§41Τίμων
ἄγε, ὦ δίκελλα, νῦν μοι ἐπίρρωσον σεαυτὴν καὶ μὴ κάμῃς ἐκ τοῦ βάθους τὸν Θησαυρὸν ἐς τοὐμφανὲς προκαλουμένη.
ティモンさあ、鍬よ、今は私に力を尽くしておくれ。 深みから財宝を明るいところへと呼び出すのを、諦めて怠けたりしないでくれ。
ὦ Ζεῦ τεράστιε καὶ φίλοι Κορύβαντες καὶ Ἑρμῆ κερδῷε, πόθεν τοσοῦτον χρυσίον;
おお、驚異を現すゼウスよ、親愛なるコリュバンテスよ、利益をもたらすヘルメスよ、これほどの金は一体どこから来たのだ。
ἦ που ὄναρ ταῦτά ἐστι;
これはまさか夢ではないか。
δέδια γοῦν μὴ ἄνθρακας εὕρω ἀνεγρόμενος·
目覚めたら炭に変わっているのではないかと恐ろしい。
ἀλλὰ μὴν χρυσίον ἐστὶν ἐπίσημον, ὑπέρυθρον, βαρὺ καὶ τὴν πρόσοψιν ὑπερήδιστον.
だがいや、これこそ刻印のある、赤みがかった、重く、見た目も最高に甘美な金だ。
"ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς·
「おお金よ、死すべき人間にとって最も美しい歓迎の贈り物よ。
"
αἰθόμενον γὰρ πῦρ ἅτε διαπρέπεις καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν.
」お前は燃え盛る火のように、夜も昼も際立って輝いている。
ἐλθέ, ὦ φίλτατε καὶ ἐρασμιώτατε.
おいで、最も愛しく、最も慕わしいものよ。
νῦν πείθομαί γε καὶ Δία ποτὲ γενέσθαι χρυσόν·
今や私も、かつてゼウスが金になったと信じる。
τίς γὰρ οὐκ ἂν παρθένος ἀναπεπταμένοις τοῖς κόλποις ὑπεδέξατο οὕτω καλὸν ἐραστὴν διὰ τοῦ τέγους καταρρέοντα;
なぜなら、天井を伝って流れ落ちてくるこれほど美しい恋人を、懐を大きく広げて受け入れない処女などいるだろうか。
§42Τίμων
ὦ Μίδα καὶ Κροῖσε καὶ τὰ ἐν Δελφοῖς ἀναθήματα, ὡς οὐδὲν ἄρα ἦτε ὡς πρὸς Τίμωνα καὶ τὸν Τίμωνος πλοῦτον, ᾧ γε οὐδὲ ὁ βασιλεὺς ὁ Περσῶν ἴσος.
ティモンおお、ミダスよ、クロイソスよ、デルポイの奉納品よ、お前たちはティモンとティモンの富に比べれば、やはり何でもなかったのだな。 ペルシアの王でさえ、彼には及ばない。
Ὦ δίκελλα καὶ φιλτάτη διφθέρα, ὑμᾶς μὲν τῷ Πανὶ τούτῳ ἀναθεῖναι καλόν·
おお、鍬よ、そして最も愛しい皮の作業着よ、お前たちをこのパン神に奉納するのがふさわしい。
αὐτὸς δὲ ἤδη πᾶσαν πριάμενος τὴν ἐσχατιάν, πυργίον οἰκοδομησάμενος ὑπὲρ τοῦ θησαυροῦ μόνῳ ἐμοὶ ἱκανὸν ἐνδιαιτᾶσθαι, τὸν αὐτὸν καὶ τάφον ἀποθανὼν ἕξειν μοιδοκῶ.
私は今やこの辺境地をすべて買い取り、財宝の上に、私一人が住むのに十分な小さな塔を建て、死んだときにはそこをそのまま私の墓にしようと思っている。
δεδόχθω δὲ ταῦτα καὶ νενομοθετήσθω πρὸς τὸν ἐπίλοιπον βίον, ἀμιξία πρὸς ἅπαντας καὶ ἀγνωσία καὶ ὑπεροψία·
そして、残りの生涯に対して、次のように決定し、立法することにしよう。 すべての人々との交際を断ち、互いに知らぬ仲となり、侮蔑すること。
φίλος δὲ ἢ ξένος ἢ ἑταῖρος ἢ Ἐλέου βωμὸς ὕθλος πολύς·
友、異邦人、仲間、あるいは「憐れみの祭壇」などというのは、すべて大いなる戯言である。
καὶ τὸ οἰκτεῖραι δακρύοντα ἢ ἐπικουρῆσαι δεομένῳ παρανομία καὶ κατάλυσις τῶν ἐθῶν·
涙を流す者を憐れんだり、困っている者を助けたりすることは、法に反し、慣習を破る行為である。
μονήρης δὲ ἡ δίαιτα καθάπερ τοῖς λύκοις, καὶ φίλος εἷς Τίμων.
オオカミのように孤独な生活を送り、友はただ一人、ティモンのみ。
§43Τίμων
οἱ δὲ ἄλλοι πάντες ἐχθροὶ καὶ ἐπίβουλοι·
ティモン他の者は皆、敵であり、陰謀者である。
καὶ τὸ προσομιλῆσαί τινι αὐτῶν μίασμα·
彼らのうちの誰かと話をすることすら、穢れである。
καὶ ἤν τινα ἴδω μόνον, ἀποφρὰς ἡ ἡμέρα·
彼らのうちの誰かをただ見かけるだけでも、その日は凶日である。
καὶ ὅλως ἀνδριάντων λιθίνων ἢ χαλκῶν μηδὲν ἡμῖν διαφερέτωσαν·
要するに、彼らは我々にとって石や青銅の像と何ら変わらないものとする。
καὶ μήτε κήρυκα δεχώμεθα παρʼ αὐτῶν μήτε σπονδὰς σπενδώμεθα·
彼らから伝令を受け取ることもせず、彼らと休戦協定を結ぶこともしない。
ἡ ἐρημία δὲ ὅρος ἔστω πρὸς αὐτούς.
彼らとの境界は荒野とする。
φυλέται δὲ καὶ φράτορες καὶ δημόται καὶ ἡ πατρὶς αὐτὴ ψυχρὰ καὶ ἀνωφελῆ ὀνόματα καὶ ἀνοήτων ἀνδρῶν φιλοτιμήματα.
部族民も、義兄弟も、区民も、祖国そのものも、冷淡で無益な名前にすぎず、愚かな男たちの名誉欲の産物にすぎない。
πλουτείτω δὲ Τίμων μόνος καὶ ὑπεροράτω ἁπάντων καὶ τρυφάτω μόνος καθʼ ἑαυτὸν κολακείας καὶ ἐπαίνων φορτικῶν ἀπηλλαγμένος·
ティモン一人だけが富み、すべての者を見下し、追従や下品な称賛から解放されて、自分一人で贅沢に暮らすこと。
καὶ θεοῖς θυέτω καὶ εὐωχείσθω μόνος, ἑαυτῷ γείτων καὶ ὅμορος, ἐκσείων τῶν ἄλλων.
一人だけで神々に犠牲を捧げ、一人だけで宴会をし、他の者たちを振り払い、自分自身の隣人、隣境の者となること。
καὶ ἅπαξ ἑαυτὸν δεξιώσασθαι δεδόχθω, ἢν δέῃ ἀποθανεῖν, καὶ αὑτῷ στέφανον ἐπενεγκεῖν.
そして、死ぬ必要があるときは、ただ自分自身の手を握って別れを告げ、自分自身に花冠を捧げることを決議とする。
§44Τίμων
καὶ ὄνομα μὲν ἔστω ὁ Μισάνθρωπος ἥδιστον, τοῦ τρόπου δὲ γνωρίσματα δυσκολία καὶ τραχύτης καὶ σκαιότης καὶ ὀργὴ καὶ ἀπανθρωπία·
ティモン名前は『人間嫌い』という最も甘美なものとし、性格の特徴は、気難しさ、粗暴さ、不器用さ、怒り、そして非情さとする。
εἰ δέ τινα ἴδοιμι ἐν πυρὶ διαφθειρόμενον καὶ κατασβεννύναι ἱκετεύοντα, πίττῃ καὶ ἐλαίῳ κατασβεννύναι·
もし火の中で滅びかけている者を見かけ、消してくれと懇願されたなら、ピッチと油を注いで消すこと。
καὶ ἤν τινα τοῦ χειμῶνος ὁ ποταμὸς παραφέρῃ, ὁ δὲ τὰς χεῖρας ὀρέγων ἀντιλαβέσθαι δέηται, ὠθεῖν καὶ τοῦτον ἐπὶ κεφαλὴν βαπτίζοντα, ὡς μηδὲ ἀνακῦψαι δυνηθείη·
また、もし冬の時期に誰かが川に流され、手を伸ばして救いを求めてきたなら、その者もまた、二度と浮かび上がれないように頭から押し込んで沈めること。
οὕτω γὰρ ἂν τὴν ἴσην ἀπολάβοιεν.
そうすれば、対等な報いを与えることになるからだ。
εἰσηγήσατο τὸν νόμον Τίμων Ἐχεκρατίδου Κολλυτεύς, ἐπεψήφισε τῇ ἐκκλησίᾳ Τίμων ὁ αὐτός.
この法律はコリュトス区のエケクラティデスの息子ティモンが提案し、同じくティモンが民会で採決に付した。
”
εἶεν, ταῦτα ἡμῖν δεδόχθω καὶ ἀνδρικῶς ἐμμένωμεν αὐτοῖς.
」よし、これらを我々の決定とし、男らしく固守することにしよう。
§45Τίμων
πλὴν ἀλλὰ περὶ πολλοῦ ἂν ἐποιησάμην ἅπασι γνώριμά πως ταῦτα γενέσθαι, διότι ὑπερπλουτῶ·
ティモンしかしながら、私が途方もない大富豪になったということが、何とかして皆に知れ渡ればよいのだが。
ἀγχόνη γὰρ ἂν τὸ πρᾶγμα γένοιτο αὐτοῖς.
そうなれば、彼らにとってそれは首吊りものの苦しみになるだろうから。
καίτοι τί τοῦτο;
だが、これは何だ。
φεῦ τοῦ τάχους.
おお、なんという早さだ。
πανταχόθεν συνθέουσιν κεκονιμένοι καὶ πνευστιῶντες, οὐκ οἶδα ὅθεν ὀσφραινόμενοι τοῦ χρυσίου.
埃まみれになり、息を切らしながら、四方八方から駆けつけてくる。 どこから金の匂いを嗅ぎつけたのだろうか。
πότερον οὖν ἐπὶ τὸν πάγον τοῦτον ἀναβὰς ἀπελαύνω αὐτοὺς τοῖς λίθοις ἐξ ὑπερδεξίων ἀκροβολιζόμενος, ἢ τό γε τοσοῦτον παρανομήσομεν εἰσάπαξ αὐτοῖς ὁμιλήσαντες, ὡς πλέον ἀνιῷντο ὑπερορώμενοι;
それなら、この丘に登って、高いところから石を投げつけて追い払うべきか。 それとも、彼らが無視されることでより深く苦しむように、今回だけは彼らと対面するというこれほどの違法行為をあえて犯すべきか。
τοῦτο οἶμαι καὶ ἄμεινον.
こちらのほうが良いと思う。
ὥστε δεχώμεθα ἤδη αὐτοὺς ὑποστάντες.
だから、ここで待ち構えて彼らを迎えよう。
φέρε ἴδω, τίς ὁ πρῶτος αὐτῶν οὗτός ἐστι;
さて見るとしよう、彼らの一番乗りは誰だ。
Γναθωνίδης ὁ κόλαξ, ὁ πρῴην ἔρανον αἰτήσαντί μοι ὀρέξας τὸν βρόχον, πίθους ὅλους παρʼ ἐμοὶ πολλάκις ἐμημεκώς.
追従者のグナトニデスだ。 先日私が援助を求めたときに首吊り縄を差し出し、私の家では何度も大きな瓶の酒を丸ごと吐き出すまで飲み干した奴だ。
ἀλλʼ εὖ γε ἐποίησεν ἀφικόμενος·
だが、よくぞ来てくれた。
οἰμώξεται γὰρ πρὸ τῶν ἄλλων.
彼は他の誰よりも先に痛い目を見る(泣き叫ぶ)ことになるのだから。