Humanitext Reader

ルキアノス · 夢またはにわとり §24-25

王の生活の実態と巨像の比喩

9 / 11 箇所 · ギリシア語

要旨

雄鶏はかつて自分が王であったときの生活を振り返り、外見の華やかさとは裏腹に、支配者の内実は巨大な彫像(コロッソス)の内部のように、無数の不安や恐怖、陰謀に満ちていたことを比喩を交えて明かす。

§24Μίκυλλος εἰπέ μοι, ὦ ἀλεκτρυών, σὺ δὲ ὁπότε βασιλεὺς ἦσθα — φὴς γὰρ καὶ βασιλεῦσαί ποτε — ποίου τινὸς ἐπειράθης ἐκείνου τοῦ βίου;
Μίκυλλος 雄鶏よ、私に教えてくれ。 お前が王であったとき――お前はかつて王としても支配したと言っているのだから――その生活はどのようなものであったか。
ἦ που πανευδαίμων ἦσθα, τὸ κεφάλαιον ὅ τι πέρ ἐστι τῶν ἀγαθῶν ἁπάντων ἔχων;
すべての善きものの極みである地位を手にして、さぞやこの上なく幸福であったのだろうね。
Ἀλεκτρυών μηδὲ ἀναμνήσῃς με, ὦ Μίκυλλε, οὕτω τρισάθλιος ἦν τότε, τοῖς μὲν ἔξω πᾶσιν ὅπερ ἔφησθα πανευδαίμων εἶναι δοκῶν, ἔνδοθεν δὲ μυρίαις ἀνίαις συνών.
Ἀλεκτρυών ミキュロスよ、私にそのことを思い出させないでおくれ。 当時の私はそれほどまでに惨めであったのだ。 外見は、お前が言ったようにこの上なく幸福であるように見えながら、内実は無数の苦悩を抱えていた。
Μίκυλλος τίσι ταύταις;
Μίκυλλος その苦悩とはどのようなものかね。
παράδοξα γὰρ καὶ οὐ πάνυ τι πιστὰ φής.
お前の言うことは逆説的で、あまり信じがたいことだからだ。
Ἀλεκτρυών ἦρχον μὲν οὐκ ὀλίγης χώρας, ὦ Μίκυλλε, παμφόρου τινὸς καὶ πλήθει ἀνθρώπων καὶ κάλλει πόλεων ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας ποταμοῖς τε ναυσιπόροις καταρρεομένης καὶ θαλάττῃ εὐόρμῳ χρωμένης, καὶ στρατιὰ ἦν πολλὴ καὶ ἵππος συγκεκροτημένη καὶ δορυφορικὸν οὐκ ὀλίγον καὶ τριήρεις καὶ χρημάτων πλῆθος ἀνάριθμον καὶ χρυσὸς πάμπολυς καὶ ἡ ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα ἐς ὑπερβολὴν ἐξωγκωμένη, ὥστε ὁπότε προΐοιμι, οἱ μὲν πολλοὶ προσεκύνουν καὶ θεόν τινα ὁρᾶν ᾤοντο καὶ ἄλλοι ἐπʼ ἄλλοις συνέθεον ὀψόμενοί με, οἱ δὲ καὶ ἐπὶ τὰ τέγη ἀνιόντες ἐν μεγάλῳ ἐτίθεντο ἀκριβῶς ἑωρακέναι τὸ ζεῦγος, τὴν ἐφεστρίδα, τὸ διάδημα, τοὺς προπομπεύοντας, τοὺς ἑπομένους.
Ἀλεκτρυών ミキュロスよ、私は決して小さくない国を支配していたのだ。 そこはきわめて肥沃で、人口の多さや都市の美しさにおいては最も称賛に値する国々の一つであり、航行可能な川が流れ、良港を擁する海に面していた。 軍隊は強大で、訓練された騎兵、少なくない近衛兵、三段櫂船があり、数え切れない富、おびたただしい金、そして支配に伴うその他すべての芝居がかった華やかさが極限まで誇張されていた。 だから、私が外出するときには、多くの人々がひれ伏し、まるで神を見ているかのように思い、人々が次から次へと私を見ようと集まり、屋根の上にまで登って、私の馬車や外套、王冠、行列の先導者や従者たちをはっきりと目にしたことを大層な自慢にしていたものだ。
ἐγὼ δὲ εἰδὼς ὁπόσα με ἠνία καὶ ἔστρεφεν, ἐκείνοις μὲν τῆς ἀνοίας συνεγίνωσκον, ἐμαυτὸν δὲ ἠλέουν ὅμοιον ὄντα τοῖς μεγάλοις ἐκείνοις κολοσσοῖς, οἵους ἢ Φειδίας ἢ Μύρων ἢ Πραξιτέλης ἐποίησεν·
だが私は、自分を苦しめ、苛むものがどれほどあるかを知っていたので、彼らの無知を気の毒に思うとともに、フェイディアスやミュロンやプラクシテレスが作ったあの巨大な巨像と同じような自分自身を憐れんでいた。
κἀκείνων γὰρ ἕκαστος ἔκτοσθεν μὲν Ποσειδῶν τις ἢ Ζεύς ἐστι πάγκαλος ἐκ χρυσίου καὶ ἐλέφαντος συνειργασμένος, κεραυνὸν ἢ ἀστραπὴν ἢ τρίαιναν ἔχων ἐν τῇ δεξιᾷ, ἢν δὲ ὑποκύψας ἴδῃς τά γʼ ἔνδον, ὄψει μοχλούς τινας καὶ γόμφους καὶ ἥλους διαμπὰξ πεπερονημένους καὶ κορμοὺς καὶ σφῆνας καὶ πίτταν καὶ πηλὸν καὶ τοιαύτην τινὰ πολλὴν ἀμορφίαν ὑποικουροῦσαν·
というのも、それらの巨像は、外側はどれも金と象牙で実に見事に作られたポセイドンやゼウスであり、右手には雷電や三叉の矛を握っているが、もし身をかがめて内側を覗き見るなら、何本もの突っ張り棒やボルト、貫通して打ち込まれた釘、梁、くさび、ピッチ、泥など、多くの醜悪なものが中に潜んでいるのが見えるからだ。
ἐῶ λέγειν μυῶν πλῆθος ἢ μυγαλῶν ἐμπολιτευόμενον αὐτοῖς ἐνίοτε.
時にはその中に、多数のネズミやトガリネズミが巣を作っていることについては言うまでもない。
τοιοῦτόν τι καὶ βασιλεία ἐστίν.
王の支配というものも、まさにこのようなものなのだ。
§25Μίκυλλος οὐδέπω ἔφησθα τὸν πηλὸν καὶ τοὺς γόμφους καὶ μοχλοὺς οἵτινες εἶεν τῆς ἀρχῆς, οὐδὲ τὴν ἀμορφίαν ἐκείνην τὴν πολλὴν ἥτις ἐστίν·
Μίκυλλος お前は、支配における泥やボルトや突っ張り棒が何であるか、またあの多くの醜悪さが何であるかをまだ言っていない。
ὡς τό γε ἐξελαύνειν ἀποβλεπόμενον καὶ τοσούτων ἄρχοντα καὶ προσκυνούμενον δαιμονίως ἔοικέ σου τῷ κολοσσιαίῳ παραδείγματι·
注目を浴びながら馬車を走らせ、これほど多くの人々を支配し、ひれ伏される様子は、まさにお前の言う巨像の譬えによく似ており、神々しいものだからな。
θεσπέσιον γάρ τι καὶ τοῦτο. σὺ δὲ τὰ ἔνδον ἤδη τοῦ κολοσσοῦ λέγε.
さあ、巨像の内部について語ってくれ。
Ἀλεκτρυών τί πρῶτον εἴπω σοι, ὦ Μίκυλλε;
Ἀλεκτρυών ミキュロスよ、何から話せばよいだろうか。
τοὺς φόβους καὶ τὰ δείματα καὶ ὑποψίας καὶ μῖσος τὸ παρὰ τῶν συνόντων καὶ ἐπιβουλάς, καὶ διὰ ταῦτα ὕπνον τε ὀλίγον, ἐπιπόλαιον κἀκεῖνον, καὶ ταραχῆς μεστὰ ὀνείρατα καὶ ἐννοίας πολυπλόκους καὶ ἐλπίδας ἀεὶ πονηράς, ἢ τὴν ἀσχολίαν καὶ χρηματισμοὺς καὶ δίκας καὶ ἐκστρατείας καὶ προστάγματα καὶ συνθήματα καὶ λογισμούς;
周囲の者たちへの恐れや不安、猜疑、憎悪、そして陰謀。 これらゆえに、睡眠はごくわずかで、それすら浅いものであり、不安に満ちた夢、複雑な考え、常に暗い予感を抱くこと。 あるいは、暇のなさ、徴税、裁判、遠征、命令、条約、そして計算。
ὑφʼ ὧν οὐδὲ ὄναρ ἀπολαῦσαί τινος ἡδέος ἐγγίνεται, ἀλλʼ ἀνάγκη ὑπὲρ ἁπάντων μόνον διασκοπεῖσθαι καὶ μυρία ἔχειν πράγματα·
これらによって、夢の中でさえ何か心地よいものを楽しむ余地はなく、ただすべてのことを自分一人で深く考え、無数の厄介ごとを抱えねばならない。
" οὐδὲ γὰρ Ἀτρείδην Ἀγαμέμνονα ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα, " καὶ ταῦτα ῥεγκόντων Ἀχαιῶν ἁπάντων.
「というのも、アトレウスの子アガメムノンを、心に多くのことを思い巡らす間、甘き眠りが捉えることはなかった」それも、アカイア人たちが皆いびきをかいて寝ているときにだ。
λυπεῖ δὲ τὸν μὲν Λυδὸν υἱὸς κωφὸς ὤν, τὸν Πέρσην δὲ Κλέαρχος Κύρῳ ξενολογῶν, ἄλλον δὲ Δίων πρὸς οὖς τισι τῶν Συρακουσίων κοινολογούμενος, καὶ ἄλλον Παρμενίων ἐπαινούμενος καὶ Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον Σέλευκος·
そして、リュディア人は息子が耳の聞こえないこと(口のきけないこと)に苦しみ、ペルシア人はクレアルコスがキュロスのために傭兵を集めていることに苦しみ、別の者はディオンがシラクサ人たちの一部と密談していることに苦しみ、また別の者はパルメニオンが称賛されることに苦しみ、プトレマイオスはペルディッカスに、セレウコスはプトレマイオスに悩まされる。
ἀλλὰ κἀκεῖνα λυπεῖ, ὁ ἐρώμενος πρὸς ἀνάγκην συνὼν καὶ παλλακὶς ἄλλῳ χαίρουσα καὶ ἀποστήσεσθαί τινες λεγόμενοι καὶ δύʼ ἢ τέτταρες τῶν δορυφόρων πρὸς ἀλλήλους διαψιθυρίζοντες.
さらに、愛する者が無理やり付き従っていること、側室が他の男を喜んでいること、誰かが反乱を起こすと言われていること、そして二、三人の近衛兵が互いに囁き合っていることも苦しみの種だ。
τὸ δὲ μέγιστον, ὑφορᾶσθαι δεῖ μάλιστα τοὺς φιλτάτους κἀξ ἐκείνων ἀεί τι δεινὸν ἐλπίζειν ἥξειν.
そして最大のことは、最も愛する者たちを最も疑い、彼らから常に恐ろしいことが起こるのを予期していなければならないことだ。
ἐγὼ γοῦν ὑπὸ τοῦ παιδὸς ἀπέθανον ἐκ φαρμάκων, ὁ δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ἐρωμένου, τὸν δὲ ἄλλος ἴσως ὁμοιότροπος θάνατος κατέλαβεν.
現に私は、息子によって毒殺され、その息子自身も愛人によって殺され、また別の者もおそらく同様の死を遂げたのだ。

語釈・文法注

  1. 24ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας — 関係代名詞の省略を伴う慣用表現。先行詞と同種の複数名詞が省略されており、ここでは ἐν ταῖς [χώραις ταῖς] μάλιστα... のように「最も(θαυμάζεσθαι ἀξίας)称賛されるに値する国々の中で」という意味を成す。
  2. 24τὴν ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα — 直訳すると「支配の他のすべての悲劇」となるが、ここでは演劇の誇張された舞台装置や華やかな装飾になぞらえて、支配者がまとう「外面的な虚飾」や「芝居がかった排場」を意味する比喩的・軽蔑的な表現。
  3. 25ἐξελαύνειν ἀποβλεπόμενον — 受動分詞 ἀποβλεπόμενον(注視される、注目を浴びる)は、対格不定詞句の主格(ここでは王自身)に一致する対格となっており、「人々から注視されながら馬車を走らせること(外出すること)」という動名詞的な内容を形成している。
  4. 25ὑφʼ ὧν οὐδὲ ὄναρ ἀπολαῦσαί τινος ἡδέος ἐγγίνεται — 関係代名詞 ὧν は先行する支配に伴う多忙や心配事(ἀσχολίαν, κλπ.)を指す。「それらによって(ὑφʼ ὧν)、夢の中でさえ(οὐδὲ ὄναρ、副詞的対格)何か心地よいものを楽しむ(ἀπολαῦσαί τινος ἡδέος)ことが可能にならない(οὐκ ἐγγίνεται)」。

この箇所を引用する

ルキアノス, 夢またはにわとり §24-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:24-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。