§2.10τέταρτοι δὲ ἡμεῖς προσήχθημεν·
四番目に私たちが連れて行かれた。
καὶ ὁ μὲν ἤρετο τί παθόντες ἔτι ζῶντες ἱεροῦ χωρίου ἐπιβαίημεν·
そして彼は、私たちがいかなる運命に遭って(なぜ)、いまだ生きているうちに神聖な土地を踏んだのかと尋ねた。
ἡμεῖς δὲ πάντα ἑξῆς διηγησάμεθα.
私たちはすべてのことを順を追って説明した。
οὕτω δὴ μεταστησάμενος ἡμᾶς ἐπὶ πολὺν χρόνον ἐσκέπτετο καὶ τοῖς συνέδροις ἐκοινοῦτο περὶ ἡμῶν.
すると彼は、私たちを一度下がらせて、長い時間考え込み、審議官たちに私たちのことを相談した。
συνήδρευον δὲ ἄλλοι τε πολλοὶ καὶ Ἀριστείδης ὁ δίκαιος ὁ Ἀθηναῖος.
審議に加わっていたのは、多くの人々のほかに、アテナイの義人アリスティデスもいた。
ὡς δὲ ἔδοξεν αὐτῷ, ἀπεφήναντο, τῆς μὲν φιλοπραγμοσύνης καὶ τῆς ἀποδημίας, ἐπειδὰν ἀποθάνωμεν, δοῦναι τὰς εὐθύνας, τὸ δὲ νῦν ῥητὸν χρόνον μείναντας ἐν τῇ νήσῳ καὶ συνδιαιτηθέντας τοῖς ἥρωσιν ἀπελθεῖν.
そして彼が決めると、次のような判決が言い渡された。 すなわち、私たちの好奇心と旅については、私たちが死んだときにその責任を問われることとし、現時点では、定められた期間この島に滞在して英雄たちと共同生活を送ったのちに立ち去るべし、というものであった。
ἔταξαν δὲ καὶ τὴν προθεσμίαν τῆς ἐπιδημίας μὴ πλέον μηνῶν ἑπτά.
彼らは滞在の猶予期間を七ヶ月以下と定めた。
§2.11τοὐντεῦθεν αὐτομάτων ἡμῖν τῶν στεφάνων περιρρυέντων ἐλελύμεθα καὶ εἰς τὴν πόλιν ἠγόμεθα καὶ εἰς τὸ τῶν Μακάρων συμπόσιον.
そこから、私たちの(薔薇の)冠が自然と解け落ちると、私たちは解放され、都市へと、そして福者たちの饗宴へと案内された。
αὐτὴ μὲν οὖν ἡ πόλις πᾶσα χρυσῆ, τὸ δὲ τεῖχος περίκειται σμαράγδινον·
さて、その都市それ自体はすべて黄金でできており、周囲の城壁はエメラルドで作られている。
πύλαι δέ εἰσιν ἑπτά, πᾶσαι μονόξυλοι κινναμώμινοι·
門は七つあり、すべてシナモンの木の一枚板でできている。
τὸ μέντοι ἔδαφος τὸ τῆς πόλεως καὶ ἡ ἐντὸς τοῦ τείχους γῆ ἐλεφαντίνη·
もっとも、都市の地面や城壁の内側の土地は象牙でできている。
ναοὶ δὲ πάντων θεῶν βηρύλλου λίθου ᾠκοδομημένοι, καὶ βωμοὶ ἐν αὐτοῖς μέγιστοι μονόλιθοι ἀμεθύστινοι, ἐφʼ ὧν ποιοῦσι τὰς ἑκατόμβας.
すべての神々の神殿はベリル(緑柱石)の石で築かれ、その中の祭壇はアメジストの一塊の巨石で作られており、その上で彼らは百牛犠牲を捧げている。
περὶ δὲ τὴν πόλιν ῥεῖ ποταμὸς μύρου τοῦ καλλίστου, τὸ πλάτος πήχεων ἑκατὸν βασιλικῶν, βάθος δὲ πέντε, ὥστε νεῖν εὐμαρῶς.
都市の周囲には、幅が王尺で百ペーキュス、深さが五ペーキュスある極上の香油の川が流れており、容易に泳げるほどである。
λουτρὰ δέ ἐστιν αὐτοῖς οἶκοι μεγάλοι ὑάλινοι, τῷ κινναμώμῳ ἐγκαιόμενοι·
彼らの浴場はガラスでできた大きな建物で、シナモンを(薪として)燃やしている。
ἀντὶ μέντοι τοῦ ὕδατος ἐν ταῖς πυέλοις δρόσος θερμὴ ἔστιν.
もっとも、湯船の中の水の代わりには、温かい露が満ちている。
§2.12ἐσθῆτι δὲ χρῶνται ἀραχνίοις λεπτοῖς, πορφυροῖς.
彼らは衣服として、細い紫色のクモの巣を用いている。
αὐτοὶ δὲ σώματα μὲν οὐκ ἔχουσιν, ἀλλʼ ἀναφεῖς καὶ ἄσαρκοί εἰσιν, μορφὴν δὲ καὶ ἰδέαν μόνην ἐμφαίνουσιν, καὶ ἀσώματοι ὄντες ὅμως συνεστᾶσιν καὶ κινοῦνται καὶ φρονοῦσι καὶ φωνὴν ἀφιᾶσιν, καὶ ὅλως ἔοικε γυμνή τις ἡ ψυχὴ αὐτῶν περιπολεῖν τὴν τοῦ σώματος ὁμοιότητα περικειμένη·
彼ら自身は身体を持たず、触れることができず、肉もないが、姿と形だけを現しており、身体を持たないにもかかわらず、一緒に集まり、動き、考え、声を出す。 全体として、彼らの魂そのものが裸で歩き回り、身体の類似物をまとっているかのようである。
εἰ γοῦν μὴ ἅψαιτό τις, οὐκ ἂν ἐξελέγξειε μὴ εἶναι σῶμα τὸ ὁρώμενον·
少なくとも、もし誰かが触ってみなければ、見えているものが身体ではないということを証明できないだろう。
εἰσὶ γὰρ ὥσπερ σκιαὶ ὀρθαί, οὐ μέλαιναι.
彼らはまるで直立した影のようであり、ただし黒くはない。
γηράσκει δὲ οὐδείς, ἀλλʼ ἐφʼ ἧς ἂν ἡλικίας ἔλθῃ παραμένει.
誰も老いることはなく、島に来たときの一歳のまま留まる。
οὐ μὴν οὐδὲ νὺξ παρʼ αὐτοῖς γίνεται, οὐδὲ ἡμέρα πάνυ λαμπρά·
もっとも、彼らのところでは夜も訪れず、完全に明るい昼にもならない。
καθάπερ δὲ τὸ λυκαυγὲς ἤδη πρὸς ἕω, μηδέπω ἀνατείλαντος ἡλίου, τοιοῦτο φῶς ἐπέχει τὴν γῆν.
太陽がまだ昇っていない、すでに夜明けに向かう薄明かりのような光が土地を支配している。
καὶ μέντοι καὶ ὥραν μίαν ἴσασιν τοῦ ἔτους·
さらに、彼らは一年のうちに一つの季節しか知らない。
αἰεὶ γὰρ παρʼ αὐτοῖς ἔαρ ἐστὶ καὶ εἷς ἄνεμος πνεῖ παρʼ αὐτοῖς ὁ ζέφυρος.
彼らのところでは常に春であり、吹く風は常に西風(ゼピュロス)だけである。
§2.13ἡ δὲ χώρα πᾶσι μὲν ἄνθεσιν, πᾶσι δὲ φυτοῖς ἡμέροις τε καὶ σκιεροῖς τέθηλεν·
その土地は、あらゆる花、あらゆる栽培植物や日陰を作る植物で生い茂っている。
αἱ μὲν γὰρ ἄμπελοι δωδεκάφοροί εἰσιν καὶ κατὰ μῆνα ἕκαστον καρποφοροῦσιν·
葡萄の木は年に十二回実をむすび、毎月果実を実らせる。
τὰς δὲ ῥοιὰς καὶ τὰς μηλέας καὶ τὴν ἄλλην ὀπώραν ἔλεγον εἶναι τρισκαιδεκάφορον·
石榴やリンゴ、その他の果樹は年に十三回実をむすぶと言われていた。
ἑνὸς γὰρ μηνὸς τοῦ παρʼ αὐτοῖς Μινῴου δὶς καρποφορεῖν·
彼らの暦の「ミノオス」という一ヶ月の間に二回結実するからである。
ἀντὶ δὲ πυροῦ οἱ στάχυες ἄρτον ἕτοιμον ἐπʼ ἄκρων φύουσιν ὥσπερ μύκητας.
小麦の代わりに、麦の穂はその先端に、まるでキノコのように、すでに出来上がったパンを実らせる。
πηγαὶ δὲ περὶ τὴν πόλιν ὕδατος μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι, μέλιτος δὲ ἄλλαι τοσαῦται, μύρου δὲ πεντακόσιαι, μικρότεραι μέντοι αὗται, καὶ ποταμοὶ γάλακτος ἑπτὰ καὶ οἴνου ὀκτώ.
都市の周囲には水の泉が三百六十五、蜜の泉が同数、香油の泉が五百あるが、これらはやや小さめである。 また、乳の川が七本、ワインの川が八本流れている。
§2.14τὸ δὲ συμπόσιον ἔξω τῆς πόλεως πεποίηνται ἐν τῷ Ἠλυσίῳ καλουμένῳ πεδίῳ·
彼らは饗宴を都市の外、エリーシオンと呼ばれる野原に設けている。
λειμὼν δέ ἐστιν κάλλιστος καὶ περὶ αὐτὸν ὕλη παντοία πυκνή, ἐπισκιάζουσα τοὺς κατακειμένους.
そこは極めて美しい牧草地であり、その周囲には様々な樹木がうっそうと茂り、横たわる人々の上に日陰を作っている。
καὶ στρωμνὴν μὲν ἐκ τῶν ἀνθῶν ὑποβέβληνται, διακονοῦνται δὲ καὶ παραφέρουσιν ἕκαστα οἱ ἄνεμοι πλήν γε τοῦ οἰνοχοεῖν·
彼らは花で作られた敷物を下に敷いており、お酌をすることを除いて、風たちが給仕をし、それぞれを運んでくる。
τούτου γὰρ οὐδὲν δέονται, ἀλλʼ ἔστι δένδρα περὶ τὸ συμπόσιον ὑάλινα μεγάλα τῆς διαυγεστάτης ὑάλου, καὶ καρπός ἐστι τῶν δένδρων τούτων ποτήρια παντοῖα καὶ τὰς κατασκευὰς καὶ τὰ μεγέθη.
というのも、お酌は全く必要ないからである。 饗宴の周囲には極めて透明なガラスでできた大きなガラスの木があり、これらの木の果実は、あらゆる形状や大きさのコップになっている。
ἐπειδὰν οὖν παρίῃ τις ἐς τὸ συμπόσιον, τρυγήσας ἓν ἢ καὶ δύο τῶν ἐκπωμάτων παρατίθεται, τὰ δὲ αὐτίκα οἴνου πλήρη γίνεται.
それゆえ、誰かが饗宴にやって来ると、そのコップを一つか二つ摘み取って傍らに置くと、それらはすぐにワインで満たされる。
οὕτω μὲν πίνουσιν, ἀντὶ δὲ τῶν στεφάνων αἱ ἀηδόνες καὶ τὰ ἄλλα τὰ μουσικὰ ὄρνεα ἐκ τῶν πλησίον λειμώνων τοῖς στόμασιν ἀνθολογοῦντα κατανείφει αὐτοὺς μετʼ ᾠδῆς ὑπερπετόμενα.
彼らはこのようにして飲む。 そして冠の代わりには、サヨナキドリやその他の音楽を奏でる鳥たちが、近くの牧草地から口に花をくわえて飛んできて、彼らの上を歌いながら飛び交い、花を雪のように降らせる。
καὶ μὴν καὶ μυρίζονται ὧδε·
さらに、彼らはこのようにして香油を塗る。
νεφέλαι πυκναὶ ἀνασπάσασαι μύρον ἐκ τῶν πηγῶν καὶ τοῦ ποταμοῦ καὶ ἐπιστᾶσαι ὑπὲρ τὸ συμπόσιον ἠρέμα τῶν ἀνέμων ὑποθλιβόντων ὕουσι λεπτὸν ὥσπερ δρόσον.
厚い雲が泉や川から香油を吸い上げ、饗宴の上に立ち、風が静かに押し搾ることで、細かい露のように降らせるのである。