§1δεινόν γε ἡ ἄγνοια καὶ πολλῶν κακῶν ἀνθρώποις αἰτία, ὥσπερ ἀχλύν τινα καταχέουσα τῶν πραγμάτων καὶ τὴν ἀλήθειαν ἀμαυροῦσα καὶ τὸν ἑκάστου βίον ἐπηλυγάζουσα.
無知は実に恐ろしいものであり、人間にとって多くの災いの原因である。 それはあたかも事物の上に霧を注ぎかけ、真理を曇らせ、各人の生に影を投げかけるかのようである。
ἐν σκότῳ γοῦν πλανωμένοις πάντες ἐοίκαμεν, μᾶλλον δὲ τυφλοῖς ὅμοια πεπόνθαμεν, τῷ μὲν προσπταίοντες ἀλόγως, τὸ δὲ ὑπερβαίνοντες, οὐδὲν δέον, καὶ τὸ μὲν πλησίον καὶ παρὰ πόδας οὐχ ὁρῶντες, τὸ δὲ πόρρω καὶ πάμπολυ διεστηκὸς ὡς ἐνοχλοῦν δεδιότες·
ともかく、我々は暗闇の中を彷徨っている者にみな似ており、いやむしろ、盲人と同様の目に遭っている。 理由もなく何かに躓いたり、不必要に何かを飛び越えたり、近くや足元にあるものを見ず、遠く離れた大いに隔たったものを、厄介なものとして恐れたりしている。
καὶ ὅλως ἐφʼ ἑκάστου τῶν πραττομένων οὐ διαλείπομεν τὰ πολλὰ ὀλισθαίνοντες.
そして全体として、なされる行為のそれぞれにおいて、度々滑ってつまずくことを繰り返している。
τοιγάρτοι μυρίας ἤδη τοῖς τραγῳδοδιδασκάλοις ἀφορμὰς εἰς τὰ δράματα τὸ τοιοῦτο παρέσχηται, τοὺς Λαβδακίδας καὶ τοὺς Πελοπίδας καὶ τὰ τούτοις παραπλήσια·
それゆえ、悲劇作家たちにその作品のための無数の素材を、これまでにあのラブダコスの一族やペロプスの一族、およびこれらに類する者たちが提供してきたのだ。
σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ἐν τῇ σκηνῇ ἀναβαινόντων κακῶν εὕροι τις ἂν ὑπὸ τῆς ἀγνοίας καθάπερ ὑπὸ τραγικοῦ τινος δαίμονος κεχορηγημένα.
というのも、舞台上に登場する災いのほとんどすべては、無知によって、あたかも悲劇の悪霊によって提供されたものであることを、誰しもが見出すであろうから。
Λέγω δὲ καὶ ἐς τὰ ἄλλα μὲν ἀποβλέπων, μάλιστα δὲ ἐς τὰς οὐκ ἀληθεῖς κατὰ τῶν συνήθων καὶ φίλων διαβολάς, ὑφʼ ὧν ἤδη καὶ οἶκοι ἀνάστατοι γεγόνασι καὶ πόλεις ἄρδην ἀπολώλασι, πατέρες τε κατὰ παίδων ἐξεμάνησαν καὶ ἀδελφοὶ κατὰ τῶν ὁμογενῶν καὶ παῖδες κατὰ τῶν γειναμένων καὶ ἐρασταὶ κατὰ τῶν ἐρωμένων·
私がこう言うのは、他のことも視野に入れつつも、何よりも親しい人々や友人たちに対する不実な誹謗に目を向けてのことである。 これによってすでに家々は打ち倒され、都市は根こそぎ滅び去り、父親が子供に対して狂乱し、兄弟が同じ血を分けた者に対して、子供が親に対して、恋人が愛する者に対して狂乱した。
πολλαὶ δὲ καὶ φιλίαι συνεκόπησαν καὶ ὅρκοι συνεχύθησαν ὑπὸ τῆς κατὰ τὰς διαβολὰς πιθανότητος.
そして多くの友情が引き裂かれ、誓いが破られたのは、誹謗がもつ信憑性のためである。
§2ἵνʼ οὖν ὡς ἥκιστα περιπίπτωμεν αὐταῖς, ὑποδεῖξαι βούλομαι τῷ λόγῳ καθάπερ ἐπί τινος γραφῆς ὁποῖόν τί ἐστιν ἡ διαβολὴ καὶ πόθεν ἄρχεται καὶ ὁποῖα ἐργάζεται.
それゆえ、我々がこれらに最も陥らないようにするために、私は言論において、あたかも一枚の絵におけるように、誹謗とはどのようなものであるか、どこから始まり、どのようなことを引き起こすのかを指し示したいと思う。
μᾶλλον δὲ Ἀπελλῆς ὁ Ἐφέσιος πάλαι ταύτην προὔλαβε τὴν εἰκόνα·
いやむしろ、エペソスのアペレスが、かつてこの絵を先取りして描いていた。
καὶ γὰρ αὖ καὶ οὗτος διαβληθεὶς πρὸς τὸν Πτολεμαῖον ὡς μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας ἐν Τύρῳ, — ὁ δὲ Ἀπελλῆς οὐχ ἑωράκει ποτὲ τὴν Τύρον οὐδὲ τὸν Θεοδόταν, ὅστις ἦν, ἐγίνωσκεν, ἢ καθʼ ὅσον ἤκουε Πτολεμαίου τινὰ ὕπαρχον εἶναι τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένον.
というのも、彼自身もまた、ティルスにおけるテオドタスの陰謀に加担したとしてプトレマイオスに対して誹謗されたからである。 ――しかし、アペレスはティルスを一度も見たことがなく、テオドタスが誰であるかも知らなかった。 ただ、彼がフェニキアの管理を委ねられたプトレマイオスの地方長官の一人であると聞いていた限りにおいて知っていただけだった。
ἀλλʼ ὅμως τῶν ἀντιτέχνων τις Ἀντίφιλος τοὔνομα ὑπὸ φθόνου τῆς παρὰ βασιλεῖ τιμῆς καὶ ὑπὸ τῆς κατὰ τὴν τέχνην ζηλοτυπίας κατεῖπεν αὐτοῦ πρὸς τὸν Πτολεμαῖον ὡς εἴη κεκοινωνηκὼς τῶν ὅλων καὶ ὡς θεάσαιτό τις αὐτὸν ἐν Φοινίκῃ συνεστιώμενον Θεοδότᾳ καὶ παρʼ ὅλον τὸ δεῖπνον πρὸς τὸ οὖς αὐτῷ κοινολογούμενον, καὶ τέλος ἀπέφηνε τὴν Τύρου ἀπόστασιν καὶ Πηλουσίου κατάληψιν ἐκ τῆς Ἀπελλοῦ συμβουλῆς γεγονέναι.
それにもかかわらず、ライバルの一人であるアンティピロスという名の者が、王からの寵愛に対する嫉妬と、技術上の妬みから、プトレマイオスに対して彼を告発し、彼が全体の陰謀に加担しており、誰かがフェニキアで彼がテオドタスと会食し、食事の間中ずっと彼の耳元で密談しているのを目撃した、と主張し、ついにはティルスの反乱とペルシオンの占領はアペレスの助言によって生じたのだと表明した。
§3ὁ δὲ Πτολεμαῖος ὡς ἂν καὶ τἆλλα οὐ κάρτα φρενήρης τις ὤν, ἀλλʼ ἐν κολακείᾳ δεσποτικῇ τεθραμμένος, οὕτως ἐξεκαύθη καὶ συνεταράχθη πρὸς τῆς παραδόξου ταύτης διαβολῆς, ὥστε μηδὲν τῶν εἰκότων λογισάμενος, μηδʼ ὅτι ἀντίτεχνος ἦν ὁ διαβάλλων μηδʼ ὅτι μικρότερος ἢ κατὰ τηλικαύτην προδοσίαν ζωγράφος, καὶ ταῦτα εὖ πεπονθὼς ὑπʼ αὐτοῦ καὶ παρʼ ὁντινοῦν τῶν ὁμοτέχνων τετιμημένος, ἀλλʼ οὐδὲ τὸ παράπαν εἰ ἐξέπλευσεν Ἀπελλῆς ἐς Τύρον ἐξετάσας, εὐθὺς ἐξεμήνιεν καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια τὸν ἀχάριστον κεκραγὼς καὶ τὸν ἐπίβουλον καὶ συνωμότην.
しかし、プトレマイオスは、他の点でもあまり聡明な男ではなく、専制的なお世辞の中で育てられていたため、このあり得ない誹謗に対してひどく激昂し、動揺したために、当然考えるべきことを何一つ考慮せず、誹謗している者がライバルであることや、画家というものがこれほど大きな反逆を行うにはあまりに取るに足らない存在であること、しかも彼は自分から恩恵を受けており、他のどの同業者よりも重んじられていたこと、いやそもそもアペレスがティルスへ航海したこと自体があったかどうかさえ確かめもせず、すぐに激怒し、宮廷を怒号で満たし、彼を恩知らず、陰謀家、謀反人と叫んだ。
καὶ εἴ γε μὴ τῶν συνειλημμένων τις ἀγανακτήσας ἐπὶ τῇ τοῦ Ἀντιφίλου ἀναισχυντίᾳ καὶ τὸν ἄθλιον Ἀπελλῆν κατελεήσας ἔφη μηδενὸς αὐτοῖς κεκοινωνηκέναι τὸν ἄνθρωπον, ἀπετέτμητο ἂν τὴν κεφαλὴν καὶ παραπελελαύκει τῶν ἐν Τύρῳ κακῶν οὐδὲν αὐτὸς αἴτιος γεγονώς.
そして、もし逮捕された者たちの一人がアンティピロスの不届きさに憤慨し、哀れなアペレスを憐れんで、この男は彼らの誰とも関わりがないと言ってくれなかったなら、彼は首をはねられ、自分は全く無実であるにもかかわらず、ティルスでの災いにとばっちりを受けていただろう。
§4ὁ μὲν οὖν Πτολεμαῖος οὕτω λέγεται αἰσχυνθῆναι ἐπὶ τοῖς γεγονόσιν, ὥστε τὸν μὲν Ἀπελλῆν ἑκατὸν ταλάντοις ἐδωρήσατο, τὸν δὲ Ἀντίφιλον δουλεύειν αὐτῷ παρέδωκεν.
そこでプトレマイオスは、起きた事に対して非常に恥じ入ったと言われており、アペレスには100タラントンを贈り、アンティピロスは彼に奴隷として仕えるように引き渡した。
ὁ δὲ Ἀπελλῆς ὧν παρεκινδύνευσε μεμνημένος τοιᾷδέ τινι εἰκόνι ἠμύνατο τὴν διαβολήν.
アペレスは、自らが陥った危険を忘れないように、次のような絵によって誹謗に報いたのである。