← ルキアノス

プロメテウス

§18-21

火の窃盗の弁護とプロメテウスの解放の予言

プロメテウスは、火の窃盗が神々に何の損失も与えず、むしろ彼らに祭祀の煙をもたらしたと弁明する。ヘルメスはその弁舌を認めつつ警告するが、プロメテウスは将来ヘラクレスに救われることや、テティスにまつわるゼウスを救う秘密を握っていることを告げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18

Προμηθεύς ἤδη δὲ καὶ ἐπὶ τὸ πῦρ, εἰ δοκεῖ, μέτειμι καὶ τὴν ἐπονείδιστον ταύτην κλοπήν. καὶ πρὸς θεῶν τοῦτό μοι ἀπόκριναι μηδὲν ὀκνήσας· ἔσθʼ ὅ τι ἡμεῖς τοῦ πυρὸς ἀπολωλέκαμεν, ἐξ οὗ καὶ παρʼ ἀνθρώποις ἐστίν; οὐκ ἂν εἴποις. αὕτη γάρ, οἶμαι, φύσις τουτουὶ τοῦ κτήματος, οὐδέν τι ἔλαττον γίγνεται, εἰ καί τις ἄλλος αὐτοῦ μεταλάβοι· οὐ γὰρ ἀποσβέννυται ἐναυσαμένου τινός· φθόνος δὲ δὴ ἄντικρυς τὸ τοιοῦτο, ἀφʼ ὧν μηδὲν ὑμεῖς ἠδίκησθε, τούτων κωλύειν μεταδιδόναι τοῖς δεομένοις. καίτοι θεούς γε ὄντας ἀγαθοὺς εἶναι χρὴ καὶ δωτῆρας ἑάων1 καὶ ἔξω φθόνου παντὸς ἑστάναι· ὅπου γε καὶ εἰ τὸ πᾶν τοῦτο πῦρ ὑφελόμενος κατεκόμισα ἐς τὴν γῆν μηδʼ ὅλως τι αὐτοῦ καταλιπών, οὐ μεγάλα ὑμᾶς ἠδίκουν·2 οὐδὲν γὰρ ὑμεῖς δεῖσθε αὐτοῦ μήτε ῥιγοῦντες μήτε ἕψοντες τὴν ἀμβροσίαν μήτε φωτὸς ἐπιτεχνητοῦ δεόμενοι.

プロメテウス さらに今や、よろしければ、火のこと、そしてあの非難されるべき盗みへと移りましょう。そして神々に誓って、何ら躊躇することなく私にこれに答えてほしい。火が人間のもとにもあるようになって以来、我々がその火のことで何かを失っただろうか。お前はそうは言えないだろう。なぜなら、私の思うに、この所有物の性質とは、たとえ他の誰かがそれにあずかったとしても、いささかも減少しないということだからだ。実際、誰かがそこから火を点けたとしても、火が消えてしまうわけではないのだから。お前たちが何ら害を被っていないものについて、それを必要としている者たちに分け与えるのを阻むとは、まさに露骨な妬みだ。けれども、神々である以上、善き者であり、「善きものの与え手」であり、あらゆる妬みから超然としているべきである。実際、もし私がこの火をすべて盗み出して地上に持ち去り、その一部をも全く残さなかったとしても、私はお前たちに大きな害を与えたわけではないだろう。なぜなら、お前たちは寒さに凍えることもなく、アンブロシアを煮ることもなく、人工の光を必要とすることもないので、火をまったく必要としないからだ。

§19

Προμηθεύς οἱ δὲ ἄνθρωποι καὶ εἰς τὰ ἄλλα μὲν ἀναγκαίῳ χρῶνται τῷ πυρί, μάλιστα δὲ ἐς τὰς θυσίας, ὅπως ἔχοιεν κνισᾶν τὰς ἀγυιὰς καὶ τοῦ λιβανωτοῦ θυμιᾶν καὶ τὰ μηρία καίειν ἐπὶ τῶν βωμῶν. ὁρῶ δέ γε ὑμᾶς μάλιστα χαίροντας τῷ καπνῷ καὶ τὴν εὐωχίαν ταύτην ἡδίστην οἰομένους, ὁπόταν εἰς τὸν οὐρανὸν ἡ κνῖσα παραγένηται ἑλισσομένη περὶ καπνῷ. ἐναντιωτάτη τοίνυν ἡ μέμψις αὕτη ἂν γένοιτο τῇ ὑμετέρᾳ ἐπιθυμίᾳ. θαυμάζω δὲ ὅπως οὐχὶ καὶ τὸν ἥλιον κεκωλύκατε καταλάμπειν αὐτούς· καίτοι πῦρ καὶ οὗτός ἐστι πολὺ θειότερόν τε καὶ πυρωδέστερον. ἢ κἀκεῖνον αἰτιᾶσθε ὡς σπαθῶντα ὑμῶν τὸ κτῆμα; εἴρηκα. σφὼ δέ, ὦ Ἑρμῆ καὶ Ἥφαιστε, εἴ τι μὴ καλῶς εἰρῆσθαι δοκεῖ, διευθύνετε καὶ ἐξελέγχετε, κἀγὼ αὖθις ἀπολογήσομαι.

プロメテウス 一方、人間は他のことのためにも火を不可欠なものとして用いるが、とりわけ犠牲式のために用い、それによって通りを脂香で満たし、乳香を燻らせ、祭壇の上で腿の骨を焼くことができる。そして私はお前たちがその煙を最も喜び、脂香が「煙をまとって渦巻きながら」天へと届くとき、この饗宴を最も甘美なものと考えているのを見ている。したがって、この非難はお前たちの欲望と全く矛盾するものとなるだろう。しかし私は、お前たちがなぜ彼らを照らす太陽をも禁じなかったのか不思議に思う。太陽もまた、はるかに神聖で燃え盛る火であるというのに。それとも、太陽をも、お前たちの所有物を浪費しているとして非難するのか。 私の言うことは以上だ。ヘルメスよ、そしてヘパイストスよ、もし何か適切に語られていないと思われることがあれば、お前たち二人で正し、論破するがよい。そうすれば私は再び弁明しよう。

§20

Ἑρμῆς οὐ ῥᾴδιον, ὦ Προμηθεῦ, πρὸς οὕτω γενναῖον σοφιστὴν ἁμιλλᾶσθαι· πλὴν ἀλλὰ ὤνησο, διότι μὴ3 καὶ ὁ Ζεὺς ταῦτα ἐπήκουσέ σου· εὖ γὰρ οἶδα, ἑκκαίδεκα γῦπας ἂν ἐπέστησέ σοι τὰ ἔγκατα ἐξαιρήσοντας·4 οὕτω δεινῶς αὐτοῦ κατηγόρηκας ἀπολογεῖσθαι δοκῶν. ἐκεῖνο δέ γε θαυμάζω, ὅπως μάντις ὢν οὐ προεγίγνωσκες ἐπὶ τούτοις κολασθησόμενος. Προμηθεύς ἠπιστάμην, ὦ Ἑρμῆ, καὶ ταῦτα μὲν καὶ ὅτι ἀπολυθήσομαι αὖθις οἶδα, καὶ ἤδη γέ τις ἐκ Θηβῶν ἀφίξεται σὸς ἀδελφὸς οὐκ εἰς μακρὰν κατατοξεύσων ὃν φὴς ἐπιπτήσεσθαί μοι τὸν ἀετόν. Ἑρμῆς εἰ γὰρ γένοιτο, ὦ Προμηθεῦ, ταῦτα καὶ ἐπίδοιμί σε λελυμένον, κοινῇ σὺν ἡμῖν εὐωχούμενον, οὐ μέντοι καὶ κρεανομοῦντά γε.

ヘルメス プロメテウスよ、これほど見事なソフィストと競うのは容易なことではない。しかし、ゼウスがこのお前の言葉を聞かなかったのは、お前にとって幸いなことだった。なぜなら、もし聞いていたなら、お前の内臓をえぐり出させるために、16羽の禿鷹を差し向けたに違いないと私はよく知っているからだ。お前は弁明しているように見えながら、これほど激しく彼を告発したのだから。しかし、私が驚くのは、予言者でありながら、これらのことのために自分が罰せられることをあらかじめ知らなかったのかということだ。 プロメテウス ヘルメスよ、私はそれも知っていたし、再び解放されることも知っている。そして間もなく、テバイからお前の兄弟である者がやって来て、お前が私のもとに飛んでくると言うあの鷲を射落とすだろう。 ヘルメス プロメテウスよ、願わくばそのようになり、お前が解放されて我々と一緒に饗宴を楽しんでいるのを見たいものだ。ただし、肉を分配する役目はなしでだがね。

§21

Προμηθεύς θάρρει· καὶ συνευωχήσομαι ὑμῖν καὶ ὁ Ζεὺς λύσει με οὐκ ἀντὶ μικρᾶς εὐεργεσίας. Ἑρμῆς τίνος ταύτης; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν. Προμηθεύς οἶσθα, ὦ Ἑρμῆ, τὴν Θέτιν; ἀλλʼ οὐ χρὴ λέγειν· φυλάττειν γὰρ ἄμεινον τὸ ἀπόρρητον, ὡς μισθὸς εἴη καὶ λύτρα μοι ἀντὶ τῆς καταδίκης. Ἑρμῆς ἀλλὰ φύλαττε, ὦ Τιτάν, εἰ τοῦτʼ ἄμεινον. ἡμεῖς δὲ ἀπίωμεν, ὦ Ἥφαιστε· καὶ γὰρ ἤδη πλησίον οὑτοσὶ ὁ ἀετός. ὑπόμενε οὖν καρτερῶς· εἴη δέ γε ἤδη σοι τὸν Θηβαῖον ὃν φὴς τοξότην ἐπιφανῆναι, ὡς παύσειέ σε ἀνατεμνόμενον ὑπὸ τοῦ ὀρνέου.

プロメテウス 安心しろ。私はお前たちと一緒に饗宴を楽しむし、ゼウスも小さな恩義の代わりに私を解放するわけではないのだから。 ヘルメス それはどのような恩義かね。躊躇わずに言ってくれ。 プロメテウス ヘルメスよ、お前はテティスを知っているか。いや、言うべきではない。秘密を守る方が良いのだ。それが私の判決に対する報酬となり、身代金となるように。 ヘルメス ティタンよ、もしそれが良いのなら、守っておくがよい。ヘパイストスよ、我々は立ち去ろう。あの鷲がすでに近くに来ているのだから。それゆえ、辛抱強く耐えるのだ。お前が言うあのテバイの射手が早く現れて、その鳥によってお前が切り裂かれるのを止めてくれるとよいが。

構文注4 件
  1. 18δωτῆρας ἑάων

    δωτῆρας は δωτήρ(与え手)の対格複数形。ἑάων は形容詞 ἐύς(善き)の中性複数属格形であり、ホメロスの叙事詩で用いられる定型句(「善きものの与え手たち」)を引用した古風な表現。

  2. 18οὐ μεγάλα ὑμᾶς ἠδίκουν

    接続詞 ἄν を伴わない直説法過去未完了(ἠδίκουν)による反実仮想。通常、帰結節には ἄν が必要だが、結論の確実性をより断定的に表現するために ἄν が省略されている。

  3. 20ὤνησο, διότι μὴ

    ὤνησο は動詞 ὀνίνημι の第二アオリスト中間態直説法二人称単数形(「よかったな」の意)。後ろの διότι 節は理由を表すが、客観的事実の οὐ ではなく主観的否定の μή が用いられているのは、ゼウスが聞かなかったという事実そのものよりも、それをプロメテウスにとっての「幸運な条件」として主観的に捉えているため。

  4. 20ἐξαιρήσοντας

    動詞 ἐξαιρέω の未来能動態分詞複数対格形。ここでは目的を表す未来分詞(「〜するために」)として機能しており、先行する名詞 γῦπας(禿鷹たち)を修飾している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:18-21