるばかりでなく、ギリシアの他の誰よりも賢明な人物であり、常に市のために最善を尽くし続けてきた。 また、彼はオリンピアにおいて、拳闘、相撲、徒競走で同日に優勝し、さらに四頭立て馬車レースと仔馬の二頭立て馬車レースでも優勝したため、――」 Τίμων しかし、私は一度もオリンピアを観戦したことさえないぞ。
Δημέας τί οὖν;
Δημέας それがどうした?
θεωρήσεις ὕστερον·
後で見物すればいいのだ。
τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον.
こういうものは、たくさん付け加えておいた方が良いのだ。
καὶ ἠρίστευσε δὲ ὑπὲρ τῆς πόλεως πέρυσι πρὸς Ἀχαρναῖς καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —
「さらに彼は昨年、アカルナイ近郊で市のために抜群の功績を立て、ペロポネソス勢の二部隊を殲滅したため、――」

語釈・文法注

  1. §46προκαλοῦμαί σε τραύματος — `προκαλοῦμαι`(呼び出す、告発する)は対格で訴える相手(`σε`)を、属格で訴因(`τραύματος`、「傷害罪で」)を取る。これはアテナイの法制度、特にアレイオス・パゴス法廷における意図的な傷害事件(τραῦμα ἐκ προνοίας)の起訴手続きを反映した表現である。

この箇所を引用する

ルキアノス, ティモンまたは人間嫌い §46-50. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:46-50

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。