§2.45ἤδη δὲ ἰχθύες τε ἡμῖν ἐφαίνοντο καὶ ὄρνεα παρεπέτετο καὶ ἄλλʼ ὁπόσα γῆς πλησίον οὔσης σημεῖα προφαίνεται.
すでに魚たちも私たちに見え始め、鳥たちが傍らを飛び、陸地が近いことを示す他のあらゆる兆候が現れていた。
μετʼ ὀλίγον δὲ καὶ ἄνδρας εἴδομεν καινῷ τῳ τρόπῳ ναυτιλίας χρωμένους·
少しすると、私たちは新しい奇妙な方法で航海をしている男たちを目にした。
αὐτοὶ γὰρ καὶ ναῦται καὶ νῆες ἦσαν.
というのも、彼ら自身が船乗りであり船でもあったからである。
λέξω δὲ τοῦ πλοῦ τὸν τρόπον·
その航海の方法を説明しよう。
ὕπτιοι κείμενοι ἐπὶ τοῦ ὕδατος ὀρθώσαντες τὰ αἰδοῖα — μεγάλα δὲ φέρουσιν — ἐξ αὐτῶν ὀθόνην πετάσαντες καὶ ταῖς χερσὶν τοὺς ποδεῶνας κατέχοντες ἐμπίπτοντος τοῦ ἀνέμου ἔπλεον.
彼らは水の上に仰向けに横たわり、自身の陰部(彼らは大きなものを持っているのだが)を直立させ、そこから帆を広げ、手で帆の裾を握り、風が吹き込むと航行していた。
ἄλλοι δὲ μετὰ τούτους ἐπὶ φελλῶν καθήμενοι ζεύξαντες δύο δελφῖνας ἤλαυνόν τε καὶ ἡνιόχουν·
また他の者たちは、彼らの後に続いて、コルクの上に座り、二頭のイルカを繋いで、駆り、御していた。
οἱ δὲ προιόντες ἐπεσύροντο τοὺς φελλούς.
イルカたちは前進しながらコルクを引きずっていった。
οὗτοι ἡμᾶς οὔτε ἠδίκουν οὔτε ἔφευγον, ἀλλʼ ἤλαυνον ἀδεῶς τε καὶ εἰρηνικῶς τὸ εἶδος τοῦ ἡμετέρου πλοίου θαυμάζοντες καὶ πάντοθεν περισκοποῦντες.
彼らは私たちを害することもなく逃げることもせず、恐れずに平和そうに進み、私たちの船の姿を驚嘆の目で見つめ、あらゆる方向から観察していた。
§2.46ἑσπέρας δὲ ἤδη προσήχθημεν νήσῳ οὐ μεγάλῃ·
すでに夕方になって、私たちは大きくない島に近づいた。
κατῳκεῖτο δὲ ὑπὸ γυναικῶν, ὡς ἐνομίζομεν, Ἑλλάδα φωνὴν προιεμένων·
そこには、私たちが思ったところでは、ギリシア語を話す女たちが住んでいた。
προσῄεσαν γὰρ καὶ ἐδεξιοῦντο καὶ ἠσπάζοντο, πάνυ ἑταιρικῶς κεκοσμημέναι καὶ καλαὶ πᾶσαι καὶ νεάνιδες, ποδήρεις τοὺς χιτῶνας ἐπισυρόμεναι.
というのも、彼女たちは近づいてきて歓迎し、挨拶したからである。 彼女たちはすっかり遊女のように身を飾り、みな美しく若く、足元まで届くキトンを引きずっていた。
ἡ μὲν οὖν νῆσος ἐκαλεῖτο Καβαλοῦσα, ἡ δὲ πόλις αὐτὴ Ὑδαμαρδία.
そこで、その島はカバルーサと呼ばれ、都市自体はヒュダマルディアと呼ばれていた。
λαβοῦσαι δʼ οὖν ἡμᾶς αἱ γυναῖκες ἑκάστη πρὸς ἑαυτὴν ἀπῆγεν καὶ ξένον ἐποιεῖτο.
さて、女たちは私たちを捉え、それぞれ自分のところへと連れて行き、客人としてもてなした。
ἐγὼ δὲ μικρὸν ἀποστὰς — οὐ γὰρ χρηστὰ ἐμαντευόμην — ἀκριβέστερόν τε περιβλέπων ὁρῶ πολλῶν ἀνθρώπων ὀστᾶ καὶ κρανία κείμενα.
しかし私は少し身を引き(不吉な予感がしたからである)、注意深く見渡すと、多くの人間の骨や頭蓋骨が転がっているのを目にした。
καὶ τὸ μὲν βοὴν ἱστάναι καὶ τοὺς ἑταίρους συγκαλεῖν καὶ ἐς τὰ ὅπλα χωρεῖν οὐκ ἐδοκίμαζον.
そこで大声を上げて仲間を呼び集め、武器を取ることは得策ではないと考えた。
προχειρισάμενος δὲ τὴν μαλάχην πολλὰ ηὐχόμην αὐτῇ διαφυγεῖν ἐκ τῶν παρόντων κακῶν·
私はゼニアオイを取り出して、目の前にある災いから逃れられるよう、それに何度も祈った。
μετʼ ὀλίγον δὲ τῆς ξένης διακονουμένης εἶδον τὰ σκέλη οὐ γυναικός, ἀλλʼ ὄνου ὁπλάς·
しばらくして、女主人(私をもてなしていた女)が立ち働いている時に、私はその脚が女のものではなく、ロバの蹄であるのを見た。
καὶ δὴ σπασάμενος τὸ ξίφος συλλαμβάνω τε αὐτὴν καὶ δήσας περὶ τῶν ὅλων ἀνέκρινον.
そこで剣を抜き彼女を捕らえ、縛り上げて事の全体について尋問した。
ἡ δέ, ἄκουσα μέν, εἶπεν δὲ ὅμως, αὐτὰς μὲν εἶναι θαλαττίους γυναῖκας Ὀνοσκελέας προσαγορευομένας, τροφὴν δὲ ποιεῖσθαι τοὺς ἐπιδημοῦντας ξένους.
彼女は気が進まなかったものの、それでも語った。 彼女たちは「オノスケレイス(驢脚女)」と呼ばれる海の女たちであり、滞在する異邦人を食物にしているのだと。
ἐπειδὰν γάρ, ἔφη, μεθύσωμεν αὐτούς, συνευνηθεῖσαι κοιμωμένοις ἐπιχειροῦμεν.
「というのも、私たちが彼らを酔わせた後、添い寝をし、眠っている彼らに襲いかかるのです」と彼女は言った。
ἀκούσας δὲ ταῦτα ἐκείνην μὲν αὐτοῦ κατέλιπον δεδεμένην, αὐτὸς δὲ ἀνελθὼν ἐπὶ τὸ τέγος ἐβόων τε καὶ τοὺς ἑταίρους συνεκάλουν.
これを聞くと、私は彼女をその場に縛ったまま残し、自ら屋根の上に登って大声を出し、仲間たちを呼び集めた。
ἐπεὶ δὲ συνῆλθον, τὰ πάντα ἐμήνυον αὐτοῖς καὶ τά τε ὀστᾶ ἐδείκνυον καὶ ἦγον ἔσω πρὸς τὴν δεδεμένην·
彼らが集まると、私は事の一部始終を彼らに告げ、骨を示し、縛られた女のいるところへと案内した。
ἡ δὲ αὐτίκα ὕδωρ ἐγένετο καὶ ἀφανὴς ἦν.
しかし彼女はたちまち水になり、消え去ってしまった。
ὅμως δὲ τὸ ξίφος εἰς τὸ ὕδωρ καθῆκα πειρώμενος·
それでも私は試みに剣をその水の中に差し入れてみた。
τὸ δὲ αἷμα ἐγένετο.
すると、それは血になった。
§2.47ταχέως οὖν ἐπὶ ναῦν κατελθόντες ἀπεπλεύσαμεν.
そこで私たちは素早く船へと下り、出帆した。
καὶ ἐπεὶ ἡμέρα ὑπηύγαζε, τήν τε ἤπειρον ἀπεβλέπομεν εἰκάζομέν τε εἶναι τὴν ἀντιπέρας τῇ ὑφʼ ἡμῶν οἰκουμένῃ κειμένην.
そして夜が明け始めると、私たちは大陸を見やり、それが私たちの住む世界の向かい側に位置する大陸であると推測した。
προσκυνήσαντες δʼ οὖν καὶ προσευξάμενοι περὶ τῶν μελλόντων ἐσκοποῦμεν, καὶ τοῖς μὲν ἐδόκει ἐπιβᾶσιν μόνον αὖθις ὀπίσω ἀναστρέφειν, τοῖς δὲ τὸ μὲν πλοῖον αὐτοῦ καταλιπεῖν, ἀνελθόντας δὲ ἐς τὴν μεσόγαιαν πειραθῆναι τῶν ἐνοικούντων.
そこで私たちは神々に礼拝し祈りを捧げた後、これからのことについて検討した。 一部の者たちは、上陸するだけで再び引き返すべきだと考え、また他の者たちは、船はそこに残し、内陸に上って住民たちがどんな者たちか試してみるべきだと考えた。
ἐν ὅσῳ δὲ ταῦτα ἐλογιζόμεθα, χειμὼν σφοδρὸς ἐπιπεσὼν καὶ προσαράξας τὸ σκάφος τῷ αἰγιαλῷ διέλυσεν.
私たちがこれらのことを考えている間に、激しい嵐が襲いかかり、船を海岸に叩きつけて大破させた。
ἡμεῖς δὲ μόλις ἐξενηξάμεθα τὰ ὅπλα ἕκαστος καὶ εἴ τι ἄλλο οἷός τε ἦν ἁρπασάμενοι.
私たちはそれぞれ武器と、他につかみ取ることのできたものを何であれ手に取り、辛うじて泳ぎ着いた。
ταῦτα μὲν οὖν τὰ μέχρι τῆς ἑτέρας γῆς συνενεχθέντα μοι ἐν τῇ θαλάττῃ καὶ παρὰ τὸν πλοῦν ἐν ταῖς νήσοις καὶ ἐν τῷ ἀέρι καὶ μετὰ ταῦτα ἐν τῷ κήτει καὶ ἐπεὶ ἐξήλθομεν, παρά τε τοῖς ἥρωσι καὶ τοῖς ὀνείροις καὶ τὰ τελευταῖα παρὰ τοῖς Βουκεφάλοις καὶ ταῖς Ὀνοσκελέαις, τὰ δὲ ἐπὶ τῆς γῆς ἐν ταῖς ἑξῆς βίβλοις διηγήσομαι.
これらが、もう一方の陸地に至るまでに、海において、また航海の途中で諸島において、また空中において、そしてその後は鯨の中で、さらにそこから出た後に、英雄たちや夢のところで、そして最後に牛頭人たちやオノスケレイスたちのところで私に起こった出来事である。 そして、その陸地における出来事は、続く巻において語ることにしよう。