§14ἐνίοτε μέντοι καὶ ὁ ἀκροώμενος αὐτὸς ὑποβάλλει τῆς διαβολῆς τὰς ἀφορμάς, καὶ πρὸς τὸν ἐκείνου τρόπον οἱ κακοήθεις αὐτοὶ ἁρμοζόμενοι εὐστοχοῦσιν.
しかし時には、聞き手自身が誹謗のきっかけを与えることもあり、悪意ある者たちはその聞き手の性格に自分たちを合わせることで、的確に的を射るのである。
ἢν μὲν γὰρ ζηλότυπον αὐτὸν ὄντα ἴδωσι, Διένευσε, φασί, τῇ γυναικί σου παρὰ τὸ δεῖπνον καὶ ἀπιδὼν ἐς αὐτὴν ἐστέναξε, καὶ ἡ Στρατονίκη πρὸς αὐτὸν οὐ μάλα ἀηδῶς· καὶ ὅλως ἐρωτικαί τινες καὶ μοιχικαὶ πρὸς αὐτὸν αἱ διαβολαί.
例えば、聞き手が嫉妬深い人物であると見ると、彼らは「あの男は、食事中にあなたの奥さんに目配せし、彼女を見つめてため息をつきましたよ。 ストラトニケも彼に対して満更でもない様子でした」などと言い、要するに、その聞き手に対しては情愛や不義に関する様々な誹謗がなされるのである。
ἢν δὲ ποιητικὸς ᾖ καὶ ἐπὶ τούτῳ μέγα φρονῇ, Μὰ Δίʼ ἐχλεύασέ σου Φιλόξενος τὰ ἔπη καὶ διέσυρε καὶ ἄμετρα εἶπεν αὐτὰ καὶ κακοσύνθετα.
また、もし彼が詩作を好み、そのことで自負しているならば、「ゼウスにかけて、フィロクセノスはあなたの詩を嘲笑し、けなし、それらを韻律に合わず構成も悪いと言っていました」と言う。
πρὸς δὲ τὸν εὐσεβῆ καὶ φιλόθεον ὡς ἄθεος καὶ ἀνόσιος ὁ φίλος διαβάλλεται καὶ ὡς τὸ θεῖον παρωθούμενος καὶ τὴν πρόνοιαν ἀρνούμενος·
さらに、信心深く神を愛する人に対しては、その友人が無神論者で不信心であり、神性を退け神の配慮を否定しているとして誹謗される。
ὁ δὲ ἀκούσας εὐθὺς μύωπι διὰ τοῦ ὠτὸς τυπεὶς διακέκαυται ὡς τὸ εἰκὸς καὶ ἀπέστραπται τὸν φίλον οὐ περιμείνας τὸν ἀκριβῆ ἔλεγχον.
これを聞いた者は、あたかもアブに耳を刺されたかのように即座に激怒し、当然のことながら、正確な検証を待つことなく友人を避けるようになるのである。
§15ὅλως γὰρ τὰ τοιαῦτα ἐπινοοῦσι καὶ λέγουσιν, ἃ μάλιστα ἴσασιν ἐς ὀργὴν δυνάμενα προκαλέσασθαι τὸν ἀκροώμενον, καὶ ἔνθα τρωτός ἐστιν ἕκαστος ἐπιστάμενοι, ἐπʼ ἐκεῖνο τοξεύουσι καὶ ἀκοντίζουσιν ἐς αὐτό, ὥστε τῇ παραυτίκα ὀργῇ τεταραγμένον μηκέτι σχολὴν ἄγειν τῇ ἐξετάσει τῆς ἀληθείας, ἀλλὰ κἂν θέλῃ τις ἀπολογεῖσθαι, μὴ προσίεσθαι, τῷ παραδόξῳ τῆς ἀκροάσεως ὡς ἀληθεῖ προκατειλημμένον.
総じて彼らは、聞き手を最も怒らせることができると知っているそのような事柄を考案して語り、各自の弱点を知り抜いた上で、そこを狙って矢を放ち、投げ槍を浴びせる。 その結果、その場の一時的な怒りによって混乱した聞き手は、もはや真実を検証する暇を持てず、たとえ誰かが弁明しようと望んでもそれを受け入れず、思いがけないその告げ口を真実であるとして頭から信じ込んでしまうのである。
§16ἀνυσιμώτατον γὰρ τὸ εἶδος τῆς διαβολῆς τὸ ὑπεναντίον τῆς τοῦ ἀκούοντος ἐπιθυμίας, ὁπότε καὶ παρὰ Πτολεμαίῳ τῷ Διονύσῳ ἐπικληθέντι ἐγένετό τις ὃς διέβαλλε τὸν Πλατωνικὸν Δημήτριον, ὅτι ὕδωρ τε πίνει καὶ μόνος τῶν ἄλλων γυναικεῖα οὐκ ἐνεδύσατο ἐν τοῖς Διονυσίοις·
なぜなら、聞き手の欲求に相反する誹謗のあり方こそ、最も効果的だからである。 それは、ディオニュソスと呼ばれたプトレマイオスの宮廷において、プラトン主義者デメトリオスを誹謗した者があった時にも見られた。 その誹謗とは、デメトリオスが水を飲み、他の者たちの中で唯一、ディオニュソス祭において女装をしなかったというものであった。
καὶ εἴ γε μὴ κληθεὶς ἕωθεν ἔπιέ τε πάντων ὁρώντων καὶ λαβὼν ταραντινίδιον ἐκυμβάλισε καὶ προσωρχήσατο, ἀπολώλει ἂν ὡς οὐχ ἡδόμενος τῷ βίῳ τοῦ βασιλέως, ἀλλʼ ἀντισοφιστὴς ὢν καὶ ἀντίτεχνος τῆς Πτολεμαίου τρυφῆς.
そして、もし彼が翌朝早くに召し出された際、皆の見ている前で酒を飲み、タレントゥム風の薄衣をまとってシンバルを鳴らし、踊り狂わなかったならば、王の享楽の生活を好まない、プトレマイオスの贅沢に対する反対論者でありライバルであるとして破滅させられていたであろう。
§17παρὰ δὲ Ἀλεξάνδρῳ μεγίστη ποτὲ πασῶν ἦν διαβολή, εἰ λέγοιτο τις μὴ σέβειν μηδὲ προσκυνεῖν τὸν Ἡφαιστίωνα·
また、アレクサンドロスの宮廷においては、誰かがヘファイスティオンを崇拝せず、跪拝礼も行わないと言われることが、かつてあらゆる誹謗の中で最大のものであった。
ἐπεὶ γὰρ ἀπέθανεν Ἡφαιστίων, ὑπὸ τοῦ ἔρωτος Ἀλέξανδρος ἐβουλήθη προσθεῖναι καὶ τοῦτο τῇ λοιπῇ μεγαλουργίᾳ καὶ θεὸν χειροτονῆσαι τὸν τετελευτηκότα.
ヘファイスティオンが亡くなった時、アレクサンドロスは愛ゆえに、このことも自分の他の偉業に加え、亡くなった者を神に選出しようと望んだからである。
εὐθὺς οὖν νεώς τε ἀνέστησαν αἱ πόλεις καὶ τεμένη καθιδρύετο καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταὶ τῷ καινῷ τούτῳ θεῷ ἐπετελοῦντο, καὶ ὁ μέγιστος ὅρκος ἦν ἅπασιν Ἡφαιστίων.
そのため、ただちに諸都市は神殿を建て、聖域が設けられ、祭壇や犠牲、祭礼がこの新しい神のために執り行われ、すべての人にとって最も重い誓いはヘファイスティオンとなった。
εἰ δέ τις ἢ μειδιάσειε πρὸς τὰ γινόμενα ἢ μὴ φαίνοιτο πάνυ εὐσεβῶν, θάνατος ἐπέκειτο ἡ ζημία.
もし誰かが行われていることに対して微笑んだり、十分に信心深く見えなかったりすれば、死刑の罰が科された。
ὑπολαμβάνοντες δὲ οἱ κόλακες τὴν μειρακιώδη ταύτην τοῦ Ἀλεξάνδρου ἐπιθυμίαν προσεξέκαιον εὐθὺς καὶ ἀνεζωπύρουν ὀνείρατα διηγούμενοι τοῦ Ἡφαιστίωνος, ἐπιφανείας τινὰς καὶ ἰάματα προσάπτοντες αὐτῷ καὶ μαντείας ἐπιφημίζοντες·
へつらう者たちは、アレクサンドロスのこの子供じみた欲求を察知して、ただちにそれをさらに煽り立て、ヘファイスティオンの夢を語り、彼に様々な現身や治癒の奇跡を帰し、神託を結びつけることでその火を掻き立てた。
καὶ τέλος ἔθυον παρέδρῳ καὶ ἀλεξικάκῳ θεῷ.
そして最後には、守護神にして災いを除く神として彼に生贄を捧げたのである。
ὁ δὲ Ἀλέξανδρος ἥδετό τε ἀκούων καὶ τᾶ τελευταῖα ἐπίστευε καὶ μέγα ἐφρόνει ὡσανεὶ οὐ θεοῦ παῖς ὢν μόνον, ἀλλὰ καὶ θεοὺς ποιεῖν δυνάμενος.
アレクサンドロスはこれを聞いて喜び、最後にはそれを信じ、自分が神の息子であるだけでなく、神々をも作り出すことができるかのように自負した。
πόσους τοίνυν οἰώμεθα τῶν Ἀλεξάνδρου φίλων παρὰ τὸν καιρὸν ἐκεῖνον ἀπολαῦσαι τῆς Ἡφαιστίωνος θειότητος, διαβληθέντας ὡς οὐ τιμῶσι τὸν κοινὸν ἁπάντων θεόν, καὶ διὰ τοῦτο ἐξελαθέντας καὶ τῆς τοῦ βασιλέως εὐνοίας ἐκπεσόντας;
そうであるなら、その当時、アレクサンドロスの友人たちのうち、皆の共通の神を敬っていないと誹謗され、その結果追放され、王の好意から失脚することで、ヘファイスティオンの神格化による災厄を被った者がどれほど多くいたか、我々には想像がつくであろう。
§18τότε καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ταξιαρχῶν παρʼ Ἀλεξάνδρῳ καὶ τιμώμενος παρʼ αὐτοῦ μικροῦ δεῖν συγκαθείρχθη λέοντι διαβληθεὶς ὅτι δακρύσειε παριὼν τὸν Ἡφαιστίωνος τάφον.
その時、サモスのアガトクレスも、アレクサンドロスの下で千人隊長を務め、彼から重用されていたが、ヘファイスティオンの墓の傍らを通り過ぎる際に涙を流したと誹謗され、危うくライオンの檻に閉じ込められそうになった。
ἀλλʼ ἐκείνῳ μὲν βοηθῆσαι λέγεται Περδίκκας ἐπομοσάμενος κατὰ πάντων θεῶν καὶ κατὰ Ἡφαιστίωνος, ὅτι δὴ κυνηγετοῦντί οἱ φανέντα ἐναργῆ τὸν θεὸν ἐπισκῆψαι εἰπεῖν Ἀλεξάνδρῳ φείσασθαι Ἀγαθοκλέους·
しかし、彼についてはペルディッカスが救い出したと言われており、彼はすべての神々とヘファイスティオンにかけて、自分が狩りをしている時にこの神がはっきりと姿を現し、アレクサンドロスにアガトクレスを許すように告げることを命じたのだと誓ったのである。
οὐ γὰρ ὡς ἀπιστοῦντα οὐδὲ ὡς ἐπὶ νεκρῷ δακρῦσαι, ἀλλὰ τῆς πάλαι συνηθείας μνημονεύσαντα.
その涙は、不信や死者への哀悼によるものではなく、かつての親密な交友関係を思い出したためのものであったから、と。