§8Πομπίλιος Νουμᾶς ὁ εὐδαιμονέστατος τῶν Ῥωμαίων βασιλέων καὶ μάλιστα περὶ τὴν θεραπείαν τῶν θεῶν ἀσχοληθεὶς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη βεβιωκέναι ἱστορεῖται.
Pompilius Numa, the most fortunate of the Roman kings and the one who occupied himself most especially with the worship of the gods, is recorded to have lived over eighty years.
Σέρβιος δὲ Τούλλιος Ῥωμαίων καὶ οὗτος βασιλεὺς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη καὶ αὐτὸς βιῶσαι ἱστορεῖται.
And Servius Tullius, also a king of the Romans, is recorded to have lived himself over eighty years.
Ταρκυίνιος δὲ ὁ τελευταῖος Ῥωμαίων βασιλεὺς φυγαδευθεὶς καὶ ἐπὶ Κύμης διατρίβων ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται στερρότατα βιῶσαι.
And Tarquinius, the last king of the Romans, having been exiled and living in Cumae, is said to have lived in a most robust state over ninety years.
§9οὗτοι μὲν οὖν Ῥωμαίων βασιλεῖς, οἷς συνάψω καὶ τοὺς λοιποὺς βασιλέας τοὺς εἰς μακρὸν γῆρας ἀφικομένους καὶ μετʼ αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα ἑκάστους.
These, then, are the Roman kings, with whom I shall connect the remaining kings who reached a long old age, and after them each group according to their occupations.
ἐπὶ τέλει δέ σοι καὶ τοὺς λοιποὺς Ῥωμαίων τοὺς εἰς μήκιστον γῆρας ἀφικομένους προσαναγράψω, προσθεὶς ἅμα καὶ τοὺς κατὰ τὴν λοιπὴν Ἰταλίαν ἐπὶ πλεῖστον βιώσαντας· ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ἤδη καὶ γέροντα.
And at the end I shall write down for you also the remaining Romans who reached the longest old age, adding at the same time those who lived the longest in the rest of Italy; for this history is a remarkable refutation of those who attempt to slander the air here, so that we too may have better hopes that our prayers will be completely fulfilled for the master of all land and sea to reach a very long and prosperous old age, continuing to suffice for his own inhabited world even as an old man.
§10Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων· ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ.
Arganthonios, the king of the Tartessians, is said to have lived one hundred and fifty years, as Herodotus the historian and Anacreon the lyric poet say; but this seems to some to be a myth.
Ἀγαθοκλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν.
And Agathocles, the tyrant of Sicily, died at ninety years of age, as Demochares and Timaeus record.
Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν.
And Hiero, the tyrant of the Syracusans, having reached ninety-two years, died of illness, having ruled for seventy years, as Demetrius of Callatis and others say.
Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη γεγονώς.
And Ateas, the king of the Scythians, fighting against Philip near the river Ister, fell when he was over ninety years old.
Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφʼ ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη.
And Bardylis, the king of the Illyrians, is said to have fought on horseback in the war against Philip, being ninety years of age.
Τήρης δὲ Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.
And Teres, the king of the Odrysians, as Theopompus says, died at ninety-two years of age.
§11Ἀντίγονος δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ ὀγδοήκοντα, ὥσπερ ὁ συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ.
And Antigonus, the son of Philip, the One-eyed, ruling the Macedonians, fighting near Phrygia against Seleucus and Lysimachus, died after receiving many wounds at eighty-one years of age, as Hieronymus, who campaigned with him, records.
καὶ Λυσίμαχος δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ αὐτός φησιν Ἱερώνυμος.
And Lysimachus, king of the Macedonians, perished in the battle against Seleucus, being eighty years of age, as the same Hieronymus says.
Ἀντίγονος δέ, ὃς υἱὸς μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς.
And Antigonus, who was the son of Demetrius and grandson of Antigonus the One-eyed, ruled the Macedonians for forty-four years, and lived eighty years, as Medeius and other writers record.
ὁμοίως δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον.
In like manner also Antipater, the son of Iolaus, having possessed the greatest power and having been guardian to many Macedonian kings, ended his life after living over eighty years.
§12Πτολεμαῖος δὲ ὁ Λάγου ὁ τῶν καθʼ αὑτὸν εὐδαιμονέστατος βασιλέων Αἰγύπτου μὲν ἐβασίλευσεν, τέσσαρα δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη ζῶν παρέδωκεν τὴν ἀρχὴν πρὸ δύο ἐτοῖν τῆς τελευτῆς Πτολεμαίῳ τῷ υἱῷ, Φιλαδέλφῳ δὲ ἐπίκλησιν, ὅστις διεδέξατο τὴν πατρῴαν βασιλείαν ἀδελφῶν. . .
And Ptolemy, the son of Lagus, the most fortunate of the kings of his time, ruled Egypt, and having lived eighty-four years, while still living, two years before his death, handed over the rule to his son Ptolemy, surnamed Philadelphus, who succeeded to his father's kingdom [excluding] his brothers.
φιλέταιρος δὲ πρῶτος μὲν ἐκτήσατο τὴν περὶ Πέργαμον ἀρχὴν καὶ κατέσχεν εὐνοῦχος ὤν, κατέστρεψε δὲ τὸν βίον ὀγδοήκοντα ἐτῶν γενόμενος.
And Philetaerus first acquired and held the rule around Pergamum, being a eunuch, and ended his life when he was eighty years of age.
Ἄτταλος δὲ ὁ ἐπικληθεὶς Φιλάδελφος, τῶν Περγαμηνῶν καὶ οὗτος βασιλεύων, πρὸς ὃν καὶ Σκιπίων Ῥωμαίων στρατηγὸς ἀφίκετο, δύο καὶ ὀγδοήκοντα ἐτῶν ἐξέλιπε τὸν βίον.
And Attalus, surnamed Philadelphus, also ruling the Pergamene people, whom Scipio the Roman general also visited, departed from life at eighty-two years of age.
§13Μιθριδάτης δὲ ὁ Πόντου βασιλεὺς ὁ προσαγορευθεὶς Κτίστης Ἀντίγονον τὸν μονόφθαλμον φεύγων ἐπὶ Πόντου ἐτελεύτησεν βιώσας ἔτη τέσσαρα καὶ ὀγδοήκοντα, ὥσπερ Ἱερώνυμος ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς.
And Mithridates, the king of Pontus, surnamed the Founder, fleeing from Antigonus the One-eyed, died in Pontus after living eighty-four years, as Hieronymus and other writers record.
Ἀριαράθης δὲ ὁ Καππαδοκῶν βασιλεὺς δύο μὲν καὶ ὀγδοήκοντα ἔζησεν ἔτη, ὡς Ἱερώνυμος ἱστορεῖ· ἐδυνήθη δὲ ἴσως καὶ ἐπὶ πλέον διαγενέσθαι, ἀλλʼ ἐν τῇ πρὸς Περδίκκαν μάχῃ ζωγρηθεὶς ἀνεσκολοπίσθη.
And Ariarathes, the king of the Cappadocians, lived eighty-two years, as Hieronymus records; and he might perhaps have survived even longer, but being taken alive in the battle against Perdiccas, he was impaled.
§14Κῦρος δὲ ὁ Περσῶν βασιλεὺς ὁ παλαιός, ὡς δηλοῦσιν οἱ Περσῶν καὶ Ἀσσυρίων ὧροι, οἷς καὶ Ὀνησίκριτος ὁ τὰ περὶ Ἀλέξανδρον συγγράψας συμφωνεῖν δοκεῖ, ἑκατοντούτης γενόμενος ἐζήτει μὲν ἕνα ἕκαστον τῶν φίλων, μαθὼν δὲ τοὺς πλείστους διεφθαρμένους ὑπὸ Καμβύσου τοῦ υἱέος, καὶ φάσκοντος Καμβύσου κατὰ πρόσταγμα τὸ ἐκείνου ταῦτα πεποιηκέναι, τὸ μέν τι πρὸς τὴν ὠμότητα τοῦ υἱοῦ διαβληθείς, τὸ δέ τι ὡς παρανοοῦντα αὑτὸν αἰτιασάμενος ἀθυμήσας ἐτελεύτα τὸν βίον.
And Cyrus, the ancient king of the Persians, as the chronicles of the Persians and Assyrians show, with which Onesicritus, who wrote the history of Alexander, also seems to agree, when he became a hundred years old, searched for each one of his friends, but when he learned that most of them had been destroyed by his son Cambyses, and when Cambyses claimed to have done these things according to his father's command, partly being shocked at his son's cruelty, and partly accusing himself of losing his mind, he ended his life in despair.