Humanitext Reader

ルキアノス · 本当の話 §2.4-2.9

福者の島への到着とラダマンテュスの裁判

13 / 22 箇所 · ギリシア語

要旨

主人公たちは「福者の島」に到着し、バラの冠で縛られて支配者ラダマンテュスの裁判の場に連行され、英雄たちの様々な争いに対する彼の判決を目撃する。

§2.4Μείναντες δὲ ἡμέρας ἐν τῇ νήσῳ πέντε, τῇ ἕκτῃ ἐξωρμήσαμεν, αὔρας μέν τινος παραπεμπούσης, λειοκύμονος δὲ οὔσης τῆς θαλάττης·
私たちはその島に五日間滞在し、六日目に出発した。 微風が私たちを送り出し、海は波穏やかであった。
ὀγδόῃ δὲ ἡμέρᾳ πλέοντες οὐκέτι διὰ τοῦ γάλακτος, ἀλλʼ ἤδη ἐν ἁλμυρῷ καὶ κυανέῳ ὕδατι, καθορῶμεν ἀνθρώπους πολλοὺς ἐπὶ τοῦ πελάγους διαθέοντας, ἅπαντα ἡμῖν προσεοικότας, καὶ τὰ σώματα καὶ τὰ μεγέθη, πλὴν τῶν ποδῶν μόνων·
八日目の航行で、私たちはもはや乳の中ではなく、すでに塩辛い青い水の中を進んでおり、海の上を走り回る多くの人々を目にした。 彼らは足だけを除けば、体つきも大きさもすべて私たちに酷似していた。
ταῦτα γὰρ φέλλινα εἶχον, ἀφʼ οὗ δή, οἶμαι, καὶ ἐκαλοῦντο Φελλόποδες.
彼らは足がコルクでできていたので、それゆえに、おそらく彼らは「コルク足」と呼ばれているのだろう。
ἐθαυμάσαμεν οὖν ἰδόντες οὐ βαπτιζομένους, ἀλλὰ ὑπερέχοντας τῶν κυμάτων καὶ ἀδεῶς ὁδοιποροῦντας.
私たちは、彼らが水に沈むことなく、波の上に出て恐れることなく歩いているのを見て驚嘆した。
οἱ δὲ καὶ προσῄεσαν καὶ ἠσπάζοντο ἡμᾶς Ἑλληνικῇ φωνῇ·
彼らは近づいてきて、ギリシア語で私たちに挨拶をした。
ἔλεγον δὲ καὶ εἰς Φελλὼ τὴν αὑτῶν πατρίδα ἐπείγεσθαι.
そして、自分たちの祖国であるフェッローへと急いでいるのだと言った。
μέχρι μὲν οὖν τινος συνωδοιπόρουν ἡμῖν παραθέοντες, εἶτα ἀποτραπόμενοι τῆς ὁδοῦ ἐβάδιζον εὔπλοιαν ἡμῖν ἐπευξάμενοι.
しばらくの間、彼らは私たちの傍らを走りながら同行していたが、やがて進路を変えて、私たちの順調な航海を祈りながら去っていった。
μετʼ ὀλίγον δὲ πολλαὶ νῆσοι ἐφαίνοντο, πλησίον μὲν ἐξ ἀριστερῶν ἡ Φελλώ, ἐς ἣν ἐκεῖνοι ἔσπευδον, πόλις ἐπὶ μεγάλου καὶ στρογγύλου φελλοῦ κατοικουμένη·
間もなく、多くの島々が見えてきた。 近くの左手には、彼らが急いで向かっていたフェッローがあり、それは巨大で丸いコルクの上に築かれた都市であった。
πόρρωθεν δὲ καὶ μᾶλλον ἐν δεξιᾷ πέντε μέγισται καὶ ὑψηλόταται, καὶ πῦρ πολὺ ἀπʼ αὐτῶν ἀνεκαίετο,
遠く、さらに右手には、極めて巨大で非常に高い五つの島があり、それらからは多くの火が燃え上がっていた。
§2.5κατὰ δὲ τὴν πρῷραν μία πλατεῖα καὶ ταπεινή, σταδίους ἀπέχουσα οὐκ ἐλάττους πεντακοσίων.
船首の方向には、平らで低い一つの島があり、五百スタディオン以上離れていた。
ἤδη δὲ πλησίον ἦμεν, καὶ θαυμαστή τις αὔρα περιέπνευσεν ἡμᾶς, ἡδεῖα καὶ εὐώδης, οἵαν φησὶν ὁ συγγραφεὺς Ἡρόδοτος ἀπόζειν τῆς εὐδαίμονος Ἀραβίας.
すでに近づいたとき、驚くべき風が私たちの周りに吹き抜けた。 それは甘く芳しく、歴史家ヘロドトスが幸福なアラビアから漂うと言っているようなものであった。
οἷον γὰρ ἀπὸ ῥόδων καὶ ναρκίσσων καὶ ὑακίνθων καὶ κρίνων καὶ ἴων, ἔτι δὲ μυρρίνης καὶ δάφνης καὶ ἀμπελάνθης, τοιοῦτον ἡμῖν τὸ ἡδὺ προσέβαλλεν.
薔薇、水仙、ヒヤシンス、百合、菫、さらにはミルトス、月桂樹、葡萄の花から漂うかのような、そのような甘い香りが私たちに押し寄せた。
ἡσθέντες δὲ τῇ ὀσμῇ καὶ χρηστὰ ἐκ μακρῶν πόνων ἐλπίσαντες κατʼ ὀλίγον ἤδη πλησίον τῆς νήσου ἐγινόμεθα.
私たちはその香りを喜び、長い苦難の後に良いことを期待しながら、少しずつその島に近づいていった。
ἔνθα δὴ καὶ καθεωρῶμεν λιμένας τε πολλοὺς περὶ πᾶσαν ἀκλύστους καὶ μεγάλους, ποταμούς τε διαυγεῖς ἐξιέντας ἠρέμα εἰς τὴν θάλασσαν, ἔτι δὲ λειμῶνας καὶ ὕλας καὶ ὄρνεα μουσικά, τὰ μὲν ἐπὶ τῶν ᾐόνων ᾄδοντα, πολλὰ δὲ καὶ ἐπὶ τῶν κλάδων·
そこで私たちは、島の周囲全体に波の穏やかな多くの大きな港があり、澄んだ川が静かに海へと流れ出し、さらには牧草地や森があり、歌を歌う鳥たちが、あるものは岸辺で、多くは枝の上でさえずっているのを目にした。
ἀήρ τε κοῦφος καὶ εὔπνους περιεκέχυτο τὴν χώραν·
軽やかで心地よい空気がその土地を満たしていた。
καὶ αὖραι δέ τινες ἡδεῖαι πνέουσαι ἠρέμα τὴν ὕλην διεσάλευον, ὥστε καὶ ἀπὸ τῶν κλάδων κινουμένων τερπνὰ καὶ συνεχῆ μέλη ἀπεσυρίζετο, ἐοικότα τοῖς ἐπʼ ἐρημίας αὐλήμασι τῶν πλαγίων αὐλῶν.
また、甘い微風が吹き抜けて静かに森を揺らし、枝が動くにつれて、人里離れた場所で吹かれる横笛の音のような、心地よく途切れのない旋律が鳴り響いていた。
καὶ μὴν καὶ βοὴ σύμμικτος ἠκούετο ἄθρους, οὐ θορυβώδης, ἀλλʼ οἵα γένοιτʼ ἂν ἐν συμποσίῳ, τῶν μὲν αὐλούντων, τῶν δὲ ἐπᾳδόντων, ἐνίων δὲ κροτούντων πρὸς αὐλὸν ἢ κιθάραν.
さらに、騒がしくはなく、まるで饗宴の中で生じるような、ある者は笛を吹き、ある者は歌い、ある者は笛や竪琴に合わせて手拍子を打っているかのような、様々な音が混ざり合ったざわめきが聞こえてきた。
§2.6τούτοις ἅπασι κηλούμενοι κατήχθημεν, ὁρμίσαντες δὲ τὴν ναῦν ἀπεβαίνομεν, τὸν Σκίνθαρον ἐν αὐτῇ καὶ δύο τῶν ἑταίρων ἀπολιπόντες.
これらすべてに魅了されて私たちは入港し、船を係留して上陸した。 スキンタロスと二人の仲間を船に残した。
προιόντες δὲ διὰ λειμῶνος εὐανθοῦς ἐντυγχάνομεν τοῖς φρουροῖς καὶ περιπόλοις, οἱ δὲ δήσαντες ἡμᾶς ῥοδίνοις στεφάνοις — οὗτος γὰρ μέγιστος παρʼ αὐτοῖς δεσμός ἐστιν — ἀνῆγον ὡς τὸν ἄρχοντα, παρʼ ὧν δὴ καὶ καθʼ ὁδὸν ἠκούσαμεν ὡς ἡ μὲν νῆσος εἴη τῶν Μακάρων προσαγορευομένη, ἄρχοι δὲ ὁ Κρὴς Ῥαδάμανθυς.
花咲く牧草地を進んでいくと、衛兵や巡回兵に出会った。 彼らは私たちを薔薇の冠で縛り――これが彼らにとって最も重い拘束であった――、支配者のもとへと連行した。 その途中で彼らから聞いたところによると、この島は「福者の島」と呼ばれ、クレタ人のラダマンテュスが支配しているとのことであった。
καὶ δὴ ἀναχθέντες ὡς αὐτὸν ἐν τάξει τῶν δικαζομένων ἔστημεν τέταρτοι.
私たちは彼のもとに連れて行かれ、裁判を待つ人々の列の四番目に立たされた。
§2.7ἦν δὲ ἡ μὲν πρώτη δίκη περὶ Αἴαντος τοῦ Τελαμῶνος, εἴτε χρὴ αὐτὸν συνεῖναι τοῖς ἥρωσιν εἴτε καὶ μή·
第一の裁判はテラモンの子アイアスに関するもので、彼を英雄たちの仲間に加えるべきか否かというものであった。
κατηγορεῖτο δὲ αὐτοῦ ὅτι μεμήνοι καὶ ἑαυτὸν ἀπεκτόνοι.
彼が狂気に陥り、自ら命を絶ったことが告発理由であった。
τέλος δὲ πολλῶν ῥηθέντων ἔγνω ὁ Ῥαδάμανθυς, νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἐλλεβόρου παραδοθῆναι Ἱπποκράτει τῷ Κῴῳ ἰατρῷ, ὕστερον δὲ σωφρονήσαντα μετέχειν τοῦ συμποσίου.
最後に多くの意見が述べられた後、ラダマンテュスは、現在は彼にヘレボルスを飲ませるためにコスの医師ヒッポクラテスに引き渡し、後に正気を取り戻したならば饗宴に参加させるという判決を下した。
§2.8δευτέρα δὲ ἦν κρίσις ἐρωτική, Θησέως καὶ Μενελάου περὶ τῆς Ἑλένης διαγωνιζομένων, ποτέρῳ χρὴ αὐτὴν συνοικεῖν.
第二の裁判は恋愛に関する争いで、テセウスとメネラオスがヘレネを巡って競い合い、彼女がどちらと同居すべきかというものであった。
καὶ ὁ Ῥαδάμανθυς ἐδίκασε Μενελάῳ συνεῖναι αὐτὴν ἅτε καὶ τοσαῦτα πονήσαντι καὶ κινδυνεύσαντι τοῦ γάμου ἕνεκα·
ラダマンテュスは、結婚のためにこれほどの苦難と危険を冒したのであるから、彼女はメネラオスと同居すべきであると裁いた。
καὶ γὰρ αὖ τῷ Θησεῖ καὶ ἄλλας εἶναι γυναῖκας, τήν τε Ἀμαζόνα καὶ τὰς τοῦ Μίνωος θυγατέρας.
なぜなら、テセウスにはアマゾンやミノスの娘たちなど、他にも妻がいたからである。
§2.9τρίτη δʼ ἐδικάσθη περὶ προεδρίας Ἀλεξάνδρῳ τε τῷ Φιλίππου καὶ Ἀννίβᾳ τῷ Καρχηδονίῳ, καὶ ἔδοξε προέχειν ὁ Ἀλέξανδρος, καὶ θρόνος αὐτῷ ἐτέθη παρὰ Κῦρον τὸν Πέρσην τὸν πρότερον.
第三の裁判は、フィリッポスの子アレクサンドロスとカルタゴのハンニバルの間の上座を巡るものであった。 アレクサンドロスが勝っていると決定され、先代のペルシア人キュロスの傍らに彼の席が設けられた。

語釈・文法注

  1. p.v.1.p.308ἀφʼ οὗ δή, οἶμαι, καὶ ἐκαλοῦντο — οἶμαι(私は思う)は挿入節であり、ἀφʼ οὗ(それゆえに、〜に由来して)は関係代名詞の副詞的用法。καὶ は「まさに、実際に」と強調を表す。
  2. 2.5οἵαν φησὶν ὁ συγγραφεὺς Ἡρόδοτος ἀπόζειν τῆς εὐδαίμονος Ἀραβίας — ἀπόζειν は属格(τῆς εὐδαίμονος Ἀραβίας)を支配し、「〜から匂いを発する」の意。関係代名詞 οἵαν は、先行詞である女性名詞 αὔρα の性と一致し、φησίν に導かれる対格不定詞構文(A.C.I.)において不定詞の目的語(内包対格)として機能している。
  3. 2.6παρʼ ὧν δὴ καὶ καθʼ ὁδὸν ἠκούσαμεν ὡς η μὲν νῆσος εἴη... ἄρχοι δὲ... — ὡς に導かれる従属節内の動詞 εἴη および ἄρχοι は、主節の過去時制(ἠκούσαμεν)に伴う伝聞・間接話法における希求法(斜格希求法)。
  4. 2.7νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἐλλεβόρου παραδοθῆναι — 目的を表す未来分詞 πιόμενον は、不定詞 παραδοθῆναι の意味上の主語である対格 αὐτόν を修飾する。薬を意味する ἐλλεβόρου は部分属格(〜を飲む)。
  5. p.v.1.p.312καὶ γὰρ αὖ τῷ Θησεῖ καὶ ἄλλας εἶναι γυναῖκας — τῷ Θησεῖ は所有の与格。εἶναι は、前の判定から続く理由節(καὶ γάρ)としての間接話法(対格不定詞構文)の不定詞であり、その意味上の主語は対格 ἄλλας γυναῖκας である。

この箇所を引用する

ルキアノス, 本当の話 §2.4-2.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.4-2.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。