§5Προμηθεύς
πρότερος οὖν, ὦ Ἑρμῆ, λέγε, καὶ ὅπως μου ὡς δεινότατα κατηγορήσῃς μηδὲ καθυφῇς τι τῶν δικαίων τοῦ πατρός.
プロメテウス:では、ヘルメスよ、お前が先に話すがよい。 そして、私のことをできる限り厳しく告発し、お前の父の正当な権利を手加減せぬように。
σὲ δέ, ὦ Ἥφαιστε, δικαστὴν ποιοῦμαι ἔγωγε.
そしてヘパイストスよ、私はお前を裁判官に指名する。
Ἥφαιστος
μὰ Δίʼ, ἀλλὰ κατήγορον ἀντὶ δικαστοῦ ἴσθι με ἕξων, ὃς τὸ πῦρ ὑφελόμενος ψυχράν μοι τὴν κάμινον ἀπολέλοιπας.
ヘパイストス:いや、ゼウスにかけて、裁判官の代わりにお前は私を告発者として持つことになると知るがよい。 お前は火を盗み出して、私の炉を冷たく放置したのだからな。
Προμηθεύς
οὐκοῦν διελόμενοι τὴν κατηγορίαν, σὺ μὲν περὶ τῆς κλοπῆς ἤδη σύνειρε, ὁ Ἑρμῆς δὲ τὴν κρεανομίαν καὶ τὴν ἀνθρωποποιίαν αἰτιάσεται·
プロメテウス:それなら、告発を分担して、お前はさっそく盗みについて弁舌を連ねるがよい。 ヘルメスは肉の分配と人間創造を非難することにしよう。
ἄμφω δὲ τεχνῖται καὶ εἰπεῖν δεινοὶ ἐοίκατε εἶναι.
お前たち二人はどちらも専門家で、語るに巧みであるようだ。
Ἥφαιστος
ὁ Ἑρμῆς καὶ ὑπὲρ ἐμοῦ ἐρεῖ·
ヘパイストス:ヘルメスが私の代わりにも語るだろう。
ἐγὼ γὰρ οὐ πρὸς λόγοις τοῖς δικανικοῖς εἰμι, ἀλλʼ ἀμφὶ τὴν κάμινον ἔχω τὰ πολλά·
私は法廷の弁論には向いておらず、大抵は炉のまわりで仕事をしているからだ。
ὁ δὲ ῥήτωρ τέ ἐστι καὶ τῶν τοιούτων οὐ παρέργως μεμέληκεν αὐτῷ.
だが彼は雄弁家であり、そうしたことには並々ならぬ関心を寄せてきたのだ。
Προμηθεύς
ἐγὼ μὲν οὐκ ἄν ποτε ᾤμην καὶ περὶ τῆς κλοπῆς τὸν Ἑρμῆν ἐθελῆσαι ἂν εἰπεῖν οὐδὲ ὀνειδιεῖν μοι τὸ τοιοῦτον ὁμοτέχνῳ ὄντι.
プロメテウス:私は、ヘルメスが盗みについてまで語りたがり、同業者である私にそのようなことで非難を浴びせるとは思いもしなかった。
πλὴν ἀλλʼ εἰ καὶ τοῦτο, ὦ Μαίας παῖ, ὑφίστασαι, καιρὸς ἤδη περαίνειν τὴν κατηγορίαν.
ともあれ、マイアの息子よ、お前がこれをも引き受けるというのなら、もう告発を始める時間だ。
§6Ἑρμῆς
πάνυ γοῦν, ὦ Προμηθεῦ, μακρῶν δεῖ λόγων καὶ ἱκανῆς τινος παρασκευῆς ἐπὶ τὰ σοὶ πεπραγμένα, οὐχὶ δὲ ἀπόχρη μόνα τὰ κεφάλαια εἰπεῖν τῶν ἀδικημάτων, ὅτι ἐπιτραπέν σοι μοιρᾶσαι τὰ κρέα σαυτῷ μὲν τὰ κάλλιστα ἐφύλαττες, ἐξηπάτας δὲ τὸν βασιλέα, καὶ τοὺς ἀνθρώπους ἀνέπλασας, οὐδὲν δέον, καὶ τὸ πῦρ κλέψας παρʼ ἡμῶν ἐκόμισας ἐς αὐτούς·
ヘルメス:いやはや、プロメテウスよ、お前の仕業に対して長大な弁論や十分な準備など本当に必要だろうか。 ただ犯行の要点を挙げるだけで十分ではないか。 つまり、肉の分配を委ねられたお前が自分に最良の部分を確保して王を欺き、不必要にも人間を創造し、我々から火を盗んで彼らに運んだということだ。
καί μοι δοκεῖς, ὦ βέλτιστε, μὴ συνιέναι ἐπὶ τοῖς τηλικούτοις πάνυ φιλανθρώπου τοῦ Διὸς πεπειραμένος.
お前はこれほどの大罪を犯しておきながら、極めて寛大なゼウスの温情を被っていることを理解していないようだな。
εἰ μὲν οὖν ἔξαρνος εἶ μὴ εἰργάσθαι αὐτά, δεήσει καὶ διελέγχειν καὶ ῥῆσίν τινα μακρὰν ἀποτείνειν καὶ πειρᾶσθαι ὡς ἔνι μάλιστα ἐμφανίζειν τὴν ἀλήθειαν·
もしお前がこれらを行っていないと否定するなら、立証し、長演説を行い、できる限り真実を明らかにしようと努める必要もあるだろう。
εἰ δὲ φὴς τοιαύτην πεποιῆσθαι τὴν νομὴν τῶν κρεῶν καὶ τὰ περὶ τοὺς ἀνθρώπους καινουργῆσαι καὶ τὸ πῦρ κεκλοφέναι, ἱκανῶς κατηγόρηταί μοι, καὶ μακρότερα οὐκ ἂν εἴποιμι·
しかし、もしお前がそのような肉の分配を行い、人間に関する悪巧みを働き、火を盗んだと認めるなら、私の告発はこれで十分であり、これ以上長く話すつもりはない。
λῆρος γὰρ ἄλλως τὸ τοιοῦτον.
そんなことをするのは、まったくの無駄だからだ。
§7Προμηθεύς
εἰ μὲν καὶ ταῦτα λῆρός ἐστιν ἃ εἴρηκας, εἰσόμεθα μικρὸν ὕστερον·
プロメテウス:お前の言ったことが無駄かどうかは、少し経てばわかるだろう。
ἐγὼ δέ, ἐπείπερ ἱκανὰ φὴς εἶναι τὰ κατηγορημένα, πειράσομαι ὡς ἂν οἷός τε ὦ διαλύσασθαι τὰ ἐγκλήματα.
私は、お前が告発内容は十分だと言うのだから、できる限りこれらの罪状を解きほぐすよう努めよう。
καὶ πρῶτόν γε ἄκουσον τὰ περὶ τῶν κρεῶν.
そして、まずは肉に関する件を聞いてくれ。
καίτοι, νὴ τὸν Οὐρανόν, καὶ νῦν λέγων αὐτὰ αἰσχύνομαι ὑπὲρ τοῦ Διός, εἰ οὕτω μικρολόγος καὶ μεμψίμοιρός ἐστιν, ὡς διότι μικρὸν ὀστοῦν ἐν τῇ μερίδι εὗρε, ἀνασκολοπισθησόμενον πέμπειν παλαιὸν οὕτω θεόν, μήτε τῆς συμμαχίας μνημονεύσαντα μήτε αὖ τὸ τῆς ὀργῆς κεφάλαιον ἡλίκον ἐστὶν ἐννοήσαντα καὶ ὡς μειρακίου τὸ τοιοῦτον, ὀργίζεσθαι καὶ ἀγανακτεῖν εἰ μὴ τὸ μεῖζον αὐτὸς λήψεται.
しかし、天にかけて、今それについて語ることでさえ、私はゼウスの代わりに恥ずかしく思う。 彼がこれほどまでに器が小さく、愚痴っぽいとは。 自分の取り分に小さな骨が見つかったからといって、これほど古い神を、かつての同盟を思い出すこともなく、また怒りの根本原因がどれほど些細なものであるかを考慮することもなく、少年のように、自分が大きい方を受け取れなかったからといって怒り、憤慨して、磔に処すために送るとは。
§8Προμηθεύς
καίτοι τάς γε ἀπάτας, ὦ Ἑρμῆ, τὰς τοιαύτας συμποτικὰς οὔσας οὐ χρή, οἶμαι, ἀπομνημονεύειν, ἀλλʼ εἰ καί τι ἡμάρτηται μεταξὺ εὐωχουμένων, παιδιὰν ἡγεῖσθαι καὶ αὐτοῦ ἐν τῷ συμποσίῳ καταλιπεῖν τὴν ὀργήν·
しかし、ヘルメスよ、宴の席でのそのような悪ふざけは、心に留めておくべきではないと思う。 宴会の最中に何か過ちがあったとしても、それを冗談とみなし、怒りはその場に置いて去るべきなのだ。
ἐς δὲ τὴν αὔριον ταμιεύεσθαι τὸ μῖσος καὶ μνησικακεῖν καὶ ἕωλόν τινα μῆνιν διαφυλάττειν, ἄπαγε, οὔτε θεοῖς πρέπον οὔτε ἄλλως βασιλικόν·
憎しみを翌日まで持ち越し、恨みを抱き、古びた怒りを持ち続けるなど、とんでもない。 神々にもふさわしくなければ、およそ王らしいことでもない。
ἢν γοῦν ἀφέλῃ τις τῶν συμποσίων τὰς κομψείας ταύτας, ἀπάτην καὶ σκώμματα καὶ τὸ διασιλλαίνειν καὶ ἐπιγελᾶν, τὸ καταλειπόμενόν ἐστι μέθη καὶ κόρος καὶ σιωπή, σκυθρωπὰ καὶ ἀτερπῆ πράγματα καὶ ἥκιστα συμποσίῳ πρέποντα.
もし宴会からこのような風流なこと、すなわち悪ふざけや冗談、からかいや笑い草を取り去ってしまえば、残されるのは泥酔と満腹と沈黙だけであり、それは陰鬱で不快な事態であり、およそ宴会にふさわしくない。
ὥστε ἔγωγε οὐδὲ μνημονεύσειν εἰς τὴν ὑστεραίαν ἔτι ᾤμην τούτων τὸν Δία, οὐχ ὅπως τηλικαῦτα ἐπʼ αὐτοῖς ἀγανακτήσειν καὶ πάνδεινα ἡγήσεσθαι πεπονθέναι, εἰ διανέμων τις κρέα παιδιάν τινα ἔπαιζε πειρώμενος εἰ διαγνώσεται τὸ βέλτιον ὁ αἱρούμενος.
だからこそ、私は翌日までゼウスがこれらのことを覚えているなどとは思いもしなかったし、ましてや、肉を分配する者が、選ぶ者がより良い方を見分けられるかどうかを試そうとしてちょっとした悪ふざけをしたからといって、これほど怒り狂い、とんでもなく不当な仕打ちを被ったと考えるなどとは思いもしなかったのだ。