Humanitext Reader

ルキアノス · 下界への旅または僭主 §17-21

ミキュロスの乗船と富者たちの嘆き

6 / 8 箇所 · ギリシア語

要旨

ミキュロスは富者の死後の嘆きを笑い飛ばし、渡し船に乗り込んで僭主の肩に座る。貧しいクニスコスも無賃で乗船し、死者たちが生前の財産を惜しんで泣く中、ミキュロスはカロンの渡し賃の請求をはぐらかして冥界に到着する。

§17Μίκυλλος οὐ μόνον δὲ τοῦτον, ἀλλὰ καὶ τὸν δανειστὴν Γνίφωνα ἰδὼν στένοντα καὶ μεταγινώσκοντα ὅτι μὴ ἀπέλαυσε τῶν χρημάτων, ἀλλʼ ἄγευστος αὐτῶν ἀπέθανε τῷ ἀσώτῳ Ῥοδοχάρει τὴν οὐσίαν ἀπολιπών, — οὗτος γὰρ ἄγχιστα ἦν αὐτῷ γένους καὶ πρῶτος ἐπὶ τὸν κλῆρον ἐκαλεῖτο κατὰ τὸν νόμον — οὐκ εἶχον ὅπως καταπαύσω τὸν γέλωτα, καὶ μάλιστα μεμνημένος ὡς ὠχρὸς ἀεὶ καὶ αὐχμηρὸς ἦν, φροντίδος τὸ μέτωπον ἀνάπλεως καὶ μόνοις τοῖς δακτύλοις πλουτῶν, οἷς τάλαντα καὶ μυριάδας ἐλογίζετο, κατὰ μικρὸν συλλέγων τὰ μετʼ ὀλίγον ἐκχυθησόμενα πρὸς τοῦ μακαρίου Ῥοδοχάρους.
ミキュロス「この男だけでなく、金貸しのグニポンが、金を楽しむこともできず、それらを味わうこともなく死んで、放蕩者のロドカレスに財産を残したことを嘆き悔やんでいるのを見たときも、――この男はグニポンの最も近い親族であり、法律に従って相続人として真っ先に呼び出されたのですが――笑いをこらえることができませんでした。 特に彼がいつも青白く、不潔で、額にしわを寄せ、ただタラントンや万の単位を計算する指先だけが豊かであり、幸運なロドカレスによってすぐに浪費されることになるものを、少しずつかき集めていたのを思い出すと。
ἀλλὰ τί οὐκ ἀπερχόμεθα ἤδη;
ところで、なぜ私たちはすぐに出発しないのですか?
καὶ μεταξὺ γὰρ πλέοντες τὰ λοιπὰ γελασόμεθα οἰμώζοντας αὐτοὺς ὁρῶντες.
船で進む間にも、彼らが嘆き悲しむのを見ながら、残りの笑いを楽しもうではありませんか。
Κλωθώ ἔμβαινε, ἵνα καὶ ἀνιμήσηται ὁ πορθμεὺς τὸ ἀγκύριον.
」クロト「乗りなさい。 船頭が錨を巻き上げられるように。
§18Χάρων οὗτος, ποῖ φέρῃ;
」カロン「おい、どこへ行く?
πλῆρες ἤδη τὸ σκάφος·
船はもう満員だ。
αὐτοῦ περίμενε εἰς αὔριον·
明日までそこで待て。
ἕωθέν σε διαπορθμεύσομεν.
明朝、渡してやろう。
Μίκυλλος ἀδικεῖς, ὦ Χάρων, ἕωλον ἤδη νεκρὸν ἀπολιμπάνων·
」ミキュロス「ひどいですよ、カロン、もう古びた死体を置いていくなんて。
ἀμέλει γράψομαί σε παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυος.
ラダマンテュスの前で不法行為としてあなたを告訴してやりますからね。
οἴμοι τῶν κακῶν· ἤδη πλέουσιν·
ああ、悲しいかな、彼らはもう出発してしまう。
ἐγὼ δὲ μόνος ἐνταῦθα περιλελείψομαι.
私だけがここに残されるのだ。
καίτοι τί οὐ διανήχομαι κατʼ αὐτούς;
しかし、なぜ彼らを追いかけて泳がないのだろう?
οὐ γὰρ δέδια μὴ ἀπαγορεύσας ἀποπνιγῶ ἤδη τεθνεώς·
すでに死んでいるのだから、疲れて溺れ死ぬ心配もない。
ἄλλως τε οὐδὲ τὸν ὀβολὸν ἔχω τὰ πορθμεῖα καταβαλεῖν.
それに、渡し賃を払うオボロス銅貨も持っていないのだから。
Κλωθώ τί τοῦτο;
」クロト「何ということでしょう。
περίμεινον, ὦ Μίκυλλε·
待ちなさい、ミキュロス。
οὐ θέμις οὕτω σε διελθεῖν.
そのようにして渡るのは許されません。
Μίκυλλος καὶ μὴν ἴσως ὑμῶν καὶ προκαταχθήσομαι.
」ミキュロス「それでも、おそらく私はあなた方よりも先に着いてしまいますよ。
§19Κλωθώ μηδαμῶς, ἀλλὰ προσελάσαντες ἀναλάβωμεν αὐτόν·
」クロト「とんでもない、船を近づけて彼を乗せましょう。
καὶ σύ, ὦ Ἑρμῆ, συνανάσπασον.
あなたも、ヘルメス、彼を引き上げるのを手伝ってください。
ΧΑΡΩΝ ποῦ νῦν καθεδεῖται;
」カロン「今度はどこに座らせるのだ?
μεστὰ γὰρ πάντα, ὡς ὁρᾷς.
見ての通り、満員だぞ。
Ἑρμῆς ἐπὶ τοὺς ὤμους, εἰ δοκεῖ, τοῦ τυράννου.
」ヘルメス「もしよければ、僭主の肩の上というのはどうでしょう。
Κλωθώ καλῶς ὁ Ἑρμῆς ἐνενόησεν.
」クロト「ヘルメスは良い考えを思いつきましたね。
Χάρων ἀνάβαινε οὖν καὶ τὸν τένοντα τοῦ ἀλιτηρίου καταπάτει·
」カロン「では、登れ。 そして、その悪党の首を踏みつけていろ。
ἡμεῖς δὲ εὐπλοῶμεν.
さあ、船出だ。
Κυνίσκος ὦ Χάρων, καλῶς ἔχει σοι τὰς ἀληθείας ἐντεῦθεν εἰπεῖν.
」クニスコス「カロン、最初から本当のことを言っておくのが良いでしょう。
ἐγὼ τὸν ὀβολὸν μὲν οὐκ ἂν ἔχοιμι δοῦναί σοι καταπλεύσας·
私は船から降りたときに、あなたに払うオボロス銅貨を持っていません。
πλέον γὰρ οὐδέν ἐστι τῆς πήρας ἣν ὁρᾷς καὶ τουτουὶ τοῦ ξύλου·
あなたが目にしているこの袋とこの杖のほかには、何もないのですから。
τἆλλα δὲ ἢ ἀντλεῖν, εἰ θέλεις, ἕτοιμος ἢ πρόσκωπος εἶναι·
しかし、それ以外のことなら、望むなら水を掻き出すのも、あるいは漕ぎ手を務めるのも吝かではありません。
μέμψῃ δὲ οὐδέν, ἢν εὐῆρες καὶ καρτερόν μοι ἐρετμὸν δῷς μόνον.
よくしなり頑丈な櫂さえ与えてくれれば、不満は言わせません。
Χάρων Ἔρεττε·
」カロン「漕ぐが良い。
καὶ τουτὶ γὰρ ἱκανὸν παρὰ σοῦ λαβεῖν.
お前からはそれで十分だ。
Κυνίσκος ἦ καὶ ὑποκελεῦσαι δεήσει;
」クニスコス「漕ぎ手の音頭を取る必要もありますか?
Χάρων νὴ Δία, ἤνπερ εἰδῇς κέλευσμά τι τῶν ναυτικῶν.
」カロン「ああ、ゼウスにかけて、水夫の歌を知っているならな。
Κυνίσκος οἶδα καὶ πολλά, ὦ Χάρων.
」クニスコス「たくさん知っていますとも、カロン。
ἀλλʼ, ὁρᾷς, ἀντεπηχοῦσιν οὗτοι δακρύοντες·
ですが、ご覧なさい、彼らが泣きながら和唱していますよ。
ὥστε ἡμῖν τὸ ᾆσμα ἐπιταραχθήσεται.
これでは私たちの歌が乱されてしまいます。
§20Νεκροί οἴμοι τῶν κτημάτων.
」死者たち「ああ、私の財産が。
— οἴμοι τῶν ἀγρῶν.
――ああ、私の畑が。
— ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον.
――おお、何という家を残してきたことか。
— ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών.
――私が受け取った財産を、相続人はどれほど多くのタラントンも浪費してしまうことか。
— αἰαῖ τῶν νεογνῶν μοι παιδίων.
――ああ、私の幼子たち。
— τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην;
――去年植えたブドウを、いったい誰が収穫するのだろうか。
Ἑρμῆς Μίκυλλε, σὺ δʼ οὐδὲν οἰμώζεις;
」ヘルメス「ミキュロス、お前は何も嘆かないのか?
καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.
だが、涙も流さずに船を渡ることは許されないのだぞ。
Μίκυλλος ἄπαγε·
」ミキュロス「とんでもない。
οὐδέν ἐστιν ἐφʼ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.
順調な船旅なのに、嘆くべきことなど何もありません。
Ἑρμῆς ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.
」ヘルメス「それでも、慣習のためにほんの少しでもため息をついてみせよ。
Μίκυλλος οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ.
」ミキュロス「それでは、ヘルメス、あなたのご所望とあらば嘆いてみせましょう。
οἴμοι τῶν καττυμάτων·
ああ、私の革の切れ端よ。
οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν·
ああ、私の古い靴底よ。
ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων.
おお、私の破れた靴よ。
οὐκέτι ὁ κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν.
もはや不運な私が、朝から晩まで食べ物なしで過ごすことも、冬に裸足で半裸のまま、寒さで歯をガタガタ言わせながら歩き回ることもないのだ。
τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;
いったい誰が私の切り小刀と千枚通しを手に入れるのだろうか。
Ἑρμῆς ἱκανῶς τεθρήνηται·
」ヘルメス「哀悼は十分にされた。
σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.
もうほとんど岸に着いたぞ。
§21Χάρων ἄγε δὴ τὰ πορθμεῖα πρῶτον ἡμῖν ἀπόδοτε·
」カロン「さあ、まずは渡し賃を払いなさい。
καὶ σὺ δός·
お前もだ。
παρὰ πάντων ἤδη ἔχω.
全員からすでに受け取った。
δὸς καὶ σὺ τὸν ὀβολόν, ὦ Μίκυλλε.
ミキュロス、お前もオボロス銅貨を出しなさい。
Μίκυλλος παίζεις, ὦ Χάρων, ἢ καθʼ ὕδατος, φασίν, γράφεις παρὰ Μικύλλου δή τινα ὀβολὸν προσδοκῶν.
」ミキュロス「冗談でしょう、カロン。 それとも、世間で言う『水に文字を書く』ようなもので、ミキュロスからオボロス銅貨などを期待しているのですか。
ἀρχὴν δὲ οὐδὲ οἶδα εἰ τετράγωνόν ἐστιν ὁ ὀβολὸς ἢ στρογγύλον.
第一、私はオボロス銅貨が四角いのか丸いのかさえ知りません。
Χάρων Ὢ καλῆς ναυτιλίας καὶ ἐπικερδοῦς τήμερον.
」カロン「おお、今日の航海は何と素晴らしく、儲かることか。
ἀποβαίνετε δʼ ὅμως·
だがとにかく降りなさい。
ἐγὼ δὲ ἵππους καὶ βοῦς καὶ κύνας καὶ τὰ λοιπὰ ζῷα μέτειμι·
私は馬や牛、犬やその他の動物たちを迎えに行ってくる。
διαπλεῦσαι γὰρ ἤδη κἀκεῖνα δεῖ.
それらももう渡さねばならないからな。
Κλωθώ ἄπαγε αὐτούς, ὦ Ἑρμῆ, παραλαβών·
」クロト「ヘルメス、彼らを引き取って連れて行きなさい。
ἐγὼ δὲ αὐτὴ ἐς τὸ ἀντιπέρας ἀναπλευσοῦμαι Ἰνδοπάτην καὶ Ἡραμίθρην τοὺς Σῆρας διάξουσα·
私はインドパテスとヘラミトレスというセレス人たちを渡すために、向こう岸へ戻ります。
τεθνᾶσι γὰρ δὴ πρὸς ἀλλήλων περὶ γῆς ὅρων μαχόμενοι.
彼らは領地の境界を争って戦い、互いに殺し合ったのです。
Ἑρμῆς Προΐωμεν, ὦ οὗτοι·
」ヘルメス「さあ、進もう。
μᾶλλον δὲ πάντες ἑξῆς ἕπεσθέ μοι.
いや、皆一列になって私の後に従うのだ。 」

語釈・文法注

  1. §18γράψομαί σε παρανόμων — 告訴・告発を意味する動詞 γράφομαι(中動相)は、告訴の対象となる人物を対格(σε)、訴訟の内容(罪状・不法行為)を属格(παρανόμων)で取る二重格支配の構文。
  2. §21καθʼ ὕδατος γράφεις — 「水の上に書く」という表現は、「無駄な骨折りをする」あるいは「実体のない期待をする」ことを意味するギリシア語の慣用句。ここでは渡し賃を払えない貧しいミキュロスからオボロスを要求するカロンの徒労を揶揄している。

この箇所を引用する

ルキアノス, 下界への旅または僭主 §17-21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:17-21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。