Humanitext Reader

ルキアノス · 下界への旅または僭主 §14-16

ミキュロスが語る貧者の身軽さと死の平等

5 / 8 箇所 · ギリシア語

要旨

貧しい靴仕立て屋のミキュロスは、未練なく死を受け入れた身軽な己と、富や権力に固執して死を拒む僭主との対比を語り、下界の平等を喜ぶ。また、かつて神のように仰いでいた僭主が、死によってその虚飾を剥ぎ取られて滑稽に見える様を明かす。

§14Μίκυλλος εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος;
ミキュロス「教えてください、クロトよ、私についてはあなた方に何の考慮もないのですか?
ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ;
あるいは、私が貧しいから、そのために最後になって船に乗らねばならないのですか?
Κλωθώ σὺ δὲ τίς εἶ;
」クロト「お前は誰だ?
Μίκυλλος ὁ σκυτοτόμος Μίκυλλος.
」ミキュロス「靴仕立て屋のミキュロスです。
Κλωθώ εἶτα ἄχθῃ βραδύνων;
」クロト「それで、遅れるのを不満に思っているのか?
οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον;
僭主が、ほんの少し放免されるならどれほど多くのものを与えると約束しているか、見えないのか?
θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.
もしもお前にとっても遅延が喜ばしいものでないとしたら、私には不思議でならない。
Μίκυλλος ἄκουσον, ὦ βελτίστη Μοιρῶν·
」ミキュロス「お聞きください、最も優れた運命の女神よ。
οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι·
私には、あのキュクロプスの贈り物がちっとも嬉しくないのです。 すなわち、『ウーティスを最後に食ってやろう』と約束することです。
ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν.
最初であろうと最後であろうと、待っているのは同じ歯なのですから。
ἄλλως τε οὐδʼ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων·
それに、私の事情は富んだ者たちのそれとはまったく似ていません。
ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν·
『私たちの生活は正反対だ』と言われる通りです。
ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο·
すなわち、一方の僭主は、生涯を通じて幸福であると思われ、すべての人に恐れられ、羨望の的であり、これほど多くの金、銀、衣服、馬、宴会、美しい少年たち、端麗な妻たちを残して去るのですから、当然苦しみ、彼らから引き離されることを嫌がったのです。
οὐ γὰρ οἶδʼ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα·
というのも、どういうわけか、彼らの魂はとりもちに引っかかったかのようにそのようなものにへばりついており、昔からそれらに溶け込んでしまっているため、容易に離れようとしないのです。
μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς.
むしろ、これは彼らを縛りつけている断ち切れない絆のようなものです。
ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἅιδην φέρουσαν ὁδόν·
だからこそ、誰かが力ずくで連れて行こうとすると、彼らは泣き叫んで懇願し、他では大胆不敵であっても、冥府へ通じるこの道に関しては臆病であることが露呈するのです。
ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθά σε καταλιπαρῶν.
実際、彼らは後ろを振り返り、まるで叶わぬ恋に狂う者のように、遠くからでも光の中にあるものを見つめたいと望むのです。 あの愚かな男が道中で逃げ出そうとしたり、ここであなたに懇願したりして行ったように。
§15Μίκυλλος ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν·
」ミキュロス「しかし私の方は、人生において何の担保も持たず、畑も、貸家も、金も、道具も、名声も、肖像画も持っていなかったため、当然身軽でした。 そしてアトロポスが私に合図を送るやいなや、私は喜んで靴切り小刀と革の切れ端を放り出し――ちょうど靴底を手に持っていたのですが――すぐさま裸足のまま飛び起き、靴墨を洗い落とすこともせずについて行きました。 いや、むしろ前を見据えながら先頭に立って進んだのです。
οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει.
後ろの何ものも私を振り返らせたり、呼び戻したりしなかったからです。
καὶ νὴ Δίʼ ἤδη καλὰ τὰ παρʼ ὑμῖν πάντα ὁρῶ·
そして、ゼウスにかけて、あなた方のところにあるものはすでに何もかも素晴らしく見えます。
τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ.
すべての人に平等の権利があり、誰も隣人と異ならないということは、少なくとも私にとってこの上なく愉快に思われます。
τεκμαίρομαι δὲ μηδʼ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δὲ μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδʼ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι.
また、ここでは債務者が借金を督促されることもなく、税金を納める必要もないと推測します。 そして最も素晴らしいのは、冬に凍えることもなく、病気にもならず、強者たちに叩かれることもないということです。
εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα·
すべての人に平和があり、万事が逆転しています。
ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι.
私たち貧しい者は笑い、富んだ者たちは苦しみ、嘆いています。
§16Κλωθώ πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων.
」クロト「では、ミキュロスよ、お前がずっと笑っているのを私は見ていた。
τί δʼ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν;
何がお前を最も笑わせたのだ?
Μίκυλλος ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν·
」ミキュロス「お聞きください、私にとって最も尊い女神よ。
παροικῶν ἄνω τῷ τυράννῳ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρʼ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι·
地上で僭主の隣に住んでいたので、彼のところで起きていることを極めて正確に見ており、当時は彼が神のような存在に思えたのです。
τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας·
紫衣の美しさを見ては彼を羨み、従者の多さや、黄金、宝石をちりばめた杯、銀の脚の寝台を見てはため息をついていました。
ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων.
さらに、夕食のために用意される料理の匂いは私を悩ませ、そのために、彼は超人的な男であり、三重に幸福な者に見えたのです。 そして、幸運に誇り、厳かに歩みを進め、胸をそらせ、出会う人々を圧倒しながら、ほとんどすべての人よりも丸一王尺高く、美しいかのように思われました。
ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων.
しかし、彼が死ぬと、贅沢を剥ぎ取られた彼は私にとってまったく滑稽な姿に見え、また、自分が何というくだらないゴミのような男に見とれていたのかと、自分自身をなおさら嘲笑いました。 あの匂いから彼の幸福を推し量り、ラコニアの海の貝の血のことで彼を祝福していたなんて。 」

語釈・文法注

  1. 14θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή. — 接続詞 `εἰ`(もし〜なら)に導かれる条件節が、感情を表す主節 `θαῦμα ἔχει με`(不思議に思う)の後続となっている。`εἰ μή` を「〜でないとすれば」と解し、全体として「お前にとっても(僭主たちのように)ここでぐずぐずすることが好ましくない(=早く冥府に行きたい)のだとしたら、私には不思議だ」という意味になる。クロトは、誰もが死を嫌がって引き延ばそうとするはずだという前提から、ミキュロスが早く進むのを焦っていることに対して意外に思っている。
  2. 14ὑπισχνεῖσθαι — 不定詞 `ὑπισχνεῖσθαι`(約束すること)は、名詞 `δωρεά`(贈り物)と同格(説明的用法)として機能しており、その内容が直接話法の引用句によって具体的に示されている。
  3. 16ὅλῳ πήχει βασιλικῷ — 与格 `πήχει`(王尺によって)に形容詞 `ὅλῳ`(丸ごとの)と `βασιλικῷ`(王の)が付された句。比較・優劣を表す形容詞 `ὑψηλότερος`(より高い)とともに用いられ、差の程度を表す与格(「丸一王尺分だけ」)として機能している。

この箇所を引用する

ルキアノス, 下界への旅または僭主 §14-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:14-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。