§14Μίκυλλος
εἰπέ μοι, ὦ Κλωθοῖ, ἐμοῦ δὲ οὐδεὶς ὑμῖν λόγος;
米库洛斯 “请告诉我,克罗托,难道你们对我毫无关照吗?
ἢ διότι πένης εἰμί, διὰ τοῦτο καὶ τελευταῖον ἐμβῆναί με δεῖ;
还是因为我贫穷,所以才必须最后一个上船?
Κλωθώ
σὺ δὲ τίς εἶ;
” 克罗托 “你又是谁?
Μίκυλλος
ὁ σκυτοτόμος Μίκυλλος.
” 米库洛斯 “鞋匠米库洛斯。
Κλωθώ
εἶτα ἄχθῃ βραδύνων;
” 克罗托 “那你是在为被拖延而苦恼吗?
οὐχ ὁρᾷς ὁπόσα ὁ τύραννος ὑπισχνεῖται δώσειν ἀφεθεὶς πρὸς ὀλίγον;
难道你没看见,那个僭主许诺说只要放他回去片刻,他就给多少东西吗?
θαῦμα γοῦν ἔχει με, εἰ μὴ ἀγαπητὴ καὶ σοὶ ἡ διατριβή.
如果拖延对你来说也同样不讨喜,那我可真感到奇怪了。
Μίκυλλος
ἄκουσον, ὦ βελτίστη Μοιρῶν· οὐ πάνυ με ἡ τοῦ Κύκλωπος ἐκείνη εὐφραίνει δωρεά, ὑπισχνεῖσθαι ὅτι
πύματον ἐγὼ τὸν Οὖτιν κατέδομαι·
” 米库洛斯 “听我说,最优秀的命运女神,独眼巨人的那份礼物一点也无法让我高兴——他许诺说: ‘我将最后吃掉乌提斯。
ἄν τε γοῦν πρῶτον, ἄν τε πύματον, οἱ αὐτοὶ ὀδόντες περιμένουσιν.
’ 因为无论是第一个被吃还是最后一个,等待着的都是相同的牙齿。
ἄλλως τε οὐδʼ ὅμοια τἀμὰ τοῖς τῶν πλουσίων·
此外,我的境遇和那些富人的完全不同。
ἐκ διαμέτρου γὰρ ἡμῶν οἱ βίοι, φασίν·
正如人们所说,我们的生活是截然相反的。
ὁ μέν γε τύραννος εὐδαίμων εἶναι δοκῶν παρὰ τὸν βίον, φοβερὸς ἅπασι καὶ περίβλεπτος, ἀπολιπὼν χρυσὸν τοσοῦτον καὶ ἀργύριον καὶ ἐσθῆτα καὶ ἵππους καὶ δεῖπνα καὶ παῖδας ὡραίους καὶ γυναῖκας εὐμόρφους εἰκότως ἠνιᾶτο καὶ ἀποσπώμενος αὐτῶν ἤχθετο·
那个僭主,在一生中似乎都是幸福的,人人畏惧、人人羡慕,却留下了如此多的黄金、白银、衣服、马匹、宴会、美少年和娇妻,他离开这些东西时自然感到痛苦和厌恶。
οὐ γὰρ οἶδʼ ὅπως καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ καὶ οὐκ ἐθέλει ἀπαλλάττεσθαι ῥᾳδίως ἅτε αὐτοῖς πάλαι προστετηκυῖα·
因为不知怎的,灵魂就像被鸟媒黏住一样,粘在这些东西上,不愿轻易离去,因为早就和它们融为一体了。
μᾶλλον δὲ ὥσπερ ἄρρηκτός τις οὗτος ὁ δεσμός ἐστιν, ᾧ δεδέσθαι συμβέβηκεν αὐτούς.
更确切地说,这就像是某种牢不可破的纽带,将他们紧紧束缚。
ἀμέλει κἂν ἀπάγῃ τις αὐτοὺς μετὰ βίας, ἀνακωκύουσι καὶ ἱκετεύουσι, καὶ τὰ ἄλλα ὄντες θρασεῖς, δειλοὶ πρὸς ταύτην εὑρίσκονται τὴν ἐπὶ τὸν Ἅιδην φέρουσαν ὁδόν·
因此,哪怕有人强行把他们带走,他们也会号哭求饶,平时虽胆大包天,在面对这条通往冥府的道路时却显得极其懦弱。
ἐπιστρέφονται γοῦν εἰς τοὐπίσω καὶ ὥσπερ οἱ δυσέρωτες κἂν πόρρωθεν ἀποβλέπειν τὰ ἐν τῷ φωτὶ βούλονται, οἷα ὁ μάταιος ἐκεῖνος ἐποίει καὶ παρὰ τὴν ὁδὸν ἀποδιδράσκων κἀνταῦθά σε καταλιπαρῶν.
无论如何,他们会转过头来望着后面,就像那些单相思的人一样,即使从远处也想看一眼阳光下的事物,就像那个愚蠢的家伙所做的一样,他在半路上逃跑,在这里极力哀求你。
§15Μίκυλλος
ἐγὼ δὲ ἅτε μηδὲν ἔχων ἐνέχυρον ἐν τῷ βίῳ, οὐκ ἀγρόν, οὐ συνοικίαν, οὐ χρυσόν, οὐ σκεῦος, οὐ δόξαν, οὐκ εἰκόνας, εἰκότως εὔζωνος ἦν, κἀπειδὴ μόνον ἡ Ἄτροπος ἔνευσέ μοι, ἄσμενος ἀπορρίψας τὴν σμίλην καὶ τὸ κάττυμα — κρηπῖδα γάρ τινα ἐν ταῖν χεροῖν εἶχον — ἀναπηδήσας εὐθὺς ἀνυπόδητος οὐδὲ τὴν μελαντηρίαν ἀπονιψάμενος εἱπόμην, μᾶλλον δὲ ἡγούμην, ἐς τὸ πρόσω ὁρῶν·
” 米库洛斯 “但我呢,因为在生活中没有任何抵押品,没有田地,没有出租房,没有黄金,没有工具,没有名望,没有肖像,所以自然一身轻松。 当阿特罗波斯刚刚向我示意时,我便高兴地扔下切皮刀和皮革——当时我手里正拿着一块鞋底——立刻光着脚跳了起来,连鞋墨都没洗掉就跟了过来,或者说,我是看着前方在前面带路。
οὐδὲν γάρ με τῶν κατόπιν ἐπέστρεφε καὶ μετεκάλει.
因为身后的任何东西都无法让我回头或唤我回去。
καὶ νὴ Δίʼ ἤδη καλὰ τὰ παρʼ ὑμῖν πάντα ὁρῶ·
而且,指宙斯起誓,我已经看到你们这里的每样东西都是美好的。
τό τε γὰρ ἰσοτιμίαν ἅπασιν εἶναι καὶ μηδένα τοῦ πλησίον διαφέρειν, ὑπερήδιστον ἐμοὶ γοῦν δοκεῖ.
所有人地位平等,没有人比邻人高出一等,这至少在我看来是极其惬意的。
τεκμαίρομαι δὲ μηδʼ ἀπαιτεῖσθαι τὰ χρέα τοὺς ὀφείλοντας ἐνταῦθα μηδὲ φόρους ὑποτελεῖν, τὸ δὲ μέγιστον, μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ νοσεῖν μηδʼ ὑπὸ τῶν δυνατωτέρων ῥαπίζεσθαι.
我推测,在这里债主不会催债,人们也不用交税,最重要的是,冬天不会挨冻,不会生病,也不会被有权势的人殴打。
εἰρήνη δὲ πᾶσι καὶ πράγματα ἐς τὸ ἔμπαλιν ἀνεστραμμένα· ἡμεῖς μὲν οἱ πένητες γελῶμεν, ἀνιῶνται δὲ καὶ οἰμώζουσιν οἱ πλούσιοι.
所有人都有和平,世事完全颠倒了:我们穷人欢笑,而富人则痛苦哭泣。
§16Κλωθώ
πάλαι οὖν σε, ὦ Μίκυλλε, γελῶντα ἑώρων.
” 克罗托 “那么,米库洛斯,我早就看见你在笑了。
τί δʼ ἦν ὅ σε μάλιστα ἐκίνει γελᾶν;
到底是什么最让你发笑呢?
Μίκυλλος
ἄκουσον, ὦ τιμιωτάτη μοι θεῶν·
” 米库洛斯 “听我说,我最敬重的女神。
παροικῶν ἄνω τῷ τυράννῳ πάνυ ἀκριβῶς ἑώρων τὰ γιγνόμενα παρʼ αὐτῷ καί μοι ἐδόκει τότε ἰσόθεός τις εἶναι·
在世上我住在僭主的隔壁,所以非常清楚地看到了他在家里的所作所为。 当时我觉得他简直就像个神。
τῆς τε γὰρ πορφύρας τὸ ἄνθος ὁρῶν ἐμακάριζον, καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος καὶ τὸν χρυσὸν καὶ τὰ λιθοκόλλητα ἐκπώματα καὶ τὰς κλίνας τὰς ἀργυρόποδας·
看着他那紫色华衣的光彩,我羡慕他;还有那成群的随从、黄金、镶嵌宝石的杯子和银脚床,都让我赞叹不已。
ἔτι δὲ καὶ ἡ κνῖσα ἡ τῶν σκευαζομένων εἰς τὸ δεῖπνον ἀπέκναιέ με, ὥστε ὑπεράνθρωπός τις ἀνὴρ καὶ τρισόλβιός μοι κατεφαίνετο καὶ μονονουχὶ πάντων καλλίων καὶ ὑψηλότερος ὅλῳ πήχει βασιλικῷ, ἐπαιρόμενος τῇ τύχῃ καὶ σεμνῶς προβαίνων καὶ ἑαυτὸν ἐξυπτιάζων καὶ τοὺς ἐντυγχάνοντας ἐκπλήττων.
更有甚者,为晚宴准备的菜肴香味勾引着我,使他在我眼里成了一个超人、一个极其幸福的人,几乎比所有人都好看,整整比别人高出一整个皇家肘,因运势而飘飘然,庄重地迈步,挺起胸膛,令遇见他的人惊叹不已。
ἐπεὶ δὲ ἀπέθανεν, αὐτός τε παγγέλοιος ὤφθη μοι ἀποδυσάμενος τὴν τρυφήν, κἀμαυτοῦ ἔτι μᾶλλον κατεγέλων οἷον κάθαρμα ἐτεθήπειν, ἀπὸ τῆς κνίσης τεκμαιρόμενος αὐτοῦ τὴν εὐδαιμονίαν καὶ μακαρίζων ἐπὶ τῷ αἵματι τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων.
可他一死,剥去了奢华外衣的他,在我眼里却显得极其滑稽;我更是嘲笑自己,当初竟然对这样一个垃圾目瞪口呆,仅仅凭着饭菜香味来推测他的幸福,并因为拉科尼亚海里贝类的血而向他祝贺。 ”