Humanitext Reader

琉善 · 真实的故事 §2.42-2.44

海上森林的跨越与牛头人部族

第 21 段,共 22 段 · 希腊语

内容简介

主人公们在深海中遇到了一片巨大的森林,通过将船抬上树梢完成了航行。随后,他们利用一座水桥跨越了巨大的海洋深渊,并在牛头人的岛屿上与对方发生战斗,最终通过人质赎金换取食物并达成和解。

§2.42οὔπω δὲ πεντακοσίους σταδίους διελθόντες εἴδομεν ὕλην μεγίστην καὶ λάσιον πιτύων καὶ κυπαρίττων.
我们行进还不到五百斯塔德,就看见一大片松树和柏树极其茂密的森林。
καὶ ἡμεῖς μὲν εἰκάσαμεν ἤπειρον εἶναι· τὸ δʼ ἦν πέλαγος ἄβυσσον ἀρρίζοις δένδροις καταπεφυτευμένον·
我们起初以为那是陆地,但实际上那是一片深不见底的海洋,上面种植着没有根的树木。
εἱστήκει δὲ τὰ δένδρα ὅμως ἀκίνητα, ὀρθὰ καθάπερ ἐπιπλέοντα.
然而,这些树木却依然一动不动地直立着,仿佛漂浮在水面上一样。
πλησιάσαντες δ’ οὖν καὶ τὸ πᾶν κατανοήσαντες ἐν ἀπόρῳ εἰχόμεθα τί χρὴ δρᾶν·
当我们靠近并了解了全部情况后,陷入了不知所措的困境,不知道该怎么办。
οὔτε γὰρ διὰ τῶν δένδρων πλεῖν δυνατὸν ἦν — πυκνὰ γὰρ καὶ προσεχῆ ὑπῆρχεν — οὔτε ἀναστρέφειν ἐδόκει ῥᾴδιον·
因为在树木之间航行是不可能的——因为它们生长得又密又连贯——而转身返回似乎也并不容易。
ἐγὼ δὲ ἀνελθὼν ἐπὶ τὸ μέγιστον δένδρον ἀπεσκόπουν τὰ ἐπέκεινα ὅπως ἔχοι, καὶ ἑώρων ἐπὶ σταδίους μὲν πεντήκοντα ἢ ὀλίγῳ πλείους τὴν ὕλην οὖσαν, ἔπειτα δὲ αὖθις ἕτερον ὠκεανὸν ἐκδεχόμενον.
于是我爬上了最大的一棵树,向前方眺望情况,看到这片森林大约延伸了五十斯塔德或稍微多一点,随后便又是另一片海洋。
καὶ δὴ ἐδόκει ἡμῖν ἀναθεμένους τὴν ναῦν ἐπὶ τὴν κόμην τῶν δένδρων — πυκνὴ δὲ ἦν — ὑπερβιβάσαι, εἰ δυναίμεθα, εἰς τὴν θάλατταν τὴν ἑτέραν· καὶ οὕτως ἐποιοῦμεν.
于是我们觉得,如果可能的话,应当把船抬到树冠上——树冠非常茂密——以便将它运送到另一片海域去;我们也就是这样做的。
ἐκδήσαντες γὰρ αὐτὴν κάλῳ μεγάλῳ καὶ ἀνελθόντες ἐπὶ τὰ δένδρα μόλις ἀνιμησάμεθα, καὶ θέντες ἐπὶ τῶν κλάδων, πετάσαντες τὰ ἱστία καθάπερ ἐν θαλάττῃ ἐπλέομεν τοῦ ἀνέμου προωθοῦντος ἐπισυρόμενοι·
我们用一条粗缆绳把船绑紧,爬上树木,费了九牛二虎之力才把船拉上来,放在树枝上。 我们扬起风帆,就像在海上航行一样,在风力的推动下被拖曳着前进。
ἔνθα δὴ καὶ τὸ Ἀντιμάχου τοῦ ποιητοῦ ἔπος ἐπεισῆλθέ με — φησὶν γάρ που κἀκεῖνος· "τοῖσιν δʼ ὑλήεντα διὰ πλόον ἐρχομένοισιν.
这时,诗人安提马科斯的诗句浮现在我的脑海中,因为他也在某个地方写道: “对于那些在木林覆蔽的航路中前行的人们。
" §2.43βιασάμενοι δὲ ὅμως τὴν ὕλην ἀφικόμεθα ἐς τὸ ὕδωρ, καὶ πάλιν ὁμοίως καθέντες τὴν ναῦν ἐπλέομεν διὰ καθαροῦ καὶ διαυγοῦς ὕδατος, ἄχρι δὴ ἐπέστημεν χάσματι μεγάλῳ ἐκ τοῦ ὕδατος διεστῶτος γεγενημένῳ, καθάπερ ἐν τῇ γῇ πολλάκις ὁρῶμεν ὑπὸ σεισμῶν γενόμενα διαχωρίσματα.
” 尽管如此,我们还是穿过了这片森林,到达了水面。 我们像之前那样重新把船放回水中,在清澈透明的水面上航行,直到我们来到一处由于海水裂开而形成的巨大深渊前,就像我们经常在陆地上看到由地震引起的裂缝一样。
ἡ μὲν οὖν ναῦς καθελόντων ἡμῶν τὰ ἱστία οὐ ῥᾳδίως ἔστη παρʼ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι.
尽管我们降下了船帆,船却不易停下,差一点就要被卷下深渊。
ὑπερκύψαντες δὲ ἡμεῖς ἑωρῶμεν βάθος ὅσον σταδίων χιλίων μάλα φοβερὸν καὶ παράδοξον· εἱστήκει γὰρ τὸ ὕδωρ ὥσπερ μεμερισμένον·
我们探身往下看,只见深达约一千斯塔德的深渊,十分恐怖且不可思议,因为海水仿佛被分割开来直立着。
περιβλέποντες δὲ ὁρῶμεν κατὰ δεξιὰ οὐ πάνυ πόρρωθεν γέφυραν ἐπεζευγμένην ὕδατος συνάπτοντος τὰ πελάγη κατὰ τὴν ἐπιφάνειαν, ἐκ τῆς ἑτέρας θαλάττης εἰς τὴν ἑτέραν διαρρέοντος.
我们环顾四周,看到在右边不远处,有一座由海水构成的桥梁连接着海面上的两片海域,水流从一片海流入另一片海。
προσελάσαντες οὖν ταῖς κώπαις κατʼ ἐκεῖνο παρεδράμομεν καὶ μετὰ πολλῆς ἀγωνίας ἐπεράσαμεν οὔποτε προσδοκήσαντες.
于是我们用桨划过去,沿着那里飞驰,怀着极大的焦虑渡了过去,这是我们从未料想到的。
§2.44ἐντεῦθεν ἡμᾶς ὑπεδέχετο πέλαγος προσηνὲς καὶ νῆσος οὐ μεγάλη, εὐπρόσιτος, συνοικουμένη·
从那里开始,一片温和的海洋和一个不大、易于接近且有人居住的岛屿接纳了我们。
ἐνέμοντο δὲ αὐτὴν ἄνθρωποι ἄγριοι, Βουκέφαλοι, κέρατα ἔχοντες, οἷον παρʼ ἡμῖν τὸν Μινώταυρον ἀναπλάττουσιν.
占领那里的是一些野蛮人,称为牛头人(Bucephali),他们长着角,正如我们那里的人塑造米诺陶洛斯那样。
ἀποβάντες δὲ προῄειμεν ὑδρευσόμενοι καὶ σιτία ληψόμενοι, εἴ ποθεν δυνηθείημεν· οὐκέτι γὰρ εἴχομεν.
我们登岸后向前走去,想要汲水并获取食物,如果能从哪里得到的话,因为我们的食物已经所剩无几。
καὶ ὕδωρ μὲν αὐτοῦ πλησίον εὕρομεν, ἄλλο δὲ οὐδὲν ἐφαίνετο, πλὴν μυκηθμὸς πολὺς οὐ πόρρωθεν ἠκούετο.
我们在附近找到了水,但没有发现其他东西,只是听到不远处传来一阵响亮的牛鸣声。
δόξαντες οὖν ἀγέλην εἶναι βοῶν, κατʼ ὀλίγον προχωροῦντες ἐπέστημεν τοῖς ἀνθρώποις.
我们以为那是一群牛,便一点点向前推进,结果遇到了那些人。
οἱ δὲ ἰδόντες ἡμᾶς ἐδίωκον, καὶ τρεῖς μὲν τῶν ἑταίρων λαμβάνουσιν, οἱ δὲ λοιποὶ πρὸς τὴν θάλατταν κατεφεύγομεν.
他们一看到我们便开始追赶,并抓住了我们的三个同伴,其余的人则逃回了海边。
εἶτα μέντοι πάντες ὁπλισάμενοι — οὐ γὰρ ἐδόκει ἡμῖν ἀτιμωρήτους περιιδεῖν τοὺς φίλους — ἐμπίπτομεν τοῖς Βουκεφάλοις τὰ κρέα τῶν ἀνῃρημένων διαιρουμένοις·
然而,随后我们所有人武装起来——因为我们觉得不能对朋友的死坐视不管——向那些正在分食被杀者肉的牛头人发起了袭击。
φοβήσαντες δὲ πάντας διώκομεν, καὶ κτείνομέν γε ὅσον πεντήκοντα καὶ ζῶντας αὐτῶν δύο λαμβάνομεν, καὶ αὖθις ὀπίσω ἀναστρέφομεν τοὺς αἰχμαλώτους ἔχοντες. σιτίον μέντοι οὐδὲν εὕρομεν.
我们吓跑了他们所有人并展开追击,杀死了大约五十人,并生擒了他们中的两个人。 随后我们带着俘虏转身返回,但是没有找到任何食物。
οἱ μὲν οὖν ἄλλοι παρῄνουν ἀποσφάττειν τοὺς εἰλημμένους, ἐγὼ δὲ οὐκ ἐδοκίμαζον, ἀλλὰ δήσας ἐφύλαττον αὐτούς, ἄχρι δὴ ἀφίκοντο παρὰ τῶν Βουκεφάλων πρέσβεις ἀπαιτοῦντες ἐπὶ λύτροις τοὺς συνειλημμένους·
其他人建议宰杀这些俘虏,但我不同意,而是将他们绑起来看管,直到牛头人的使者到来,要求用赎金赎回被俘的人。
συνίεμεν γὰρ αὐτῶν διανευόντων καὶ γοερόν τι μυκωμένων ὥσπερ ἱκετευόντων.
因为我们能理解他们打着手势、发出悲哀的牛鸣般恳求的意图。
τὰ λύτρα δὲ ἦν τυροὶ πολλοὶ καὶ ἰχθύες ξηροὶ καὶ κρόμμυα καὶ ἔλαφοι τέτταρες, τρεῖς ἑκάστη πόδας ἔχουσα, δύο μὲν τοὺς ὀπίσω, οἱ δὲ πρόσω συνεπεφύκεσαν.
赎金是大量的干酪、干鱼、洋葱和四只鹿,每只鹿有三只脚,后面两只,而前面的脚则合生为一只。
ἐπὶ τούτοις ἀποδόντες τοὺς συνειλημμένους καὶ μίαν ἡμέραν ἐπιμείναντες ἀνήχθημεν.
基于这些条件,我们交还了被俘的人,并在停留了一天后扬帆起航。

词汇与语法注释

  1. p.v.1.p.348ἀναθεμένους — 宾格分词 `ἀναθεμένους` 用作不定式 `ὑπερβιβάσαι` 的逻辑主语,该不定式由无人称动词 `ἐδόκει`(伴随与格 `ἡμῖν`)引导。此处并未采用与与格 `ἡμῖν` 一致的与格分词 `ἀναθεμένοις`,而是遵循了希腊语中不定式逻辑主语采用宾格的常规用法。
  2. p.v.1.p.348παρʼ ὀλίγον ἐλθοῦσα κατενεχθῆναι — 惯用短语 `παρ' ὀλίγον ἐλθεῖν` 后接不定式,表示“差一点就……”或“险些……”。此处,阴性单数主格分词 `ἐλθοῦσα` 与主语 `ναῦς`(船)一致,并与不定过去时被动不定式 `κατενεχθῆναι`(坠落)连用,整句意为“船差一点就被冲下去”。
  3. p.v.1.p.350οἷον παρʼ ἡμῖν τὸν Μινώταυρον ἀναπλάττουσιν — 在由关系代词 `οἷον` 引导的从句中,动词 `ἀναπλάττουσιν`(塑造、描绘)为第三人称复数,指代不具体的人群(如普通人或艺术家)。这是一个比较和比喻的表达,意为“(长着角)正如我们那里的人们塑造米诺陶洛斯那样”。

引用这一段

琉善, 真实的故事 §2.42-2.44. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.42-2.44

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。