§2.10τέταρτοι δὲ ἡμεῖς προσήχθημεν·
我们作为第四组被带上前去。
καὶ ὁ μὲν ἤρετο τί παθόντες ἔτι ζῶντες ἱεροῦ χωρίου ἐπιβαίημεν·
他问我们遭遇了什么(为什么),竟然在还活着的时候就踏上了神圣的土地。
ἡμεῖς δὲ πάντα ἑξῆς διηγησάμεθα.
我们把所有事情按顺序叙述了一遍。
οὕτω δὴ μεταστησάμενος ἡμᾶς ἐπὶ πολὺν χρόνον ἐσκέπτετο καὶ τοῖς συνέδροις ἐκοινοῦτο περὶ ἡμῶν.
于是,他让我们先退下,考虑了很久,并与助理法官们商量我们的事。
συνήδρευον δὲ ἄλλοι τε πολλοὶ καὶ Ἀριστείδης ὁ δίκαιος ὁ Ἀθηναῖος.
参与会议的除了许多其他人外,还有雅典的义人阿里斯提德。
ὡς δὲ ἔδοξεν αὐτῷ, ἀπεφήναντο, τῆς μὲν φιλοπραγμοσύνης καὶ τῆς ἀποδημίας, ἐπειδὰν ἀποθάνωμεν, δοῦναι τὰς εὐθύνας, τὸ δὲ νῦν ῥητὸν χρόνον μείναντας ἐν τῇ νήσῳ καὶ συνδιαιτηθέντας τοῖς ἥρωσιν ἀπελθεῖν.
当他做出决定后,他们宣判道:关于我们的多管闲事和旅行,等我们死后再接受审查,而现在,我们可以在岛上停留规定的时间,与英雄们共同生活,然后离去。
ἔταξαν δὲ καὶ τὴν προθεσμίαν τῆς ἐπιδημίας μὴ πλέον μηνῶν ἑπτά.
他们还规定我们逗留的期限不得超过七个月。
§2.11τοὐντεῦθεν αὐτομάτων ἡμῖν τῶν στεφάνων περιρρυέντων ἐλελύμεθα καὶ εἰς τὴν πόλιν ἠγόμεθα καὶ εἰς τὸ τῶν Μακάρων συμπόσιον.
此后,我们的花包自动脱落,我们被释放,并被带入城市以及福者们的宴会中。
αὐτὴ μὲν οὖν ἡ πόλις πᾶσα χρυσῆ, τὸ δὲ τεῖχος περίκειται σμαράγδινον· πύλαι δέ εἰσιν ἑπτά, πᾶσαι μονόξυλοι κινναμώμινοι·
这座城市本身完全是黄金建造的,环绕它的城壁是祖母绿制成的;有七座城门,全部是由一整块肉桂木做成的。
τὸ μέντοι ἔδαφος τὸ τῆς πόλεως καὶ ἡ ἐντὸς τοῦ τείχους γῆ ἐλεφαντίνη· ναοὶ δὲ πάντων θεῶν βηρύλλου λίθου ᾠκοδομημένοι, καὶ βωμοὶ ἐν αὐτοῖς μέγιστοι μονόλιθοι ἀμεθύστινοι, ἐφʼ ὧν ποιοῦσι τὰς ἑκατόμβας.
不过,城市的地面以及城墙内的土地是象牙铺成的;所有神明的神殿都是用绿柱石建成的,其中的祭坛是极大的紫水晶独石,他们就在上面举行百牛大祭。
περὶ δὲ τὴν πόλιν ῥεῖ ποταμὸς μύρου τοῦ καλλίστου, τὸ πλάτος πήχεων ἑκατὸν βασιλικῶν, βάθος δὲ πέντε, ὥστε νεῖν εὐμαρῶς.
城市周围流淌着一条由最上等的香油汇成的河流,宽一百皇家肘,深五肘,以至于可以轻松地在里面游泳。
λουτρὰ δέ ἐστιν αὐτοῖς οἶκοι μεγάλοι ὑάλινοι, τῷ κινναμώμῳ ἐγκαιόμενοι· ἀντὶ μέντοι τοῦ ὕδατος ἐν ταῖς πυέλοις δρόσος θερμὴ ἔστιν.
他们的浴室是巨大的玻璃房子,用肉桂木作燃料焚烧;不过,浴盆里的水换成了温热的露水。
§2.12ἐσθῆτι δὲ χρῶνται ἀραχνίοις λεπτοῖς, πορφυροῖς.
他们使用纤细的紫色蜘蛛网作为衣服。
αὐτοὶ δὲ σώματα μὲν οὐκ ἔχουσιν, ἀλλʼ ἀναφεῖς καὶ ἄσαρκοί εἰσιν, μορφὴν δὲ καὶ ἰδέαν μόνην ἐμφαίνουσιν, καὶ ἀσώματοι ὄντες ὅμως συνεστᾶσιν καὶ κινοῦνται καὶ φρονοῦσι καὶ φωνὴν ἀφιᾶσιν, καὶ ὅλως ἔοικε γυμνή τις ἡ ψυχὴ αὐτῶν περιπολεῖν τὴν τοῦ σώματος ὁμοιότητα περικειμένη·
他们自己并没有肉体,而是摸不着、没有肉的,只呈现出形状和外貌;虽然没有肉体,但他们仍然聚集在一起、活动、思考并发出声音。 总而言之,他们的灵魂就像是在赤裸裸地四处走动,只是披着一层身体的相似物。
εἰ γοῦν μὴ ἅψαιτό τις, οὐκ ἂν ἐξελέγξειε μὴ εἶναι σῶμα τὸ ὁρώμενον· εἰσὶ γὰρ ὥσπερ σκιαὶ ὀρθαί, οὐ μέλαιναι.
至少,如果不用手去摸,人们就无法证明所看见的不是肉体;因为他们就像站立着的影子,只是不是黑色的。
γηράσκει δὲ οὐδείς, ἀλλʼ ἐφʼ ἧς ἂν ἡλικίας ἔλθῃ παραμένει.
没有人会变老,而是保持在他们来到这里时的年龄。
οὐ μὴν οὐδὲ νὺξ παρʼ αὐτοῖς γίνεται, οὐδὲ ἡμέρα πάνυ λαμπρά· καθάπερ δὲ τὸ λυκαυγὲς ἤδη πρὸς ἕω, μηδέπω ἀνατείλαντος ἡλίου, τοιοῦτο φῶς ἐπέχει τὴν γῆν.
而且他们那里既没有黑夜,也没有非常明亮的白天;如同已经接近黎明的晨曦,太阳尚未升起时的那种光芒笼罩着这片土地。
καὶ μέντοι καὶ ὥραν μίαν ἴσασιν τοῦ ἔτους· αἰεὶ γὰρ παρʼ αὐτοῖς ἔαρ ἐστὶ καὶ εἷς ἄνεμος πνεῖ παρʼ αὐτοῖς ὁ ζέφυρος.
此外,他们一年只知道一个季节,因为他们那里永远是春天,而且只刮一种风,即西风。
§2.13ἡ δὲ χώρα πᾶσι μὲν ἄνθεσιν, πᾶσι δὲ φυτοῖς ἡμέροις τε καὶ σκιεροῖς τέθηλεν·
这片土地上开满了各种鲜花,生长着各种驯化和遮荫的植物。
αἱ μὲν γὰρ ἄμπελοι δωδεκάφοροί εἰσιν καὶ κατὰ μῆνα ἕκαστον καρποφοροῦσιν· τὰς δὲ ῥοιὰς καὶ τὰς μηλέας καὶ τὴν ἄλλην ὀπώραν ἔλεγον εἶναι τρισκαιδεκάφορον· ἑνὸς γὰρ μηνὸς τοῦ παρʼ αὐτοῖς Μινῴου δὶς καρποφορεῖν·
葡萄树一年结十二次果,每个月都结果实;而石榴、苹果和其他果树,据说一年结十三次果,因为在他们那里被称为“米诺斯”的一个月里会结果两次。
ἀντὶ δὲ πυροῦ οἱ στάχυες ἄρτον ἕτοιμον ἐπʼ ἄκρων φύουσιν ὥσπερ μύκητας.
麦穗不长麦子,而是在顶端长出准备好的面包,就像蘑菇一样。
πηγαὶ δὲ περὶ τὴν πόλιν ὕδατος μὲν πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι, μέλιτος δὲ ἄλλαι τοσαῦται, μύρου δὲ πεντακόσιαι, μικρότεραι μέντοι αὗται, καὶ ποταμοὶ γάλακτος ἑπτὰ καὶ οἴνου ὀκτώ.
城市周围有三百六十五个水源泉,同样数量的蜜泉,五百个香油泉——不过这些香油泉比较小——还有七条奶河和八条酒河。
§2.14τὸ δὲ συμπόσιον ἔξω τῆς πόλεως πεποίηνται ἐν τῷ Ἠλυσίῳ καλουμένῳ πεδίῳ·
他们将宴会设在城外被称为伊利西昂的平原上。
λειμὼν δέ ἐστιν κάλλιστος καὶ περὶ αὐτὸν ὕλη παντοία πυκνή, ἐπισκιάζουσα τοὺς κατακειμένους.
那是一片极美的草地,周围环绕着各种茂密的树林,为躺在席位上的人们遮荫。
καὶ στρωμνὴν μὲν ἐκ τῶν ἀνθῶν ὑποβέβληνται, διακονοῦνται δὲ καὶ παραφέρουσιν ἕκαστα οἱ ἄνεμοι πλήν γε τοῦ οἰνοχοεῖν· τούτου γὰρ οὐδὲν δέονται, ἀλλʼ ἔστι δένδρα περὶ τὸ συμπόσιον ὑάλινα μεγάλα τῆς διαυγεστάτης ὑάλου, καὶ καρπός ἐστι τῶν δένδρων τούτων ποτήρια παντοῖα καὶ τὰς κατασκευὰς καὶ τὰ μεγέθη.
他们身下铺着鲜花做成的卧具,风儿负责服侍并运送每一样东西,除了斟酒之外;因为他们根本不需要这个,宴会周围有许多巨大的、由最透明的玻璃制成的玻璃树,这些树的果实就是各种形状和大小的杯子。
ἐπειδὰν οὖν παρίῃ τις ἐς τὸ συμπόσιον, τρυγήσας ἓν ἢ καὶ δύο τῶν ἐκπωμάτων παρατίθεται, τὰ δὲ αὐτίκα οἴνου πλήρη γίνεται.
因此,当有人来到宴会时,只要摘下一两个杯子放在身边,杯子就会立刻装满美酒。
οὕτω μὲν πίνουσιν, ἀντὶ δὲ τῶν στεφάνων αἱ ἀηδόνες καὶ τὰ ἄλλα τὰ μουσικὰ ὄρνεα ἐκ τῶν πλησίον λειμώνων τοῖς στόμασιν ἀνθολογοῦντα κατανείφει αὐτοὺς μετʼ ᾠδῆς ὑπερπετόμενα.
他们就这样饮酒。 而作为花环的替代,夜莺和其他擅长鸣唱的鸟儿从附近的草地用嘴衔着花朵飞来,在他们头顶上一边唱歌一边将花朵如雪般撒在他们身上。
καὶ μὴν καὶ μυρίζονται ὧδε· νεφέλαι πυκναὶ ἀνασπάσασαι μύρον ἐκ τῶν πηγῶν καὶ τοῦ ποταμοῦ καὶ ἐπιστᾶσαι ὑπὲρ τὸ συμπόσιον ἠρέμα τῶν ἀνέμων ὑποθλιβόντων ὕουσι λεπτὸν ὥσπερ δρόσον.
不仅如此,他们还像这样涂抹香油:浓密的云彩从泉水和河流中吸取香油,停留在宴会上空,在风的轻轻挤压下,像细露一样降下香油雨。