Humanitext Reader

ルキアノス · 長寿者 §15-21

東方の諸王と古代哲学者たちの長寿の事例

3 / 4 箇所 · ギリシア語

要旨

長寿を保った東方の諸王や、自己管理によって極めて長い老年に達した高名な哲学者たちの寿命と最期について列挙している。

§15Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα.
ムネモン(記憶の人)と呼ばれたアルタクセルクセス、彼に対しては弟キュロスが遠征したが、ペルシアの王として支配し、86歳で病死した。 しかしディノンが記録するところでは94歳であった。
Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη.
もう一人のペルシアの王アルタクセルクセス、彼についてハラクスの文筆家イシドロスは、自身の先祖たちの時代に支配していたと言っているが、93年を生きて、弟ゴシトロスの陰謀によって暗殺された。
Σινατρόκης δὲ ὁ Παρθυαίων βασιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σακαυράκων Σκυθῶν καταχθεὶς βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά.
また、パルティア人の王シナトロケスは、すでに80歳になっていたが、サカウラカイ・スキタイ人たちによって帰国させられて支配を始め、7年間支配した。
Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπολέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα νόσῳ.
また、アルメニア人の王ティグラネス、彼に対してはルクッルスが戦ったが、85歳で病死した。
§16Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν.
また、ハラクスおよび紅海沿岸地方の王ヒュスパウシネスは、85歳で病気を得て死亡した。
Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη ἐτελεύτα νόσῳ.
また、ヒュスパウシネスの後で3代目の王として支配したティライオスは、92年を生きて病気で亡くなった。
Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε.
また、ティライオスに次いで7代目にハラクスの王となったアルタバゾスは、86歳の時にパルティア人たちによって帰国させられて支配した。
Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.
また、パルティア人の王カムナスキレスは96年を生きた。
§17Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη.
また、マウルーシア人の王マシニッサは90年を生きた。
Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη·
また、神君アウグストゥスによって、民族支配者の代わりにボスポロスの王と宣言されたアサンドロスは、90歳頃であっても、騎馬戦や歩兵戦において誰にも劣らない姿を見せた。
ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα·
しかし、戦闘に臨んで自身の部下たちがスクリボニウスの側に寝返るのを見て、食事を断ち、93年を生きて死亡した。
Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.
またゴアイソスは、ハラクスのイシドロスが言うには、彼自身の時代に香料産出地オマノイの王として支配したが、115歳になって病気で死亡した。
βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.
さて、先人たちはこれほど多くの長寿の王たちを記録してきた。
§18ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς ἱστορημένους, καὶ πρώτους γε φιλοσόφους.
哲学者たちや、教養に関わるすべての人々もまた、彼ら自身も何らかの形で自己の健康管理を行っていたために、長い老年に達したのであるから、これらの人々についても記録されている者たちを、まずは哲学者たちから書き記すことにしよう。
Δημόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα.
アブデラ出身のデモクリトスは、104歳になった時、食事を断って死亡した。
Ξενόφιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν.
音楽家ゼノフィロスは、アリストクセノスが言うには、ピタゴラスの哲学に傾倒し、アテナイで105年を超えて生きた。
Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη,
いわゆる七賢人のうちに入っていたソロン、タレス、ピッタコスは、それぞれ100年を生きた。
§19Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα·
また、ストア派哲学の創始者ゼノンは98年を生きた。
ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταίσαντα ἀναφθέγξασθαι, Τί με βοᾷς; καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον.
彼は民会に入りかける際につまずき、「なぜ私を呼ぶのか」と叫び、家に引き返して食事を断ち、生涯を終えたと言われている。
Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.
ゼノンの弟子にして後継者であるこのクレアンテスは、99歳に達した時、唇に腫瘍ができ、絶食していたが、何人かの同志から彼のもとに書簡が届いたため、食事を摂って友人たちが求めていた事柄を処理し、再び食事を断ってこの世を去った。
§20Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα·
デクシノスの子であり、自然学者アルケラオスの弟子であったクセノファネスは91年を生きた。
Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα·
プラトンの弟子となったクセノクラテスは84年を生きた。
· Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα·
新アカデメイアの指導者カルネアデスは85年を生きた。
· Χρύσιππος ἓν καὶ ὀγδοήκοντα·
クリュシッポスは81年を生きた。
Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα· ·
ティグリス川沿いのセレウケイア出身のストア派哲学者ディオゲネスは88年を生きた。
Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα· ·
シリアのアパメイア出身で、法の上ではロドス人であり、哲学者であるとともに歴史家でもあったポセイドニオスは84年を生きた。
Κριτόλαος ὁ Περιπατητικὸς ὑπὲρ δύο καὶ ὀγδοήκοντα· .
逍遥派のクリトラオスは82年を超えて生きた。
§21Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα.
また、最も神聖なるプラトンは81年を生きた。
Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφʼ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατʼ ἔτος ἕκαστον ἀπονέμει ὡς ἥρωϊ.
サンドンの子でタルソス出身のストア派哲学者アテノドロスは、神君アウグストゥス・カエサルの教師でもあり、彼によってタルソス市民の市は租税を軽減されたが、82年を生きて故郷で亡くなり、タルソス市民は毎年、彼に対して英雄としての栄誉を授けている。
Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα·
また、タルソス出身のストア派哲学者でティベリウス・カエサルの教師であったネストルは92年を生きた。
Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.
また、グリュロスの子クセノポンは90年を超えて生きた。

語釈・文法注

  1. p.v.1.p.234ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ — 「自分自身の父(先祖)たちの時代に」の意味。前置詞 ἐπί +属格で「〜の時代に」を表す。反射代名詞 ἑαυτοῦ はハラクスのイシドロス自身を指す。
  2. p.v.1.p.234καταχθείς — 動詞 κατάγω の受動態分詞で、ここでは「(亡命先から)連れ戻されて」「王位に復帰させられて」の意味で使われている。
  3. p.v.1.p.234ἀντὶ ἐθνάρχου βασιλεύς — 前置詞 ἀντί +属格は「〜に代えて」を意味し、アサンドロスがアウグストゥスによって民族指導者(エスナルケス)という称号から、より高い「王(バシレウス)」へと格上げされたことを示す。
  4. p.v.1.p.236ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων — ἐπελθόντων... γραμμάτων は属格独立構文で、「手紙が届いたので」という時間・理由を表す。現在分詞 ἀποκαρτερῶν(死ぬために断食している最中に)と結合し、状況を同時並行で描写している。

この箇所を引用する

ルキアノス, 長寿者 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg011.humanitext-grc2:15-21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。