§1ὄναρ τι τοῦτο, λαμπρότατε Κυίντιλλε, κελευσθεὶς προσφέρω σοι δῶρον τοὺς μακροβίους, πάλαι μὲν τὸ ὄναρ ἰδὼν καὶ ἱστορήσας τοῖς φίλοις, ὅτε ἐτίθεσο τῷ δευτέρῳ σου παιδὶ τοὔνομα·
これはある種の夢のようなものとして、輝かしいクインティルスよ、私は夢の命ずるままに、この長寿者たちに関する書物をあなたへの贈り物として捧げます。 ずいぶん前にその夢を見て、あなたが第二子に名前をつけていた時に友人たちにそのことを話しました。
συμβαλεῖν δὲ οὐκ ἔχων τίνας ὁ θεὸς κελεύει μοι προσφέρειν σοι τοὺς μακροβίους, τότε μὲν εὐξάμην τοῖς θεοῖς ἐπὶ μήκιστον ὑμᾶς βιῶναι σέ τε αὐτὸν καὶ παῖδας τοὺς σούς, τοῦτο συμφέρειν νομίζων καὶ σύμπαντι μὲν τῷ τῶν ἀνθρώπων γένει, πρὸ δὲ τῶν ἁπάντων αὐτῷ τε ἐμοὶ καὶ πᾶσι τοῖς ἐμοῖς·
しかし、神が私に、誰を長寿者としてあなたに捧げるよう命じているのか理解することができなかったため、その時は、あなた自身とあなたのお子様たちが最も長く生きるよう神々に祈りました。 これが人類全体にとっても有益であり、何よりも私自身と私の身内すべてにとっても有益であると考えたからです。
καὶ γὰρ κἀμοί τι ἀγαθὸν ἐδόκει προσημαίνειν ὁ θεός.
なぜなら、神が私に対しても何か良いことを前兆として示しているように思われたからです。
§2σκεπτόμενος δὲ κατʼ ἐμαυτὸν εἰς ἔννοιαν ἦλθον, εἰκὸς εἶναι τοὺς θεοὺς ἀνδρὶ περὶ παιδείαν ἔχοντι ταῦτα προστάσσοντας κελεύειν προσφέρειν σοι τῶν ἀπὸ τῆς τέχνης.
しかし、自分自身で考えているうちに、教養に関わっている男に対してこのようなことを命じている神々は、私の技術から得られたものをあなたに捧げるよう命じているに違いない、という考えに至りました。
ταύτην οὖν αἰσιωτάτην νομίζων τὴν τῶν σῶν γενεθλίων ἡμέραν δίδωμί σοι τοὺς ἱστορημένους εἰς μακρὸν γῆρας ἀφικέσθαι ἐν ὑγιαινούσῃ τῇ ψυχῇ καὶ ὁλοκλήρῳ τῷ σώματι.
そこで、あなたの誕生日のこの日を最も縁起の良い日と考え、健康な魂と健全な身体をもって長い老年に達したと記録されている人々をあなたに贈ります。
καὶ γὰρ ἂν καὶ ὄφελος γένοιτό τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν·
というのも、この著作からあなたに二重の便益が生じるかもしれないからです。
τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα καὶ κατὰ ψυχήν, οὗτοι δὴ εἰς μακρότατον γῆρας ἦλθον σὺν ὑγιείᾳ παντελεῖ.
一つは、あなた自身も最も長く生きることができるという、ある種の喜びと良き希望であり、他方は、身体と魂の両方において最も自己の配慮を行った人々こそが、完全な健康を伴って極めて長い老年に達したのだ、ということをあなたが知るならば、実例からのある種の教えとなるものです。
§3Νέστορα μὲν οὖν τὸν σοφώτατον τῶν Ἀχαιῶν ἐπὶ τρεῖς παρατεῖναι γενεὰς Ὅμηρος λέγει, ὃν συνίστησιν ἡμῖν γεγυμνασμένον ἄριστα καὶ ψυχῇ καὶ σώματι.
さて、アカイア人のうちで最も賢いネストルが3世代にわたって生きながらえたとホメロスは言っていますが、彼はネストルを魂と身体の両方において最もよく鍛えられた者として私たちに紹介しています。
καὶ Τειρεσίαν δὲ τὸν μάντιν ἡ τραγῳδία μέχρις ἓξ γενεῶν παρατεῖναι λέγει.
また、予言者テイレイシアスについても、悲劇は彼が6世代にわたって生きながらえたと言っています。
πιθανὸν δʼ ἂν εἴη ἄνδρα θεοῖς ἀνακείμενον καθαρωτέρᾳ διαίτῃ χρώμενον ἐπὶ μήκιστον βιῶναι.
神々に身を捧げ、より清らかな生き方を実践している人が、最も長く生きるということは、もっともらしいことでしょう。
§4καὶ γένη δὲ ὅλα μακρόβια ἱστορεῖται διὰ τὴν δίαιταν, ὥσπερ Αἰγυπτίων οἱ καλούμενοι ἱερογραμματεῖς, Ἀσσυρίων δὲ καὶ Ἀράβων οἱ ἐξηγηταὶ τῶν μύθων, Ἰνδῶν δὲ οἱ καλούμενοι Βραχμᾶνες, ἄνδρες ἀκριβῶς φιλοσοφίᾳ σχολάζοντες, καὶ οἱ καλούμενοι δὲ μάγοι, γένος τοῦτο μαντικὸν καὶ θεοῖς ἀνακείμενον παρά τε Πέρσαις καὶ Πάρθοις καὶ Βάκτροις καὶ Χωρασμίοις καὶ Ἀρείοις καὶ Σάκαις καὶ Μήδοις καὶ παρὰ πολλοῖς ἄλλοις βαρβάροις, ἐρρωμένοι τέ εἰσι καὶ πολυχρόνιοι διὰ τὸ μαγεύειν διαιτώμενοι καὶ αὐτοὶ ἀκριβέστερον.
また、養生法のために、民族全体が長寿であると記録されていることもあります。 たとえば、エジプト人のいわゆる神聖書記官たち、アッシリア人とアラビア人の神話の解説者たち、インド人のいわゆるバラモンたち、すなわち哲学に厳格に専念している人々、そしていわゆるマゴスたち。 これは予言の、また神々に捧げられた一族であり、ペルシア人、パルティア人、バクトリア人、コラスミア人、アレイア人、サカ人、メディア人、その他多くの異民族の間に存在します。 彼らは頑健であり長命ですが、それはマゴスの術を実践することで、彼ら自身もまたより厳格な養生法に従って生活しているからです。
§5ἤδη δὲ καὶ ἔθνη ὅλα μακροβιώτατα, ὥσπερ Σῆρας μὲν ἱστοροῦσι μέχρι τριακοσίων ζῆν ἐτῶν, οἱ μὲν τῷ ἀέρι, οἱ δὲ τῇ γῇ τὴν αἰτίαν τοῦ μακροῦ γήρως προστιθέντες, οἱ δὲ καὶ τῇ διαίτῃ·
さらに、極めて長寿な国全体もあり、たとえばセーレス人は300年まで生きると記録されていますが、ある人々はその長い老年の原因を空気に、他の人々は土地に、また他の人々は生き方に帰しています。
ὑδροποτεῖν γάρ φασι τὸ ἔθνος τοῦτο σύμπαν.
というのも、この民族は全員が水を飲むと言われているからです。
καὶ Ἀθῴτας δὲ μέχρι τριάκοντα καὶ ἑκατὸν ἐτῶν βιοῦν ἱστορεῖται, καὶ τοὺς Χαλδαίους ὑπὲρ τὰ ἑκατὸν ἔτη βιοῦν λόγος, τούτους μὲν καὶ κριθίνῳ ἄρτῳ χρωμένους, ὡς ὀξυδορκίας τοῦτο φάρμακον·
また、アトス山の人々も130年まで生きると記録されており、カルデア人も100年を超えて生きると言われていますが、彼らは大麦のパンを食べており、それが視力を鋭くする薬であるとされています。
οἷς γέ φασι διὰ τὴν τοιαύτην δίαιταν καὶ τὰς ἄλλας αἰσθήσεις ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους ἐρρωμένας εἶναι.
彼らはそのような養生法のために、他の感覚も他の人々以上に頑健であると言われています。
§6ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω.
しかし、これらは長命の一族や民族についてのことであり、彼らは最も長い時間生き長らえると言われていますが、ある人々は土地と空気のため、他の人々は生き方のため、また他の人々はその両方のためであるとしています。
ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι.
しかし、私としては、いかなる土地やいかなる空気においても、適切な鍛錬と健康に最も適した養生法を実践する人々は長寿となってきたということを記録することで、あなたに容易に希望を正当に与えることができるでしょう。
§7διαίρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας ἱστορήσω, ὧν ἕνα ἡ εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ·
論考の最初の分類は人々の職業に従って行い、まずあなたに支配者や将軍たちについて記録しましょう。 彼らのうちの一人を、偉大で極めて神聖な皇帝の最も敬虔な運命が最も完全な地位へと導き、彼自身の統治する世界に最大の恩恵を施しました。
οὕτω γὰρ ἂν ἀπιδὼν καὶ σὺ τῶν μακροβίων ἀνδρῶν πρὸς τὸ ὅμοιον τῆς ἕξεως καὶ τῆς τύχης ἑτοιμότερον ἐλπίσειας γῆρας ὑγιεινὸν καὶ μακρὸν καὶ ἅμα ζηλώσας ἐργάσαιο σαυτῷ τῇ διαίτῃ μέγιστόν τε ἅμα καὶ ὑγιεινότατον βίον.
なぜなら、そのようにしてあなた自身も、気質や境遇が似ている長寿の人々に目を向けることで、より容易に健康で長い老年を期待することができ、同時に、見習うことでご自身の生き方によって極めて長く、かつ最も健康な生を自ら創り出すことができるからです。