Humanitext Reader

ルキアノス · イカロメニッポスまたは空飛ぶ人 §11-12

月への到達と地上を見下ろす視力への疑問

4 / 11 箇所 · ギリシア語

要旨

メニッポスは月への飛行に成功して休息し、地上を俯瞰してその細部まで見通すが、その超人的な視力の矛盾について友人が疑問を呈する。

§11Μένιππος ὡς δὲ ἀκινδύνως κατεπτόμην, ἤδη καὶ μετέωρα ἐφρόνουν καὶ ἄρας ἀπὸ Πάρνηθος ἢ ἀπὸ Ὑμηττοῦ μέχρι Γερανείας ἐπετόμην, εἶτʼ ἐκεῖθεν ἐπὶ τὸν Ἀκροκόρινθον ἄνω, εἶτα ὑπὲρ Φολόης καὶ Ἐρυμάνθου μέχρι πρὸς τὸ Ταΰγετον.
メニッポス:私が危険もなく飛び降りると、すでに私は高空を思い描き、パルネス山あるいはヒュメトス山から飛び立ってゲラネイア山まで飛び、そこからさらに高いアクロコリントスへ、それからポロエ山とエリュマントス山を越えてタイゲトス山まで飛んだ。
ἤδη δʼ οὖν μοι τοῦ τολμήματος ἐκμεμελετημένου τέλειός τε καὶ ὑψιπέτης γενόμενος οὐκέτι τὰ νεοττῶν ἐφρόνουν, ἀλλʼ ἐπὶ τὸν Ὄλυμπον ἀναβὰς καὶ ὡς ἐνῆν μάλιστα κούφως ἐπισιτισάμενος τὸ λοιπὸν ἔτεινον εὐθὺ τοῦ οὐρανοῦ, τὸ μὲν πρῶτον ἰλιγγιῶν ὑπὸ τοῦ βάθους, μετὰ δὲ ἔφερον καὶ τοῦτο εὐμαρῶς.
こうして、私によってこの試みの練習が十分に積まれたので、私は一人前の、そして高く飛ぶ飛行者となり、もはや雛のような考えはせず、オリンポス山に登って、できる限り身軽に食糧を補給し、あとは天をめがけてまっすぐ進んだ。 最初は深みのために目眩がしたが、その後はこれにも容易に耐えた。
ἐπεὶ δὲ κατʼ αὐτὴν ἤδη τὴν σελήνην ἐγεγόνειν πάμπολυ τῶν νεφῶν ἀποσπάσας, ᾐσθόμην κάμνοντος ἐμαυτοῦ, καὶ μάλιστα κατὰ τὴν ἀριστερὰν πτέρυγα τὴν γυπίνην.
そして、雲をはるか下に引き離し、まさに月そのものに到達したとき、私は自分が疲れていることに気づいた。 とりわけハゲワシの羽である左の翼において。
προσελάσας οὖν καὶ καθεζόμενος ἐπʼ αὐτῆς διανεπαυόμην ἐς τὴν γῆν ἄνωθεν ἀποβλέπων καὶ ὥσπερ ὁ τοῦ Ὁμήρου Ζεὺς ἐκεῖνος ἄρτι μὲν τὴν τῶν ἱπποπόλων Θρῃκῶν καθορώμενος, ἄρτι δὲ τὴν Μυσῶν, μετʼ ὀλίγον δέ, εἰ δόξειέ μοι, τὴν Ἑλλάδα, τὴν Περσίδα καὶ τὴν Ἰνδικήν.
そこで月に近づいてその上に腰を下ろし、上から地球を見下ろしながら休息した。 ちょうどあのホメロスのゼウスのように、ある時は馬を飼うトラキア人の土地を見下ろし、ある時はミュシア人の土地を、そして少しして気が向けば、ギリシア、ペルシア、インドを見下ろした。
ἐξ ὧν ἁπάντων ποικίλης τινὸς ἡδονῆς ἐνεπιμπλάμην.
これらすべてから、私は何とも多様な喜びに満たされた。
Ἕταιρος οὐκοῦν καὶ ταῦτα λέγοις ἄν, ὦ Μένιππε, ἵνα μηδὲ καθʼ ἓν ἀπολειπώμεθα τῆς ἀποδημίας, ἀλλʼ εἴ τί σοι καὶ ὁδοῦ πάρεργον ἱστόρηται, καὶ τοῦτο εἰδῶμεν·
友:それではメニッポスよ、それらのことも語ってくれないか。 私たちが君の旅から何一つ取り残されないように。 そして道中の余談として何か見聞したことがあるなら、それも私たちが知ることができるように。
ὡς ἔγωγε οὐκ ὀλίγα προσδοκῶ ἀκούσεσθαι σχήματός τε πέρι γῆς καὶ τῶν ἐπʼ αὐτῆς ἁπάντων, οἷά σοι ἄνωθεν ἐπισκοποῦντι κατεφαίνετο.
というのも、私は、地球の形やその上にあるすべてのものが、上から観察していた君にどのように見えたかについて、少なからぬことを聞けると期待しているからだ。
Μένιππος καὶ ὀρθῶς γε, ὦ ἑταῖρε, εἰκάζεις·
メニッポス:まさにその通り推測しているよ、友よ。
διόπερ ὡς οἷόν τε ἀναβὰς ἐπὶ τὴν σελήνην τῷ λόγῳ συναποδήμει τε καὶ συνεπισκόπει τὴν ὅλην τῶν ἐπὶ γῆς διάθεσιν.
それゆえ、できる限り言葉によって月へと登り、私と一緒に旅をし、地上にあるものの全容を一緒に観察したまえ。
§12Μένιππος καὶ πρῶτόν γέ μοι πάνυ μικρὰν δόκει τινὰ τὴν γῆν ὁρᾶν, πολὺ λέγω τῆς σελήνης βραχυτέραν, ὥστε ἐγὼ ἄφνω κατακύψας ἐπὶ πολὺ ἠπόρουν ποῦ εἴη τὰ τηλικαῦτα ὄρη καὶ ἡ τοσαύτη θάλαττα·
メニッポス:そしてまず、私には地球が非常に小さく見えた。 月よりもずっと小さいと言っておく。 そのため、私は急にかがみ込んで、あのような巨大な山々やあの広大な海がどこにあるのかと、長い間当惑していた。
καὶ εἴ γε μὴ τὸν Ῥοδίων κολοσσὸν ἐθεασάμην καὶ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, εὖ ἴσθι, παντελῶς ἄν με ἡ γῆ διέλαθε.
もしロードス島の巨像とファロス島にある塔を目にしていなかったなら、よく知っておいてほしいが、地球は完全に私の目から隠れていただろう。
νῦν δὲ ταῦτα ὑψηλὰ ὄντα καὶ ὑπερανεστηκότα καὶ ὁ Ὠκεανὸς ἠρέμα πρὸς τὸν ἥλιον ὑποστίλβων διεσήμαινέ μοι γῆν εἶναι τὸ ὁρώμενον.
しかし実際には、これらが高く、そびえ立っており、オケアノスが太陽に向かって静かにかすかに輝いていたことが、見えているものが地球であることを私に示してくれたのだ。
ἐπεὶ δὲ ἅπαξ τὴν ὄψιν ἐς τὸ ἀτενὲς ἀπηρεισάμην, ἅπας ὁ τῶν ἀνθρώπων βίος ἤδη κατεφαίνετο, οὐ κατὰ ἔθνη μόνον καὶ πόλεις, ἀλλὰ καὶ αὐτοὶ σαφῶς οἱ πλέοντες, οἱ πολεμοῦντες, οἱ γεωργοῦντες, οἱ δικαζόμενοι, τὰ γύναια, τὰ θηρία, καὶ πάνθʼ ἁπλῶς ὁπόσα τρέφει ζείδωρος ἄρουρα.
そして、一度私が視線を凝らして固定すると、今や人類のすべての生活が、民族や都市ごとに留まらず、航海している人々、戦争している人々、耕作している人々、裁判で争っている人々、女たち、野獣たち、そして恵み豊かな大地が育む文字通りすべてのものが、はっきりと見えてきたのだ。
Ἕταιρος παντελῶς ἀπίθανα φὴς ταῦτα καὶ αὑτοῖς ὑπεναντία·
友:君の言うことは全く信じがたく、矛盾している。
ὃς γὰρ ἀρτίως, ὦ Μένιππε, τὴν γῆν ἐζήτεις ὑπὸ τοῦ μεταξὺ διαστήματος ἐς βραχὺ συνεσταλμένην, καὶ εἴ γε μὴ ὁ κολοσσὸς ἐμήνυσέ σοι, τάχα ἂν ἄλλο τι ᾠήθης ὁρᾶν, πῶς νῦν καθάπερ Λυγκεύς τις ἄφνω γενόμενος ἅπαντα διαγινώσκεις τὰ ἐπὶ γῆς, τοὺς ἀνθρώπους, τὰ θηρία, μικροῦ δεῖν τὰς τῶν ἐμπίδων νεοττιάς;
メニッポスよ、ついさっき君は、中間にある距離のために地球が小さく縮んでしまってそれを探しており、もし巨像が君に示してくれなかったら、おそらく別のものを見ていると思っただろうに、どうして今、突然リュンケウスのようになって、地上のすべてのもの、すなわち人間や野獣、ほとんど蚊の巣までもはっきりと見分けることができるのだね?

語釈・文法注

  1. 11ἤδη δʼ οὖν μοι τοῦ τολμήματος ἐκμεμελετημένου — μοι(与格・行為者)と ἐκμεμελετημένου(完了受動分詞・中受動属格)の構造。τοῦ τολμήματος は分詞の意味上の主語であり、属格独立構文の形を取っているが、行為者が与格の μοι で示されている。
  2. 12εἴ γε μὴ τὸν Ῥοδίων κολοσσὸν ἐθεασάμην ... παντελῶς ἄν με ἡ γῆ διέλαθε — 過去の事実と反対の仮定を表す反実仮想条件文。条件節に εἰ μή +直説法過去(ἐθεασάμην)、帰結節に ἄν +直説法過去(διέλαθε)が用いられている。
  3. 12ὃς γὰρ ἀρτίως ... τὴν γῆν ἐζήτεις — 関係代名詞 ὅς の先行詞は文脈上の二人称単数(主節の主語である Menippus)。この関係節は、なぜ友人がメニッポスの言葉を矛盾している(ἀπίθανα ... καὶ αὑτοῖς ὑπεναντία)と考えるのかという理由・背景を説明している。

この箇所を引用する

ルキアノス, イカロメニッポスまたは空飛ぶ人 §11-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:11-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。