§8Πομπίλιος Νουμᾶς ὁ εὐδαιμονέστατος τῶν Ῥωμαίων βασιλέων καὶ μάλιστα περὶ τὴν θεραπείαν τῶν θεῶν ἀσχοληθεὶς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη βεβιωκέναι ἱστορεῖται.
ローマの王たちのうち最も幸福であり、とりわけ神々の崇拝に専念したポンピリウス・ヌマは、80年を超えて生きたと記録されている。
Σέρβιος δὲ Τούλλιος Ῥωμαίων καὶ οὗτος βασιλεὺς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη καὶ αὐτὸς βιῶσαι ἱστορεῖται.
また、同じくローマの王であったセルウィウス・トゥッリウスも、彼自身80年を超えて生きたと記録されている。
Ταρκυίνιος δὲ ὁ τελευταῖος Ῥωμαίων βασιλεὺς φυγαδευθεὶς καὶ ἐπὶ Κύμης διατρίβων ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται στερρότατα βιῶσαι.
また、ローマ最後の王タルクィニウスは、追放されてクマイで暮らし、90年を超えて極めて頑健に生きたと言われている。
§9οὗτοι μὲν οὖν Ῥωμαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετʼ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους.
さて、これらがローマの王たちであるが、彼らに、長い老年に達した他の王たちを、そして彼らの後にそれぞれの職業に従って各人を結びつけよう。
ἐπὶ τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας·
そして最後に、私はあなたのために、極めて長い老年に達した他のローマ人たちを書き加え、同時にイタリアの他の地域で最も長く生きた人々をも付け加えよう。
ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ἤδη καὶ γέροντα.
なぜなら、この記録は当地の空気を中傷しようとする人々に対する注目すべき反証となるからであり、それによって私たちも、全陸地と海の主人が、すでに老人であってもなお彼自身の統治する世界のために持ち堪えながら、極めて長くかつ平穏な老年に達するという、私たちの祈りが完全に成就するであろうという、より良い希望を持けるようになるからである。
§10Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων·
さて、タルテッソスの王アルガントニオスは150年を生きたと言われており、散文作家ヘロドトスや叙情詩人アナクレオンがそう言っているが、これは一部の人々にはつくり話と思われる。
ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν.
また、シケリアの僭主アガトクレスは90歳で亡くなったと、デモカレスやティマイオスが記録している。
Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν.
また、シュラクサイの僭主ヒエロンは92歳になって病気で亡くなり、70年間支配したと、カラティスのデメトリオスや他の人々が言っている。
Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη γεγονώς.
また、スキタイの王アテアスは、イストロス川のあたりでフィリッポスと戦って、90歳を超えていたが戦死した。
Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφʼ ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη.
また、イリュリアの王バルデュリスは、フィリッポスとの戦争において、90歳に達していながら馬上で戦ったと言われている。
Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.
また、オドリュサイの王テレスは、テオポンポスが言うには、92歳で亡くなった。
§11Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ ὀγδοήκοντα, ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ.
また、マケドニア人の王でフィリッポスの子である独眼のアンティゴノスは、フリュギアのあたりでセレウコスおよびリュシマコスと戦い、多くの傷を受けて81歳で死亡したと、彼とともに従軍したヒエロニュモスが記録している。
καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος.
また、マケドニア人の王リュシマコスも、セレウコスとの戦いにおいて、80歳に達して戦死したと、同じヒエロニュモスが言っている。
Ἀντίγονος δέ, ὃς υἱὸς μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς.
また、デメトリオスの息子であり、独眼のアンティゴノスの孫であるアンティゴノスは、マケドニア人を44年間支配し、80年を生きたと、メデイオスや他の作家たちが記録している。
ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον.
同様に、イオラオスの子アンティパトロスも、最大の権力を振るい、多くのマケドニアの王たちの摂政を務めたが、80歳を超えて生きてその生涯を終えた。
§12Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθʼ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν. . .
また、同時代の人々のうちで最も幸福な王であったラゴスの子プトレマイオスは、エジプトを支配したが、84年を生きて、死の2年前、まだ生存しているうちに、父祖の王権を[他の]兄弟たちを[退けて]受け継いだ子プトレマイオス、通称フィラデルフォスに支配権を譲り渡した。
φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν γενόμενος.
また、フィレタイロスは、宦官でありながらペルガモン周辺の支配権を最初に獲得して保持し、80歳になってその生涯を終えた。
Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον.
また、フィラデルフォスと呼ばれたアッタロスも、同じくペルガモン人の王であったが、ローマの将軍スキピオも彼の元を訪れたが、82歳でこの世を去った。
§13Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς.
また、創設者と呼ばれたポントスの王ミトリダテスは、独眼のアンティゴノスから逃れてポントスで、84年を生きて死亡したと、ヒエロニュモスや他の作家たちが記録している。
Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ·
また、カッパドキアの王アリアラテスは、ヒエロニュモスが記録しているように82年を生きた。
ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλʼ ἐν τῇ πρὸς Περδίκκαν μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη.
おそらく彼はさらに長く生き長らえることもできたであろうが、ペルディッカスとの戦いで生け捕りにされ、杭にかけられて刑死した。
§14Κῦρος δὲ ὁ Περσῶν βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ, ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρμένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκοντος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ διαβληθείς, τὸ δέ τι ὡς παρανοοῦντα αὑτὸν αἰτιασάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον.
また、ペルシアとアッシリアの年代記が示し、アレクサンドロスに関する歴史を著したオネシクリトスもこれに同意していると思われるところによれば、古代のペルシアの王キュロスは、100歳になった時、友人たちを一人一人探し求めたが、彼らの大半が息子のカンビュセスによって殺害されたことを知り、しかもカンビュセスがそれらは父キュロスの命令に従って行ったことだと主張したため、一方では息子の残虐さに衝撃を受け、他方では自分が正気を失っているのだと自分をとがめ、失望して生涯を終えた。