§2.28τοσαῦτα εἶπεν, καὶ ἀνασπάσας ἀπὸ τῆς γῆς μαλάχης ῥίζαν ὤρεξέν μοι, ταύτῃ κελεύσας ἐν τοῖς μεγίστοις κινδύνοις προσεύχεσθαι·
彼はこのように語ると、地面からゼニアオイの根を引き抜いて私に差し出し、最大の危機に瀕したときにはこれに向かって祈るようにと命じた。
παρῄνεσε δὲ εἰ καί ποτε ἀφικοίμην ἐς τήνδε τὴν γῆν, μήτε πῦρ μαχαίρᾳ σκαλεύειν μήτε θέρμους ἐσθίειν μήτε παιδὶ ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη πλησιάζειν·
また、もし私がいつかあの[自分たちの]土地に戻ることがあっても、剣で火をかき回さず、ルピナスを食べず、十八歳を超える少年に近づかないようにと忠告した。
τούτων γὰρ ἂν μεμνημένον ἐλπίδας ἔχειν τῆς εἰς τὴν νῆσον ἀφίξεως.
これらを守り続けていれば、あの島に再び至る望みを持てるだろうとのことだった。
τότε μὲν οὖν τὰ περὶ τὸν πλοῦν παρεσκευασάμην, καὶ ἐπεὶ καιρὸς ἦν, συνειστιώμην αὐτοῖς.
そこで私は航海の準備を整え、時が来ると彼らと共に宴を囲んだ。
τῇ δὲ ἐπιούσῃ ἐλθὼν πρὸς Ὅμηρον τὸν ποιητὴν ἐδεήθην αὐτοῦ ποιῆσαί μοι δίστιχον ἐπίγραμμα·
翌日、私は詩人ホメロスのところへ行き、二行からなる碑文を作ってくれるよう懇願した。
καὶ ἐπειδὴ ἐποίησεν, στήλην βηρύλλου λίθου ἀναστήσας ἐπέγραψα πρὸς τῷ λιμένι.
彼がそれを作ってくれたので、私は緑柱石の碑を建て、港の近くにそれを刻み込んだ。
τὸ δὲ ἐπίγραμμα ἦν τοιόνδε·
その碑文は次のようなものであった。
"
Λουκιανὸς τάδε πάντα φίλος μακάρεσσι θεοῖσιν
εἶδέ τε καὶ πάλιν ἦλθε φίλην ἐς πατρίδα γαῖαν.
「祝福されし神々に愛されたるルキアノス、これらすべてを目にし、再び愛する祖国の地へと戻れり。
" §2.29μείνας δὲ κἀκείνην τὴν ἡμέραν, τῇ ἐπιούσῃ ἀνηγόμην τῶν ἡρώων παραπεμπόντων.
」その日も留まった後、翌日に私は英雄たちに見送られながら出帆した。
ἔνθα μοι καὶ Ὀδυσσεὺς προσελθὼν λάθρᾳ τῆς Πηνελόπης δίδωσιν ἐπιστολὴν εἰς Ὠγυγίαν τὴν νῆσον Καλυψοῖ κομίζειν.
その際、オデュッセウスもペネロペイアに隠れて私に近づき、オギュギア島にいるカリュプソーへと届けるための手紙を渡した。
συνέπεμψε δέ μοι ὁ Ῥαδάμανθυς τὸν πορθμέα Ναύπλιον, ἵνʼ ἐὰν καταχθῶμεν ἐς τὰς νήσους, μηδεὶς ἡμᾶς συλλάβῃ ἅτε κατʼ ἄλλην ἐμπορίαν καταπλέοντας.
ラダマンテュスは、もし私たちがそれらの島々に着岸することになっても、他の商売目的で入港したのだとして誰も私たちを捕らえないように、船乗りのナウプリオスを同行させてくれた。
ἐπεὶ δὲ τὸν εὐώδη ἀέρα προϊόντες παρεληλύθειμεν, αὐτίκα ἡμᾶς ὀσμή τε δεινὴ διεδέχετο οἷον ἀσφάλτου καὶ θείου καὶ πίττης ἅμα καιομένων, καὶ κνῖσα δὲ πονηρὰ καὶ ἀφόρητος ὥσπερ ἀπὸ ἀνθρώπων ὀπτωμένων, καὶ ὁ ἀὴρ ζοφερὸς καὶ ὁμιχλώδης, καὶ κατέσταζεν ἐξ αὐτοῦ δρόσος πιττίνη·
進むにつれて、あの芳しい空気を通り過ぎると、たちまち、アスファルトと硫黄とピッチが同時に燃えているかのような、ひどい悪臭が私たちを包み込んだ。 そして、人間が焙られているかのような、おぞましく耐え難い肉焦げの臭いがし、空気は暗く霧に包まれ、そこからはピッチの露が滴り落ちていた。
ἠκούομεν δὲ καὶ μαστίγων ψόφον καὶ οἰμωγὴν ἀνθρώπων πολλῶν.
また、私たちは鞭の音や、多くの人々のうめき声をも耳にした。
§2.30ταῖς μὲν οὖν ἄλλαις οὐ προσέσχομεν, ἧς δὲ ἐπέβημεν, τοιάδε ἦν·
私たちは他の島々には立ち寄らなかったが、上陸した島は次のような様子であった。
κύκλῳ μὲν πᾶσα κρημνώδης καὶ ἀπόξυρος, πέτραις καὶ τράχωσι κατεσκληκυῖα, δένδρον δʼ οὐδὲν οὐδὲ ὕδωρ ἐνῆν·
周囲はすべて絶壁で切り立っており、岩石や険しい地形でごつごつと固まっており、木も水も全くなかった。
ἀνερπύσαντες δὲ ὅμως κατὰ τοὺς κρημνοὺς προῇμεν διά τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ, πολλὴν ἀμορφίαν τῆς χώρας ἐχούσης.
それでも私たちは絶壁を這い上り、いばらと杭に満ちた小道を通って進んだが、その土地はきわめて荒涼とした醜い姿を呈していた。
ἐλθόντες δὲ ἐπὶ τὴν εἱρκτὴν καὶ τὸ κολαστήριον, πρῶτα μὲν τὴν φύσιν τοῦ τόπου ἐθαυμάζομεν·
監獄と刑罰の場所にたどり着くと、まず私たちはその場所のありさまに驚嘆した。
τὸ μὲν γὰρ ἔδαφος αὐτὸ μαχαίραις καὶ σκόλοψι πάντῃ ἐξηνθήκει, κύκλῳ δὲ ποταμοὶ περιέρρεον, ὁ μὲν βορβόρου, ὁ δὲ δεύτερος αἵματος, ὁ δὲ ἔνδον πυρός, πάνυ μέγας οὗτος καὶ ἀπέρατος, καὶ ἔρρει ὥσπερ ὕδωρ καὶ ἐκυματοῦτο ὥσπερ θάλαττα, καὶ ἰχθῦς δὲ εἶχεν πολλούς, τοὺς μὲν δαλοῖς προσεοικότας, τοὺς δὲ μικροὺς ἄνθραξι πεπυρωμένοις·
なぜなら、地面そのものがあらゆる場所で剣や杭で埋め尽くされ、まるでそれが咲き乱れているかのようだったからである。 その周囲を川が流れており、第一の川は泥の川、第二は血の川、そして最も内側にあるのは火の川であり、これは極めて巨大で果てしなく、水のように流れ、海のように波打ち、多くの魚がいたが、あるものは燃えさしに似ており、ある小さなものは真っ赤に起きた炭火のようであった。
ἐκάλουν δὲ αὐτοὺς λυχνίσκους.
彼らはそれを「リクニスコス」と呼んでいた。
§2.31εἴσοδος δὲ μία στενὴ διὰ πάντων ἦν, καὶ πυλωρὸς ἐφειστήκει Τίμων ὁ Ἀθηναῖος.
これらすべてを通り抜けるための狭い入口が一つだけあり、アテナイ人のティモンが門番として立っていた。
παρελθόντες δὲ ὅμως τοῦ Ναυπλίου καθηγουμένου ἑωρῶμεν κολαζομένους πολλοὺς μὲν βασιλέας, πολλοὺς δὲ καὶ ἰδιώτας, ὧν ἐνίους καὶ ἐγνωρίζομεν·
それでもナウプリオスの案内で中に入ると、多くの王たち、また多くの一般市民が罰せられているのが見え、その中には私たちが知っている者も幾人かいた。
εἴδομεν δὲ καὶ τὸν Κινύραν καπνῷ ὑποτυφόμενον· ἐκ τῶν αἰδοίων ἀπηρτημένον.
また、キニュラスが生殖器で吊り下げられ、煙でいぶされているのも目にした。
προσετίθεσαν δὲ οἱ περιηγηταὶ καὶ τοὺς ἑκάστων βίους καὶ τὰς ἁμαρτίας ἐφʼ αἷς κολάζονται·
案内人たちは、それぞれの生涯や、どのような罪によって罰せられているのかをも説明してくれた。
καὶ μεγίστας ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον καὶ οἱ μὴ τὰ ἀληθῆ συγγεγραφότες, ἐν οἷς καὶ Κτησίας ὁ Κνίδιος ἦν καὶ Ἡρόδοτος καὶ ἄλλοι πολλοί.
そして、あらゆる刑罰のうちで最も重いものを被っていたのは、生涯において何らかの嘘をついた者たち、および歴史を真実通りに記述しなかった者たちであり、その中にはクニドスのクテシアスやヘロドトス、その他多くの者たちがいた。
τούτους οὖν ὁρῶν ἐγὼ χρηστὰς εἶχον εἰς τοὐπιὸν τὰς ἐλπίδας·
彼らの姿を見て、私は将来に対して明るい希望を抱いた。
οὐδὲν γὰρ ἐμαυτῷ ψεῦδος εἰπόντι συνηπιστάμην.
私自身は、いかなる嘘もついた覚えがなかったからである。
§2.32ταχέως οὖν ἀναστρέψας ἐπὶ τὴν ναῦν — οὐ γὰρ ἐδυνάμην φέρειν τὴν ὄψιν — ἀσπασάμενος τὸν Ναύπλιον ἀπέπλευσα.
そこで私はすぐに船へと引き返し――その光景に耐えられなかったからである――ナウプリオスに別れを告げて出帆した。
καὶ μετʼ ὀλίγον ἐφαίνετο πλησίον ἡ τῶν ὀνείρων νῆσος, ἀμυδρὰ καὶ ἀσαφὴς ἰδεῖν·
そしてしばらくすると、近くに「夢の島」が見えてきたが、それはおぼろげで、はっきりとは見えなかった。
εἶχε δὲ καὶ αὐτή τι τοῖς ὀνείροις παραπλήσιον·
その島自体も、夢に非常によく似た特徴を持っていた。
ὑπεχώρει γὰρ προσιόντων ἡμῶν καὶ ὑπέφευγε καὶ πορρωτέρω ὑπέβαινε.
というのも、私たちが近づくと後退し、逃げ去り、さらに遠くへと退いていくからであった。
καταλαβόντες δέ ποτε αὐτὴν καὶ εἰσπλεύσαντες εἰς τὸν Ὕπνον λιμένα προσαγορευόμενον πλησίον τῶν πυλῶν τῶν ἐλεφαντίνων, ᾗ τὸ τοῦ Ἀλεκτρυόνος ἱερόν ἐστιν, περὶ δείλην ὀψίαν ἀπεβαίνομεν·
しかし、ついにはその島に追いついて、象牙の門の近くにある「眠り」と呼ばれる港へと帆を入れ、そこにあるアレクトリュオーンの神殿のあたりで、夕暮れ遅くに上陸した。
παρελθόντες δὲ ἐς τὴν πόλιν πολλοὺς ὀνείρους καὶ ποικίλους ἑωρῶμεν.
市街に入ると、私たちは多くの、そして様々な夢を目にした。
πρῶτον δὲ βούλομαι περὶ τῆς πόλεως εἰπεῖν, ἐπεὶ μηδὲ ἄλλῳ τινὶ γέγραπται περὶ αὐτῆς, ὃς δὲ καὶ μόνος ἐπεμνήσθη Ὅμηρος, οὐ πάνυ ἀκριβῶς συνέγραψεν.
しかし、まずはこの都市について語りたいと思う。 というのも、他の誰もこれについて書いておらず、唯一これに言及したホメロスも、あまり正確には記述しなかったからである。