§1.29ἤδη δὲ καὶ οἱ Ἱππόγυποι ἀπεληλύθεσαν.
And now the Hippogypians too had departed.
πλεύσαντες δὲ τὴν ἐπιοῦσαν νύκτα καὶ ἡμέραν, περὶ ἑσπέραν ἀφικόμεθα ἐς τὴν Λυχνόπολιν καλουμένην, ἤδη τὸν κάτω πλοῦν διώκοντες.
Sailing during the ensuing night and day, about evening we arrived at the city called Lychnopolis, already pursuing our downward voyage.
ἡ δὲ πόλις αὕτη κεῖται μεταξὺ τοῦ Πλειάδων καὶ τοῦ Ὑάδων ἀέρος, ταπεινοτέρα μέντοι πολὺ τοῦ ζῳδιακοῦ.
This city lies between the air of the Pleiades and that of the Hyades, much lower, however, than the zodiac.
ἀποβάντες δὲ ἄνθρωπον μὲν οὐδένα εὕρομεν, λύχνους δὲ πολλοὺς περιθέοντας καὶ ἐν τῇ ἀγορᾷ καὶ περὶ τὸν λιμένα διατρίβοντας, τοὺς μὲν μικροὺς καὶ ὥσπερ πένητας, ὀλίγους δὲ τῶν μεγάλων καὶ δυνατῶν πάνυ λαμπροὺς καὶ περιφανεῖς.
On landing, we found no human being, but many lamps running about and spending their time both in the marketplace and around the harbor, some of them small and, as it were, poor, but a few of the large and powerful ones very bright and conspicuous.
οἰκήσεις δὲ αὐτοῖς καὶ λυχνεῶνες ἰδίᾳ ἑκάστῳ πεποίηντο, καὶ αὐτοὶ ὀνόματα εἶχον, ὥσπερ οἱ ἄνθρωποι, καὶ φωνὴν προϊεμένων ἠκούομεν, καὶ οὐδὲν ἡμᾶς ἠδίκουν, ἀλλὰ καὶ ἐπὶ ξένια ἐκάλουν· ἡμεῖς δὲ ὅμως ἐφοβούμεθα, καὶ οὔτε δειπνῆσαι οὔτε ὑπνῶσαί τις ἡμῶν ἐτόλμησεν.
They had dwellings and lamp-stands constructed, each for himself, and they themselves had names, just like men, and we heard them emitting a voice, and they did us no harm, but even invited us to hospitality; nevertheless we were afraid, and none of us dared either to dine or to sleep.
ἀρχεῖα δὲ αὐτοῖς ἐν μέσῃ τῇ πόλει πεποίηται, ἔνθα ὁ ἄρχων αὐτῶν διὰ νυκτὸς ὅλης κάθηται ὀνομαστὶ καλῶν ἕκαστον· ὃς δʼ ἂν μὴ ὑπακούσῃ, καταδικάζεται ἀποθανεῖν ὡς λιπὼν τὴν τάξιν· ὁ δὲ θάνατός ἐστι σβεσθῆναι.
And public offices are constructed for them in the middle of the city, where their ruler sits through the whole night calling each by name; and whoever does not answer is condemned to die as having deserted his post; and their death is to be extinguished.
παρεστῶτες δὲ ἡμεῖς ἑωρῶμεν τὰ γινόμενα καὶ ἠκούομεν ἅμα τῶν λύχνων ἀπολογουμένων καὶ τὰς αἰτίας λεγόντων διʼ ἃς ἐβράδυνον.
Standing by, we saw what was happening and at the same time heard the lamps defending themselves and stating the reasons why they were late.
ἔνθα καὶ τὸν ἡμέτερον λύχνον ἐγνώρισα, καὶ προσειπὼν αὐτὸν περὶ τῶν κατʼ οἶκον ἐπυνθανόμην ὅπως ἔχοιεν· ὁ δέ μοι ἅπαντα ἐκεῖνα διηγήσατο.
There I also recognized our own lamp, and having addressed it, I inquired about how things were at home; and it related everything to me.
τὴν μὲν οὖν νύκτα ἐκείνην αὐτοῦ ἐμείναμεν, τῇ δὲ ἐπιούσῃ ἄραντες ἐπλέομεν ἤδη πλησίον τῶν νεφῶν· ἔνθα δὴ καὶ τὴν Νεφελοκοκκυγίαν πόλιν ἰδόντες ἐθαυμάσαμεν, οὐ μέντοι ἐπέβημεν αὐτῆς· οὐ γὰρ εἴα τὸ πνεῦμα.
So that night we remained there, and on the next day, setting sail, we flew already near the clouds; where indeed, seeing the city of Nephelococcygia, we marveled, but we did not land on it; for the wind did not permit it.
βασιλεύειν μέντοι αὐτῶν ἐλέγετο Κόρωνος ὁ Κοττυφίωνος.
It was said, however, that Coronus, the son of Cottyphion, ruled over them.
καὶ ἐγὼ ἐμνήσθην Ἀριστοφάνους τοῦ ποιητοῦ, ἀνδρὸς σοφοῦ καὶ ἀληθοῦς καὶ μάτην ἐφʼ οἷς ἔγραψεν ἀπιστουμένου.
And I remembered the poet Aristophanes, a wise and truthful man, who is disbelieved in vain for what he wrote.
τρίτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ καὶ τὸν ὠκεανὸν ἤδη σαφῶς ἑωρῶμεν, γῆν δὲ οὐδαμοῦ, πλήν γε τῶν ἐν τῷ ἀέρι· καὶ αὐταὶ δὲ πυρώδεις καὶ ὑπεραυγεῖς ἐφαντάζοντο.
And on the third day from this, we already saw the ocean clearly, but no land anywhere, except at least those in the air; and these too appeared fiery and exceedingly bright.
τῇ τετάρτῃ δὲ περὶ μεσημβρίαν μαλακῶς ἐνδιδόντος τοῦ πνεύματος καὶ συνιζάνοντος ἐπὶ τὴν θάλατταν καθείθημεν.
And on the fourth day, about noon, as the wind gently gave way and subsided, we were let down onto the sea.
§1.30ὡς δὲ τοῦ ὕδατος ἐψαύσαμεν, θαυμασίως ὑπερηδόμεθα καὶ ὑπερεχαίρομεν καὶ πᾶσαν ἐκ τῶν παρόντων εὐφροσύνην ἐποιούμεθα καὶ ἀποβάντες ἐνηχόμεθα· καὶ γὰρ ἔτυχε γαλήνη οὖσα καὶ εὐσταθοῦν τὸ πέλαγος.
And when we touched the water, we were wonderfully delighted and overjoyed, and we made all possible merrymaking from our present circumstances, and getting out of the ship, we swam; for indeed there happened to be a calm, and the sea was tranquil.
ἔοικε δὲ ἀρχὴ κακῶν μειζόνων γίνεσθαι πολλάκις ἡ πρὸς τὸ βέλτιον μεταβολή· καὶ γὰρ ἡμεῖς δύο μόνας ἡμέρας ἐν εὐδίᾳ πλεύσαντες, τῆς τρίτης ὑποφαινούσης πρὸς ἀνίσχοντα τὸν ἥλιον ἄφνω ὁρῶμεν θηρία καὶ κήτη πολλὰ μὲν καὶ ἄλλα, ἓν δὲ μέγιστον ἁπάντων ὅσον σταδίων χιλίων καὶ πεντακοσίων τὸ μέγεθος· ἐπῄει δὲ κεχηνὸς καὶ πρὸ πολλοῦ ταράττον τὴν θάλατταν ἀφρῷ τε περικλυζόμενον καὶ τοὺς ὀδόντας ἐκφαῖνον πολὺ τῶν παρʼ ἡμῖν φαλλῶν ὑψηλοτέρους, ὀξεῖς δὲ πάντας ὥσπερ σκόλοπας καὶ λευκοὺς ὥσπερ ἐλεφαντίνους.
But the change to the better often seems to become the beginning of greater evils; for indeed we, having sailed only two days in fair weather, as the third day was dawning towards the rising sun, suddenly saw many other monsters and whales, and one the largest of all, about fifteen hundred stades in size; and it came on with open mouth, agitating the sea from afar, surrounded by foam, and showing its teeth which were much taller than the phalli among us, all sharp like stakes and white like ivory.
ἡμεῖς μὲν οὖν τὸ ὕστατον ἀλλήλους προσειπόντες καὶ περιβαλόντες ἐμένομεν· τὸ δὲ ἤδη παρῆν καὶ ἀναρροφῆσαν ἡμᾶς αὐτῇ νηὶ κατέπιεν.
We, therefore, having addressed and embraced one another for the last time, waited; but the monster was already there, and having sucked us in, swallowed us, ship and all.
οὐ μέντοι ἔφθη συναράξαι τοῖς ὀδοῦσιν, ἀλλὰ διὰ τῶν ἀραιωμάτων ἡ ναῦς ἐς τὸ ἔσω διεξέπεσεν.
It did not, however, manage to crush us with its teeth beforehand, but the ship slipped through the gaps into the interior.
§1.31ἐπεὶ δὲ ἔνδον ἦμεν, τὸ μὲν πρῶτον σκότος ἦν καὶ οὐδὲν ἑωρῶμεν, ὕστερον δὲ αὐτοῦ ἀναχανόντος εἴδομεν κύτος μέγα καὶ πάντῃ πλατὺ καὶ ὑψηλόν, ἱκανὸν μυριάνδρῳ πόλει ἐνοικεῖν.
And when we were inside, at first it was darkness and we saw nothing; but later, when it opened its mouth, we saw a great cavity, wide and high in every direction, sufficient to house a city of ten thousand men.
ἔκειντο δὲ ἐν μέσῳ καὶ μεγάλοι καὶ μικροὶ ἰχθύες καὶ ἄλλα πολλὰ θηρία συγκεκομμένα, καὶ πλοίων ἱστία καὶ ἄγκυραι, καὶ ἀνθρώπων ὀστέα καὶ φορτία, κατὰ μέσον δὲ καὶ γῆ καὶ λόφοι ἦσαν, ἐμοὶ δοκεῖν, ἐκ τῆς ἰλύος ἣν κατέπινε συνιζάνουσα.
And in the middle there lay both large and small fish, and many other mangled beasts, and ships' masts and anchors, and human bones and cargoes; and in the middle there was also land and hills, as it seemed to me, from the silt which, being swallowed, settled down.
ὕλη γοῦν ἐπʼ αὐτῆς καὶ δένδρα παντοῖα ἐπεφύκει καὶ λάχανα ἐβεβλαστήκει, καὶ ἐῴκει πάντα ἐξειργασμένοις· περίμετρον δὲ τῆς γῆς στάδιοι διακόσιοι καὶ τεσσαράκοντα.
At any rate, a forest and trees of all kinds had grown upon it, and vegetables had sprouted, and it all resembled cultivated land; and the circumference of the land was two hundred and forty stades.
ἦν δὲ ἰδεῖν καὶ ὄρνεα θαλάττια, λάρους καὶ ἀλκυόνας, ἐπὶ τῶν δένδρων νεοττεύοντα.
And it was also possible to see sea-birds, gulls and kingfishers, nesting upon the trees.