Humanitext Reader

琉善 · 真实的故事 §2.4-2.9

抵达福者之岛与拉达曼迪斯的审判

第 13 段,共 22 段 · 希腊语

内容简介

主人公们抵达“福者之岛”,被玫瑰花环捆绑并带到统治者拉达曼迪斯面前,目睹了他对英雄之间各种争端的审判。

§2.4Μείναντες δὲ ἡμέρας ἐν τῇ νήσῳ πέντε, τῇ ἕκτῃ ἐξωρμήσαμεν, αὔρας μέν τινος παραπεμπούσης, λειοκύμονος δὲ οὔσης τῆς θαλάττης·
我们在该岛停留了五天,在第六天出发,微风护送着我们,海面波平如镜。
ὀγδόῃ δὲ ἡμέρᾳ πλέοντες οὐκέτι διὰ τοῦ γάλακτος, ἀλλʼ ἤδη ἐν ἁλμυρῷ καὶ κυανέῳ ὕδατι, καθορῶμεν ἀνθρώπους πολλοὺς ἐπὶ τοῦ πελάγους διαθέοντας, ἅπαντα ἡμῖν προσεοικότας, καὶ τὰ σώματα καὶ τὰ μεγέθη, πλὴν τῶν ποδῶν μόνων· ταῦτα γὰρ φέλλινα εἶχον, ἀφʼ οὗ δή, οἶμαι, καὶ ἐκαλοῦντο Φελλόποδες.
到了第八天,我们航行时不再是在牛奶中,而是在咸咸的深蓝色海水中。 我们看见有许多人在海面上奔跑,他们的身体和身材在各方面都与我们相似,唯独脚不同:他们的脚是软木做的,我想,正是因为这个原因,他们才被称为 “软木足人”。
ἐθαυμάσαμεν οὖν ἰδόντες οὐ βαπτιζομένους, ἀλλὰ ὑπερέχοντας τῶν κυμάτων καὶ ἀδεῶς ὁδοιποροῦντας.
我们看到他们没有沉入水中,而是立在波浪之上,毫无惧色地行走,感到十分惊奇。
οἱ δὲ καὶ προσῄεσαν καὶ ἠσπάζοντο ἡμᾶς Ἑλληνικῇ φωνῇ· ἔλεγον δὲ καὶ εἰς Φελλὼ τὴν αὑτῶν πατρίδα ἐπείγεσθαι.
他们走上前来,用希腊语向我们问候,并说他们正急着赶往自己的祖国软木岛。
μέχρι μὲν οὖν τινος συνωδοιπόρουν ἡμῖν παραθέοντες, εἶτα ἀποτραπόμενοι τῆς ὁδοῦ ἐβάδιζον εὔπλοιαν ἡμῖν ἐπευξάμενοι.
在一段时间里,他们和我们一起奔跑同行,然后便转离了航道,祝愿我们航行顺利后离去。
μετʼ ὀλίγον δὲ πολλαὶ νῆσοι ἐφαίνοντο, πλησίον μὲν ἐξ ἀριστερῶν ἡ Φελλώ, ἐς ἣν ἐκεῖνοι ἔσπευδον, πόλις ἐπὶ μεγάλου καὶ στρογγύλου φελλοῦ κατοικουμένη· πόρρωθεν δὲ καὶ μᾶλλον ἐν δεξιᾷ πέντε μέγισται καὶ ὑψηλόταται, καὶ πῦρ πολὺ ἀπʼ αὐτῶν ἀνεκαίετο,
过了一会儿,出现了许多岛屿。 左边近处是软木岛,即他们正急于赶去的地方,那是一座建在巨大而圆形的软木上的城市;在远处且更靠右的地方,有五个极大且极高的岛屿,上面有熊熊大火燃烧着。
§2.5κατὰ δὲ τὴν πρῷραν μία πλατεῖα καὶ ταπεινή, σταδίους ἀπέχουσα οὐκ ἐλάττους πεντακοσίων.
在船首方向有一座平坦而低矮的岛屿,距离不少于五百斯塔狄翁。
ἤδη δὲ πλησίον ἦμεν, καὶ θαυμαστή τις αὔρα περιέπνευσεν ἡμᾶς, ἡδεῖα καὶ εὐώδης, οἵαν φησὶν ὁ συγγραφεὺς Ἡρόδοτος ἀπόζειν τῆς εὐδαίμονος Ἀραβίας.
我们已经接近了,一阵奇妙的微风吹拂着我们,甜美而芬芳,正像历史学家希罗多德所说的那种从“幸福的阿拉伯”散发出来的气味。
οἷον γὰρ ἀπὸ ῥόδων καὶ ναρκίσσων καὶ ὑακίνθων καὶ κρίνων καὶ ἴων, ἔτι δὲ μυρρίνης καὶ δάφνης καὶ ἀμπελάνθης, τοιοῦτον ἡμῖν τὸ ἡδὺ προσέβαλλεν.
因为那甜美的香气向我们扑来,仿佛来自玫瑰、水仙、风信子、百合、紫罗兰,还有香桃木、月桂树和葡萄花。
ἡσθέντες δὲ τῇ ὀσμῇ καὶ χρηστὰ ἐκ μακρῶν πόνων ἐλπίσαντες κατʼ ὀλίγον ἤδη πλησίον τῆς νήσου ἐγινόμεθα.
我们为这香气感到欣喜,并在长期的辛劳之后寄予美好的希望,渐渐地接近了这座岛屿。
ἔνθα δὴ καὶ καθεωρῶμεν λιμένας τε πολλοὺς περὶ πᾶσαν ἀκλύστους καὶ μεγάλους, ποταμούς τε διαυγεῖς ἐξιέντας ἠρέμα εἰς τὴν θάλασσαν, ἔτι δὲ λειμῶνας καὶ ὕλας καὶ ὄρνεα μουσικά, τὰ μὲν ἐπὶ τῶν ᾐόνων ᾄδοντα, πολλὰ δὲ καὶ ἐπὶ τῶν κλάδων·
在那里,我们确实看到四周有许多无风浪的大港口,清澈的河流缓缓流入大海,还有草地、森林和擅长鸣叫的鸟类,有的在岸边歌唱,还有许多在树枝上啼鸣。
ἀήρ τε κοῦφος καὶ εὔπνους περιεκέχυτο τὴν χώραν· καὶ αὖραι δέ τινες ἡδεῖαι πνέουσαι ἠρέμα τὴν ὕλην διεσάλευον, ὥστε καὶ ἀπὸ τῶν κλάδων κινουμένων τερπνὰ καὶ συνεχῆ μέλη ἀπεσυρίζετο, ἐοικότα τοῖς ἐπʼ ἐρημίας αὐλήμασι τῶν πλαγίων αὐλῶν.
轻盈而舒适的空气笼罩着这片土地;阵阵甜美的微风轻轻吹拂,摇动着森林,以至于随着树枝的摆动,发出动听而连续的笛声,就像在荒野中吹奏长笛。
καὶ μὴν καὶ βοὴ σύμμικτος ἠκούετο ἄθρους, οὐ θορυβώδης, ἀλλʼ οἵα γένοιτʼ ἂν ἐν συμποσίῳ, τῶν μὲν αὐλούντων, τῶν δὲ ἐπᾳδόντων, ἐνίων δὲ κροτούντων πρὸς αὐλὸν ἢ κιθάραν.
而且,还听到一阵嘈杂但并不混乱的混合声音,就像在宴会中可能产生的那样,有人吹笛,有人合唱,有人随着短笛或里拉琴拍手。
§2.6τούτοις ἅπασι κηλούμενοι κατήχθημεν, ὁρμίσαντες δὲ τὴν ναῦν ἀπεβαίνομεν, τὸν Σκίνθαρον ἐν αὐτῇ καὶ δύο τῶν ἑταίρων ἀπολιπόντες.
我们被这一切所陶醉,便靠了岸。 泊好船后,我们下了船,把斯金萨罗斯和两个同伴留在船上。
προιόντες δὲ διὰ λειμῶνος εὐανθοῦς ἐντυγχάνομεν τοῖς φρουροῖς καὶ περιπόλοις, οἱ δὲ δήσαντες ἡμᾶς ῥοδίνοις στεφάνοις — οὗτος γὰρ μέγιστος παρʼ αὐτοῖς δεσμός ἐστιν — ἀνῆγον ὡς τὸν ἄρχοντα, παρʼ ὧν δὴ καὶ καθʼ ὁδὸν ἠκούσαμεν ὡς ἡ μὲν νῆσος εἴη τῶν Μακάρων προσαγορευομένη, ἄρχοι δὲ ὁ Κρὴς Ῥαδάμανθυς.
我们穿过一片鲜花盛开的草地前行,遇到了卫兵和巡逻队。 他们用玫瑰花环把我们绑起来——因为这是他们那里最重的戒具——并把我们带到统治者面前。 在路上,我们从他们那里得知,这座岛被称为“福者之岛”,统治者是克里特人拉达曼迪斯。
καὶ δὴ ἀναχθέντες ὡς αὐτὸν ἐν τάξει τῶν δικαζομένων ἔστημεν τέταρτοι.
我们被带到他面前,在等待受审的人群中排在第四位。
§2.7ἦν δὲ ἡ μὲν πρώτη δίκη περὶ Αἴαντος τοῦ Τελαμῶνος, εἴτε χρὴ αὐτὸν συνεῖναι τοῖς ἥρωσιν εἴτε καὶ μή· κατηγορεῖτο δὲ αὐτοῦ ὅτι μεμήνοι καὶ ἑαυτὸν ἀπεκτόνοι.
第一场官司是关于忒拉蒙之子埃阿斯的,即他是否应该与英雄们在一起;他被控告是因为他曾发疯并自杀。
τέλος δὲ πολλῶν ῥηθέντων ἔγνω ὁ Ῥαδάμανθυς, νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἐλλεβόρου παραδοθῆναι Ἱπποκράτει τῷ Κῴῳ ἰατρῷ, ὕστερον δὲ σωφρονήσαντα μετέχειν τοῦ συμποσίου.
最后在发表了许多意见之后,拉达曼迪斯判定,目前先将他交给科斯的医生希波克拉底服用黑嚏根草,以后恢复神智后再参加宴会。
§2.8δευτέρα δὲ ἦν κρίσις ἐρωτική, Θησέως καὶ Μενελάου περὶ τῆς Ἑλένης διαγωνιζομένων, ποτέρῳ χρὴ αὐτὴν συνοικεῖν.
第二场审判是关于爱情的争端,忒修斯和墨涅拉俄斯为海伦而争执,她应该与哪一个人同居。
καὶ ὁ Ῥαδάμανθυς ἐδίκασε Μενελάῳ συνεῖναι αὐτὴν ἅτε καὶ τοσαῦτα πονήσαντι καὶ κινδυνεύσαντι τοῦ γάμου ἕνεκα· καὶ γὰρ αὖ τῷ Θησεῖ καὶ ἄλλας εἶναι γυναῖκας, τήν τε Ἀμαζόνα καὶ τὰς τοῦ Μίνωος θυγατέρας.
拉达曼迪斯判定她应该与墨涅拉俄斯同居,因为他为了这桩婚事承受了如此多的劳苦并冒险;因为忒修斯还有其他的妻子,即亚马逊人以及米诺斯的女儿们。
§2.9τρίτη δʼ ἐδικάσθη περὶ προεδρίας Ἀλεξάνδρῳ τε τῷ Φιλίππου καὶ Ἀννίβᾳ τῷ Καρχηδονίῳ, καὶ ἔδοξε προέχειν ὁ Ἀλέξανδρος, καὶ θρόνος αὐτῷ ἐτέθη παρὰ Κῦρον τὸν Πέρσην τὸν πρότερον.
第三场审判是关于首席地位的,在腓力之子亚历山大和迦太基人汉尼拔之间进行,最终裁定亚历山大胜出,并在先代波斯人居鲁士身旁为他设了宝座。

词汇与语法注释

  1. p.v.1.p.308ἀφʼ οὗ δή, οἶμαι, καὶ ἐκαλοῦντο — οἶμαι(我想)是插入语,而 ἀφʼ οὗ(由此,源于)是关系代词的副词性用法。καὶ 起强调作用(确实,实际上)。
  2. 2.5οἵαν φησὶν ὁ συγγραφεὺς Ἡρόδοτος ἀπόζειν τῆς εὐδαίμονος Ἀραβίας — ἀπόζειν 是不定式,意为“散发出……的气味”,支配属格 τῆς εὐδαίμονος Ἀραβίας。关系代词 οἵαν 与先行词 αὔρα(阴性)一致,在 φησίν 引导的结构中作不定式的宾语(内宾格)。
  3. 2.6παρʼ ὧν δὴ καὶ καθʼ ὁδὸν ἠκούσαμεν ὡς η μὲν νῆσος εἴη... ἄρχοι δὲ... — 在由 ὡς 引导的从句中,动词 εἴη 和 ἄρχοι 是斜格祈愿式(optative in indirect discourse),因为它们依赖于历史时制的主句动词(ἠκούσαμεν)。
  4. 2.7νῦν μὲν αὐτὸν πιόμενον τοῦ ἐλλεβόρου παραδοθῆναι — 将来分词 πιόμενον 表示目的,修饰被动不定式 παραδοθῆναι 的对格主语 αὐτόν。表示药物的 τοῦ ἐλλεβόρου 是由表示饮用的分词支配的部分属格。
  5. p.v.1.p.312καὶ γὰρ αὖ τῷ Θησεῖ καὶ ἄλλας εἶναι γυναῖκας — τῷ Θησεῖ 是领有与格。εἶναι 是间接引语中的不定式(由表示原因的 καὶ γάρ 引导),其意味上的主语是对格的 ἄλλας γυναῖκας。

引用这一段

琉善, 真实的故事 §2.4-2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.4-2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。