Humanitext Reader

ルキアノス · 本当の話 §2.36-2.41

カリュプソーの島訪問と奇妙な海戦の目撃

20 / 22 箇所 · ギリシア語

要旨

カリュプソーの島に到着した一行は歓迎を受け、オデュッセウスの手紙を渡す。その後、出航した一行はカボチャ海賊やクルミ船員の海戦、巨大なアルキュオーンの巣、そして船に起こった奇妙な予兆を体験する。

§2.36ἐγὼ δὲ προελθὼν ὀλίγον ἀπὸ τῆς θαλάσσης εὗρον τὸ σπήλαιον τοιοῦτον οἷον Ὅμηρος εἶπεν, καὶ αὐτὴν ταλασιουργοῦσαν.
私は海から少し進むと、ホメロスが言った通りの洞窟を発見し、彼女自身が羊毛をつむいでいるのを見た。
ὡς δὲ τὴν ἐπιστολὴν ἔλαβεν καὶ ἐπελέξατο, πρῶτα μὲν ἐπὶ πολὺ ἐδάκρυεν, ἔπειτα δὲ παρεκάλει ἡμᾶς ἐπὶ ξένια καὶ εἱστία λαμπρῶς καὶ περὶ τοῦ Ὀδυσσέως ἐπυνθάνετο καὶ περὶ τῆς Πηνελόπης, ὁποία τε εἴη τὴν ὄψιν καὶ εἰ σωφρονοίη, καθάπερ Ὀδυσσεὺς πάλαι περὶ αὐτῆς ἐκόμπαζεν·
彼女は手紙を受け取って読むと、最初は長い間涙を流していたが、その後私たちを歓待に招いて見事にもてなし、オデュッセウスのことやペネロペのこと、彼女がどのような容姿であるか、またかつてオデュッセウスが彼女について自慢していたように貞淑であるかどうかを尋ねた。
καὶ ἡμεῖς τοιαῦτα ἀπεκρινάμεθα, ἐξ ὧν εἰκάζομεν εὐφρανεῖσθαι αὐτήν.
そして私たちは、彼女が喜ぶであろうと思われるような答えを返した。
τότε μὲν οὖν ἀπελθόντες ἐπὶ ναῦν πλησίον ἐπὶ τῆς ᾐόνος ἐκοιμήθημεν.
その時は私たちは船に戻り、近くの浜辺で眠りについた。
§2.37ἕωθεν δὲ ἀνηγόμεθα σφοδρότερον κατιόντος τοῦ πνεύματος·
夜が明けると、風が激しく吹き下ろす中で私たちは出帆した。
καὶ δὴ χειμασθέντες ἡμέρας δύο τῇ τρίτῃ περιπίπτομεν τοῖς Κολοκυνθοπειραταῖς.
そして嵐に二日間見舞われた後、三日目に私たちは「カボチャ海賊」に遭遇した。
ἄνθρωποι δέ εἰσιν οὗτοι ἄγριοι ἐκ τῶν πλησίον νήσων λῃστεύοντες τοὺς παραπλέοντας.
この者たちは、近隣の島々から来て航海する人々を襲う野蛮な人間である。
τὰ πλοῖα δὲ ἔχουσι μεγάλα κολοκύνθινα τὸ μῆκος πήχεων ἑξήκοντα·
彼らは長さが六十ペーキュスもある大きなカボチャ製の船を持っている。
ἐπειδὰν γὰρ ξηράνωσι τὴν κολόκυνθαν, κοιλάναντες αὐτὴν καὶ ἐξελόντες τὴν ἐντεριώνην ἐμπλέουσιν, ἱστοῖς μὲν χρώμενοι καλαμίνοις, ἀντὶ δὲ τῆς ὀθόνης τῷ φύλλῳ τῆς κολοκύνθης.
なぜなら、彼らはカボチャを乾燥させると、中身をくり抜いて果肉を取り除き、それに乗って航海するのであり、マストには葦を用い、帆の代わりにカボチャの葉を用いるからである。
προσβαλόντες οὖν ἡμῖν ἀπὸ δύο πληρωμάτων ἐμάχοντο καὶ πολλοὺς κατετραυμάτιζον βάλλοντες ἀντὶ λίθων τῷ σπέρματι τῶν κολοκυνθῶν.
そこで、二隻の乗組員が私たちを襲い、戦闘となり、石の代わりにカボチャの種を投げつけて、多くの者に怪我を負わせた。
ἀγχωμάλως δὲ ἐπὶ πολὺ ναυμαχοῦντες περὶ μεσημβρίαν εἴδομεν κατόπιν τῶν Κολοκυνθοπειρατῶν προσπλέοντας τοὺς Καρυοναύτας.
互角の海戦が長く続き、正午頃、私たちはカボチャ海賊の背後から「クルミ船員」たちが航行してくるのを目にした。
πολέμιοι δὲ ἦσαν ἀλλήλοις, ὡς ἔδειξαν·
彼らは互いに敵同士であり、それは行動に現れた。
ἐπεὶ γὰρ κἀκεῖνοι ᾔσθοντο αὐτοὺς ἐπιόντας, ἡμῶν μὲν ὠλιγώρησαν, τραπόμενοι δὲ ἐπʼ ἐκείνους ἐναυμάχουν.
というのも、カボチャ海賊たちも彼らが近づくのに気づくと、私たちのことは放置し、彼らの方に向き直って海戦を始めたからである。
§2.38ἡμεῖς δὲ ἐν τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν ἀπολιπόντες αὐτοὺς μαχομένους, καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ Καρυοναῦται ἅτε καὶ πλείους — πέντε γὰρ εἶχον πληρώματα — καὶ ἀπὸ ἰσχυροτέρων νεῶν μαχόμενοι·
私たちはその間に帆を上げて、戦っている彼らを残して逃走したが、クルミ船員たちが勝利することは明らかであった。 というのも、数においても勝っており(五隻の乗組員を擁していた)、より頑丈な船から戦っていたからである。
τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα, κεκενωμένα, μέγεθος δὲ ἑκάστου ἡμιτόμου εἰς μῆκος ὀργυιαὶ πεντεκαίδεκα.
彼らの船は、二つに割って中身を空にしたクルミの殻であり、それぞれの半分の長さは十五オルギュイアに達していた。
ἐπεὶ δὲ ἀπεκρύψαμεν αὐτούς, ἰώμεθα τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ὡς ἐπίπαν ἦμεν, ἀεί τινας ἐπιβουλὰς προσδεχόμενοι·
彼らの姿が見えなくなると、私たちは負傷者を治療し、その後は常に何らかの不意打ちを警戒しながら、大体において武装したままでいた。
οὐ μάτην.
そして、それは無駄ではなかった。
§2.39οὔπω γοῦν ἐδεδύκει ὁ ἥλιος, καὶ ἀπό τινος ἐρήμου νήσου προσήλαυνον ἡμῖν ὅσον εἴκοσι ἄνδρες ἐπὶ δελφίνων μεγάλων ὀχούμενοι, λῃσταὶ καὶ οὗτοι·
と言うのも、まだ日は暮れていなかったが、ある無人島から二十人ほどの男たちが大きなイルカに乗って私たちの方へと進んできた。 彼らもまた海賊であった。
καὶ οἱ δελφῖνες αὐτοὺς ἔφερον ἀσφαλῶς, καὶ ἀναπηδῶντες ἐχρεμέτιζον ὥσπερ ἵπποι.
イルカたちは彼らを安全に乗せて運び、跳ね上がっては馬のようにいなないた。
ἐπεὶ δὲ πλησίον ἦσαν, διαστάντες οἱ μὲν ἔνθεν, οἱ δὲ ἔνθεν ἔβαλλον ἡμᾶς σηπίαις ξηραῖς καὶ ὀφθαλμοῖς καρκίνων.
彼らは近づくと、こちらとあちらに分かれて、乾燥したコウイカやカニの目を私たちに投げつけてきた。
τοξευόντων δὲ καὶ ἡμῶν καὶ ἀκοντιζόντων οὐκέτι ὑπέμενον, ἀλλὰ τρωθέντες οἱ πολλοὶ αὐτῶν πρὸς τὴν νῆσον κατέφυγον.
しかし、私たちが矢を射り槍を投げると、彼らは持ちこたえられなくなり、多くが傷を負って島へと逃げ帰った。
§2.40περὶ δὲ τὸ μεσονύκτιον γαλήνης οὔσης ἐλάθομεν προσοκείλαντες ἀλκυόνος καλιᾷ παμμεγέθει·
真夜中頃、穏やかな凪の中、私たちは知らぬ間にアルキュオーンの極めて巨大な巣に乗り上げていた。
σταδίων γοῦν ἦν αὕτη ἑξήκοντα τὸ περίμετρον.
その周囲は実に六十スタディオンもあった。
ἐπέπλεεν δὲ ἡ ἀλκυὼν τὰ ᾠὰ θάλπουσα οὐ πολὺ μείων τῆς καλιᾶς.
アルキュオーンは卵を温めながら巣の上に浮かんでおり、その大きさは巣に劣らぬほどであった。
καὶ δὴ ἀναπταμένη μικροῦ μὲν κατέδυσε τὴν ναῦν τῷ ἀνέμῳ τῶν πτερῶν.
彼女が飛び立つと、その羽ばたきが起こした風によって、船はあやうく沈没しかけた。
ᾤχετο δʼ οὖν φεύγουσα γοεράν τινα φωνὴν προϊεμένη.
しかし彼女は哀れな声を上げながら逃げ去っていった。
ἐπιβάντες δὲ ἡμεῖς ἡμέρας ἤδη ὑποφαινούσης ἐθεώμεθα τὴν καλιὰν σχεδίᾳ μεγάλῃ προσεοικυῖαν ἐκ δένδρων μεγάλων συμπεφορημένην·
夜が明け始める頃、私たちは巣の上に上がって見物したが、それは大木を寄せ集めて作った巨大な筏のようであった。
ἐπῆν δὲ καὶ ᾠὰ πεντακόσια, ἕκαστον αὐτῶν Χίου πίθου περιπληθέστερον.
その上には五百個の卵があり、それぞれがキオス産の大きな甕よりもさらに容量が大きかった。
ἤδη μέντοι καὶ οἱ νεοττοὶ ἔνδοθεν ἐφαίνοντο καὶ ἔκρωζον.
しかも、すでに内部からは雛たちの姿が見え、鳴き声を上げていた。
πελέκεσιν γοῦν διακόψαντες ἓν τῶν ᾠῶν νεοττὸν ἄπτερον ἐξεκολάψαμεν εἴκοσι γυπῶν ἁδρότερον.
そこで私たちは斧で卵の一つを叩き割って、羽の生えていない雛を取り出したが、それはハゲワシ二十羽よりも大きかった。
§2.41ἐπεὶ δὲ πλέοντες ἀπείχομεν τῆς καλιᾶς ὅσον σταδίους διακοσίους, τέρατα ἡμῖν μεγάλα καὶ θαυμαστὰ ἐπεσήμανεν·
私たちが船を進め、巣から二百スタディオンほど離れた時、大きくて驚くべき予兆が私たちに示された。
ὅ τε γὰρ ἐν τῇ πρύμνῃ χηνίσκος ἄφνω ἐπτερύξατο καὶ ἀνεβόησεν, καὶ ὁ κυβερνήτης ὁ Σκίνθαρος φαλακρὸς ἤδη ὢν ἀνεκόμησεν, καὶ τὸ πάντων δὴ παραδοξότατον, ὁ γὰρ ἱστὸς τῆς νεὼς ἐξεβλάστησεν καὶ κλάδους ἀνέφυσεν καὶ ἐπὶ τῷ ἄκρῳ ἐκαρποφόρησεν, ὁ δὲ καρπὸς ἦν σῦκα καὶ σταφυλὴ μέλαινα, οὔπω πέπειρος.
船尾にある白鳥の飾りが突然羽ばたいて声を上げ、すでにハゲ頭であった舵手のスキンタロスに髪の毛が生えてきた。 そして、すべてのうちで最も奇妙なことには、船のマストが芽を吹き、枝を伸ばし、その先端に実を結んだ。 その実はイチジクと、まだ熟していない黒いブドウであった。
ταῦτα ἰδόντες ὡς εἰκὸς ἐταράχθημεν καὶ ηὐχόμεθα τοῖς θεοῖς διὰ τὸ ἀλλόκοτον τοῦ φαντάσματος.
私たちはこれを見て当然ながら動揺し、その奇妙な現象のために神々に祈りを捧げた。

語釈・文法注

  1. §2.36αὐτὴν ταλασιουργοῦσαν — 動詞 εὗρον(見いだした)の目的格補語として対格名詞 αὐτήν(彼女自身が)と現在分詞 ταλασιουργοῦσαν(羊毛を紡いでいるのを)が置かれており、「彼女自身が羊毛を紡いでいるところを発見した」という二重対格に準ずる構文を形成している。

この箇所を引用する

ルキアノス, 本当の話 §2.36-2.41. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.36-2.41

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。