§2.42οὔπω δὲ πεντακοσίους σταδίους διελθόντες εἴδομεν ὕλην μεγίστην καὶ λάσιον πιτύων καὶ κυπαρίττων.
私たちはまだ五百スタディオンも進まないうちに、松やイトスギが鬱蒼と茂る非常に広大な森を目にした。
καὶ ἡμεῖς μὲν εἰκάσαμεν ἤπειρον εἶναι· τὸ δʼ ἦν πέλαγος ἄβυσσον ἀρρίζοις δένδροις καταπεφυτευμένον·
私たちはそれを陸地だと思ったが、実はそれは、根のない木々が植わっている底知れぬ海であった。
εἱστήκει δὲ τὰ δένδρα ὅμως ἀκίνητα, ὀρθὰ καθάπερ ἐπιπλέοντα.
それでも木々は動かずに、まるで浮かんでいるかのように真っ直ぐに立っていた。
πλησιάσαντες δ’ οὖν καὶ τὸ πᾶν κατανοήσαντες ἐν ἀπόρῳ εἰχόμεθα τί χρὴ δρᾶν·
そこで私たちは近づき、事の全体を理解すると、どうすべきか途方に暮れた。
οὔτε γὰρ διὰ τῶν δένδρων πλεῖν δυνατὸν ἦν — πυκνὰ γὰρ καὶ προσεχῆ ὑπῆρχεν — οὔτε ἀναστρέφειν ἐδόκει ῥᾴδιον·
木々の間を航行することは不可能であり(木々が密集して、隙間なく続いていたからである)、また、引き返すことも容易ではないと思われたからである。
ἐγὼ δὲ ἀνελθὼν ἐπὶ τὸ μέγιστον δένδρον ἀπεσκόπουν τὰ ἐπέκεινα ὅπως ἔχοι, καὶ ἑώρων ἐπὶ σταδίους μὲν πεντήκοντα ἢ ὀλίγῳ πλείους τὴν ὕλην οὖσαν, ἔπειτα δὲ αὖθις ἕτερον ὠκεανὸν ἐκδεχόμενον.
しかし私は最も高い木に登り、その先がどうなっているかを見渡した。 すると、その森は五十スタディオンかそれより少し長く続いており、その後ろに再び別の海洋が広がっているのが見えた。
καὶ δὴ ἐδόκει ἡμῖν ἀναθεμένους τὴν ναῦν ἐπὶ τὴν κόμην τῶν δένδρων — πυκνὴ δὲ ἦν — ὑπερβιβάσαι, εἰ δυναίμεθα, εἰς τὴν θάλατταν τὴν ἑτέραν·
そして私たちは、もし可能なら、船を木々の梢(それは密集していたが)の上に載せて、もう一方の海へと越えさせるのがよいと考えた。
καὶ οὕτως ἐποιοῦμεν.
そして私たちはその通りに実行した。
ἐκδήσαντες γὰρ αὐτὴν κάλῳ μεγάλῳ καὶ ἀνελθόντες ἐπὶ τὰ δένδρα μόλις ἀνιμησάμεθα, καὶ θέντες ἐπὶ τῶν κλάδων, πετάσαντες τὰ ἱστία καθάπερ ἐν θαλάττῃ ἐπλέομεν τοῦ ἀνέμου προωθοῦντος ἐπισυρόμενοι·
私たちは船を太いロープで縛り、木の上に登って、辛うじてそれを引き揚げ、枝の上に置いて、帆を張って、まるで海の上であるかのように、風に押されて引きずられながら進んだ。
ἔνθα δὴ καὶ τὸ Ἀντιμάχου τοῦ ποιητοῦ ἔπος ἐπεισῆλθέ με — φησὶν γάρ που κἀκεῖνος·
その時、詩人アンティマコスの詩句が私の頭に浮かんだ。 彼もどこかでこう言っているからである。
"τοῖσιν δʼ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν. " §2.43βιασάμενοι δὲ ὅμως τὴν ὕλην ἀφικόμεθα ἐς τὸ ὕδωρ, καὶ πάλιν ὁμοίως καθέντες τὴν ναῦν ἐπλέομεν διὰ καθαροῦ καὶ διαυγοῦς ὕδατος, ἄχρι δὴ ἐπέστημεν χάσματι μεγάλῳ ἐκ τοῦ ὕδατος διεστῶτος γεγενημένῳ, καθάπερ ἐν τῇ γῇ πολλάκις ὁρῶμεν ὑπὸ σεισμῶν γενόμενα διαχωρίσματα.
「森に覆われた航路を進んで行く彼らに」しかしそれでも私たちは森を押し分けて水面へと到達し、再び同様に船を下ろして、澄んだ透明な水の中を航行した。 ついに、水が割れてできた巨大な裂け目に私たちは行き当たった。 それは、私たちが陸上で地震によってしばしば引き起こされる裂け目を目にするのと同様のものであった。
ἡ μὲν οὖν ναῦς καθελόντων ἡμῶν τὰ ἱστία οὐ ῥᾳδίως ἔστη παρʼ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι.
そこで、私たちが帆を下ろしたものの、船は容易には止まらず、あやうく裂け目の下に真っ逆さまに落ちるところであった。
ὑπερκύψαντες δὲ ἡμεῖς ἑωρῶμεν βάθος ὅσον σταδίων χιλίων μάλα φοβερὸν καὶ παράδοξον·
私たちが身を乗り出して覗き込むと、千スタディオンほどもある非常に恐ろしく、また信じがたい深さが見えた。
εἱστήκει γὰρ τὸ ὕδωρ ὥσπερ μεμερισμένον·
水はまるで切り分けられたかのように直立していたからである。
περιβλέποντες δὲ ὁρῶμεν κατὰ δεξιὰ οὐ πάνυ πόρρωθεν γέφυραν ἐπεζευγμένην ὕδατος συνάπτοντος τὰ πελάγη κατὰ τὴν ἐπιφάνειαν, ἐκ τῆς ἑτέρας θαλάττης εἰς τὴν ἑτέραν διαρρέοντος.
あたりを見渡すと、右手のそれほど遠くないところに、水でできた橋が架かっており、表面において両方の海を繋ぎ、一方の海からもう一方の海へと流れ込んでいるのが見えた。
προσελάσαντες οὖν ταῖς κώπαις κατʼ ἐκεῖνο παρεδράμομεν καὶ μετὰ πολλῆς ἀγωνίας ἐπεράσαμεν οὔποτε προσδοκήσαντες.
そこで私たちはオールを漕いで近づき、そこを通り抜け、決して予想もしなかったことだが、多大なる不安とともにそこを渡りきった。
§2.44ἐντεῦθεν ἡμᾶς ὑπεδέχετο πέλαγος προσηνὲς καὶ νῆσος οὐ μεγάλη, εὐπρόσιτος, συνοικουμένη·
そこから、穏やかな海と、近づきやすく人が住んでいる小さな島が私たちを迎え入れた。
ἐνέμοντο δὲ αὐτὴν ἄνθρωποι ἄγριοι, Βουκέφαλοι, κέρατα ἔχοντες, οἷον παρʼ ἡμῖν τὸν Μινώταυρον ἀναπλάττουσιν.
その島を領有していたのは、「牛頭人(ブーケパロイ)」という、私たちの国でミノタウロスを形作るような角を持った野蛮な人間たちであった。
ἀποβάντες δὲ προῄειμεν ὑδρευσόμενοι καὶ σιτία ληψόμενοι, εἴ ποθεν δυνηθείημεν·
私たちは上陸すると、水を補給し、もしどこかで手に入るなら食料を手に入れようと進んだ。
οὐκέτι γὰρ εἴχομεν.
食料はもはや尽きていたからである。
καὶ ὕδωρ μὲν αὐτοῦ πλησίον εὕρομεν, ἄλλο δὲ οὐδὲν ἐφαίνετο, πλὴν μυκηθμὸς πολὺς οὐ πόρρωθεν ἠκούετο.
私たちはその近くで水は見つけたが、他には何も見当たらなかった。 ただ、それほど遠くないところから大きな牛の鳴き声が聞こえた。
δόξαντες οὖν ἀγέλην εἶναι βοῶν, κατʼ ὀλίγον προχωροῦντες ἐπέστημεν τοῖς ἀνθρώποις.
そこで、牛の群れがいるのだろうと思って、少しずつ進んでいくと、その人間たちに行き当たった。
οἱ δὲ ἰδόντες ἡμᾶς ἐδίωκον, καὶ τρεῖς μὲν τῶν ἑταίρων λαμβάνουσιν, οἱ δὲ λοιποὶ πρὸς τὴν θάλατταν κατεφεύγομεν.
彼らは私たちを見ると追いかけてきて、仲間のうち三人をとらえたが、残りの私たちは海へと逃げ帰った。
εἶτα μέντοι πάντες ὁπλισάμενοι — οὐ γὰρ ἐδόκει ἡμῖν ἀτιμωρήτους περιιδεῖν τοὺς φίλους — ἐμπίπτομεν τοῖς Βουκεφάλοις τὰ κρέα τῶν ἀνῃρημένων διαιρουμένοις·
しかしその後、全員で武装し(友人たちを復讐もせずに見捨てることはできないと考えたからである)、殺された者たちの肉を分け合っている牛頭人たちに襲いかかった。
φοβήσαντες δὲ πάντας διώκομεν, καὶ κτείνομέν γε ὅσον πεντήκοντα καὶ ζῶντας αὐτῶν δύο λαμβάνομεν, καὶ αὖθις ὀπίσω ἀναστρέφομεν τοὺς αἰχμαλώτους ἔχοντες.
私たちは彼ら全員を恐怖に陥れて追跡し、五十人ほどを殺害し、彼らのうち二人を生け捕りにして、捕虜を連れて再び引き返した。
σιτίον μέντοι οὐδὲν εὕρομεν.
しかし、食料は何も見つからなかった。
οἱ μὲν οὖν ἄλλοι παρῄνουν ἀποσφάττειν τοὺς εἰλημμένους, ἐγὼ δὲ οὐκ ἐδοκίμαζον, ἀλλὰ δήσας ἐφύλαττον αὐτούς, ἄχρι δὴ ἀφίκοντο παρὰ τῶν Βουκεφάλων πρέσβεις ἀπαιτοῦντες ἐπὶ λύτροις τοὺς συνειλημμένους·
他の者たちは捕らえた者たちを殺すことを勧めたが、私はそれをよしとせず、縛って彼らを監視していた。 やがて、牛頭人たちから使節がやってきて、身代金と引き換えに捕らえられた者たちの引き渡しを求めた。
συνίεμεν γὰρ αὐτῶν διανευόντων καὶ γοερόν τι μυκωμένων ὥσπερ ἱκετευόντων.
というのも、彼らが身振りをし、まるで懇願するかのように悲しげに鳴くのを聞いて、彼らの意図が理解できたからである。
τὰ λύτρα δὲ ἦν τυροὶ πολλοὶ καὶ ἰχθύες ξηροὶ καὶ κρόμμυα καὶ ἔλαφοι τέτταρες, τρεῖς ἑκάστη πόδας ἔχουσα, δύο μὲν τοὺς ὀπίσω, οἱ δὲ πρόσω συνεπεφύκεσαν.
その身代金は、大量のチーズ、干物、玉ねぎ、そして四頭の鹿であり、それぞれの鹿は三本の脚を持っていた。 二本は後ろ脚で、前脚は一体化して一本になっていた。
ἐπὶ τούτοις ἀποδόντες τοὺς συνειλημμένους καὶ μίαν ἡμέραν ἐπιμείναντες ἀνήχθημεν.
これらの品々と引き換えに捕らえていた者たちを返還し、一日滞在した後に私たちは出帆した。