Humanitext Reader

ルキアノス · 長寿者 §22-29

歴史家や詩人など文化人たちの長寿と結び

4 / 4 箇所 · ギリシア語

要旨

歴史家、弁論家、劇詩人、抒情詩人、文法学者、立法者などの多岐にわたる文化人たちの長寿の事例と、それにまつわる逸話が列挙され、ローマ人の長寿については別の書に譲ることを告げて本作が締めくくられる。

§22οὗτοι μὲν φιλοσόφων οἱ ἔνδοξοι.
以上が哲学者たちのうちの著名な人々である。
συγγραφέων δὲ Κτησίβιος μὲν ἐτῶν ἑκατὸν καὶ τεσσάρων ἐν περιπάτῳ ἐτελεύτησεν, ὡς Ἀπολλόδωρος ἐν τοῖς χρονικοῖς ἱστορεῖ.
歴史家のうちでは、クテシビオスは散歩中に104歳で死んだと、アポロドロスが『年代記』で記録している。
Ἱερώνυμος δ’ ἐν πολέμοις γενόμενος καὶ πολλοὺς καμάτους ὑπομείνας καὶ τραύματα ἔζησεν ἔτη τέσσαρα καὶ ἑκατόν, ὡς Ἀγαθαρχίδης ἐν τῇ ἐνάτῃ τῶν περὶ τῆς Ἀσίας ἱστοριῶν λέγει, καὶ θαυμάζει γε τὸν ἄνδρα ὡς μέχρι τῆς τελευταίας ἡμέρας ἄρτιον ὄντα ἐν ταῖς συνουσίαις καὶ πᾶσι τοῖς αἰσθητηρίοις, μηδενὸς γενόμενον τῶν πρὸς ὑγίειαν ἐλλιπῆ.
また、ヒエロニュモスは、戦争の中にあり、多くの労苦や傷に耐えながらも104年を生きたと、アガタルキデスが『アジア誌』第9巻で述べており、彼はこの人物が最期の日まで、人との交際においてもすべての感覚器官においても健全であり、健康に必要な何一つ欠けていなかったことを感嘆している。
Ἑλλάνικος ὁ Λέσβιος ὀγδοήκοντα καὶ πέντε, καὶ Φερεκύδης ὁ Σύριος ὁμοίως ὀγδοήκοντα καὶ πέντε.
レスボス出身のヘラニコスは85歳、シロス出身のペレキュデスも同様に85歳であった。
Τίμαιος ὁ Ταυρομενίτης ἓξ καὶ ἐνενήκοντα·
タウロメニオン出身のティマイオスは96歳。
Ἀριστόβουλος δὲ ὁ Κασανδρεὺς ὑπὲρ τὰ ἐνενήκοντα ἔτη λέγεται βεβιωκέναι, τὴν ἱστορίαν δὲ τέταρτον καὶ ὀγδοηκοστὸν ἔτος γεγονὼς ἤρξατο συγγράφειν, ὡς αὐτὸς ἐν ἀρχῇ τῆς πραγματείας λέγει.
カッサンドレイア出身のアリストブロスは90年を超えて生きたと言われており、84歳になったときに歴史を書き始めたと、自身がその著作の冒頭で述べている。
Πολύβιος δὲ ὁ Λυκόρτα Μεγαλοπολίτης ἀγρόθεν ἀνελθὼν ἀφʼ ἵππου κατέπεσεν καὶ ἐκ τούτου νοσήσας ἀπέθανεν ἐτῶν δύο καὶ ὀγδοήκοντα, Ὑψικράτης δὲ ὁ Ἀμισηνὸς συγγραφεὺς διὰ πολλῶν μαθημάτων γενόμενος ἔτη δύο καὶ ἐνενήκοντα.
また、メガロポリス出身のリュコルタスの子ポリュビオスは、郊外から戻る途中に馬から落ち、それがもとで病気になって82歳で亡くなった。 また、アミソス出身の文筆家ヒュプシクラテスは、多くの学術に通じて、92年を生きた。
§23ῥητόρων δὲ Γοργίας, ὅν τινες σοφιστὴν καλοῦσιν, ἔτη ἑκατὸν ὀκτώ· τροφῆς δὲ ἀποσχόμενος ἐτελεύτησεν·
弁論家のうちでは、ある人々がソフィストと呼ぶゴルギアスは108年を生きたが、食事を断って死んだ。
ὅν φασιν ἐρωτηθέντα τὴν αἰτίαν τοῦ μακροῦ γήρως καὶ ὑγιεινοῦ ἐν πάσαις ταῖς αἰσθήσεσιν εἰπεῖν, διὰ τὸ μηδέποτε συμπεριενεχθῆναι ταῖς ἄλλων εὐωχίαις.
彼は、すべての感覚において健全で長寿である理由を尋ねられたとき、他人の宴会に一度も付き合わなかったからだと答えたと言われている。
Ἰσοκράτης ἓξ καὶ ἐνενήκοντα ἔτη γεγονὼς τὸν πανηγυρικὸν ἔγραφε λόγον, περὶ ἔτη δὲ ἑνὸς ἀποδέοντα ἑκατὸν γεγονὼς ὡς ᾔσθετο Ἀθηναίους ὑπὸ Φιλίππου ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ νενικημένους, ποτνιώμενος τὸν Εὐριπίδειον στίχον προηνέγκατο εἰς ἑαυτὸν ἀναφέρων, "Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπών· " καὶ ἐπειπὼν ὡς δουλεύσει ἡ Ἑλλάς, ἐξέλιπε τὸν βίον.
イソクラテスは96歳になったときに『パネギュリコス(祝祭演説)』を書き、100歳に1年足りない頃、カイロネイアの戦いでアテナイ人がフィリッポスに敗北したことを知ると、嘆きつつ、エウリピデスの詩行を自身の身に引き当てて口にした。 「かつてシドンの都を去りしカドモスは……」そして、ギリシアは奴隷となるだろうと付け加え、この世を去った。
Ἀπολλόδωρος δὲ ὁ Περγαμηνὸς ῥήτωρ, θεοῦ Καίσαρος Σεβαστοῦ διδάσκαλος γενόμενος καὶ σὺν Ἀθηνοδώρῳ τῷ Ταρσεῖ φιλοσόφῳ παιδεύσας αὐτόν, ἔζησεν ταὐτὰ τῷ Ἀθηνοδώρῳ ἔτη ὀγδοήκοντα δύο.
また、ペルガモン出身の弁論家アポロドロスは、神君アウグストゥス・カエサルの教師となり、タルソス出身の哲学者アテノドロスとともに彼を教育したが、アテノドロスと同じ82年を生きた。
Ποτάμων δὲ οὐκ ἄδοξος ῥήτωρ ἔτη ἐνενήκοντα.
また、名高き弁論家ポタモンは90年を生きた。
§24Σοφοκλῆς ὁ τραγῳδοποιὸς ῥᾶγα σταφυλῆς καταπιὼν ἀπεπνίγη πέντε καὶ ἐνενήκοντα ζήσας ἔτη.
悲劇詩人ソポクレスは、ブドウの粒を飲み込んで窒息し、95年を生きて死亡した。
οὗτος ὑπὸ Ἰοφῶντος τοῦ υἱέος ἐπὶ τέλει τοῦ βίου παρανοίας κρινόμενος ἀνέγνω τοῖς δικασταῖς Οἰδίπουν τὸν ἐπὶ Κολωνῷ, ἐπιδεικνύμενος διὰ τοῦ δράματος ὅπως τὸν νοῦν ὑγιαίνει, ὡς τοὺς δικαστὰς τὸν μὲν ὑπερθαυμάσαι, καταψηφίσασθαι δὲ τοῦ υἱοῦ αὐτοῦ μανίαν.
彼は、生涯の終わりに息子のイオポンによって精神錯乱の廉で訴えられたが、裁判官たちに『コロノスのオイディプス』を朗読し、その劇作を通じて自分が精神的に健全であることを示し、その結果、裁判官たちは彼を大いに称賛し、かえって彼の息子に狂気の判決を下したほどであった。
§25Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς ἑπτὰ πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε, καὶ πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην καὶ νικήσας μετʼ οὐ πολὺ ἐτελεύτα.
喜劇詩人クラティノスは97年を生きた。 そして生涯の終わりに『フラスコ』を上演して勝利し、それから間もなくして亡くなった。
καὶ Φιλήμων δὲ ὁ κωμικός, ὁμοίως τῷ Κρατίνῳ ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς, κατέκειτο μὲν ἐπὶ κλίνης ἠρεμῶν, θεασάμενος δὲ ὄνον τὰ παρεσκευασμένα αὐτῷ σῦκα κατεσθίοντα ὥρμησε μὲν εἰς γέλωτα, καλέσας δὲ τὸν οἰκέτην καὶ σὺν πολλῷ καὶ ἀθρόῳ γέλωτι εἰπὼν προσδοῦναι τῷ ὄνῳ ἀκράτου ῥοφεῖν ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος ἀπέθανεν.
また喜劇詩人フィレモンも、クラティノスと同様に97年を生きたが、寝台に横たわって静かにしていたところ、自分用に用意されていたイチジクをロバが平らげているのを見て大笑いし始め、召使いを呼び、大笑いを止めずに、ロバに生酒を飲ませてやれと言ったが、笑いすぎて息が詰まり死亡した。
καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη λέγεται βιῶναι.
また喜劇詩人エピカルモスも、彼自身97年を生きたと言われている。
§26Ἀνακρέων δὲ ὁ τῶν μελῶν ποιητὴς ἔζησεν ἔτη πέντε καὶ ὀγδοήκοντα, καὶ Στησίχορος δὲ ὁ μελοποιὸς ταὐτά, Σιμωνίδης δὲ ὁ Κεῖος ὑπὲρ τὰ ἐνενήκοντα.
抒情詩人アナクレオンは85年を生きた。 また抒情詩人ステシホロスもそれと同じだけ生き、ケオス出身のシモニデスは90年を超えて生きた。
§27γραμματικῶν δὲ Ἐρατοσθένης μὲν ὁ Ἀγλαοῦ Κυρηναῖος, ὃν οὐ μόνον γραμματικόν, ἀλλὰ καὶ ποιητὴν ἄν τις ὀνομάσειεν καὶ φιλόσοφον καὶ γεωμέτρην, δύο καὶ ὀγδοήκοντα οὗτος ἔζησεν ἔτη.
文法学者のうちでは、アグラオスの子であるキュレネ出身のエラトステネス――彼は単に文法学者としてだけでなく、詩人、哲学者、幾何学者とも呼べる人物であるが――この者は82年を生きた。
§28καὶ Λυκοῦργος δὲ ὁ νομοθέτης τῶν Λακεδαιμονίων πέντε καὶ ὀγδοήκοντα ἔτη ζῆσαι ἱστορεῖται.
またラケダイモン人の立法者リュクルゴスは85年を生きたと記録されている。
§29τοσούτους ἐδυνήθημεν βασιλέας καὶ πεπαιδευμένους ἀθροῖσαι·
これほど多くの王や教養ある人々を集めることができた。
ἐπεὶ δὲ ὑπεσχόμην καὶ Ῥωμαίων τινὰς καὶ τῶν τὴν Ἰταλίαν οἰκησάντων μακροβίων ἀναγράψαι, τούτους σοι, θεῶν βουλομένων, ἱερώτατε Κυίντιλλε, ἐν ἄλλῳ δηλώσομεν λόγῳ.
しかし、私はローマ人やイタリアに住んだ長寿の人々の幾人かも書き記すことを約束していたので、最も神聖なるクインティッルスよ、彼らについては神々の意志に守られて別の書で君に示すことにしよう。

語釈・文法注

  1. 22ὡς ... ἄρτιον ὄντα — 動詞 θαυμάζει の直接目的語である τὸν ἄνδρα を修飾する、対格主語を伴う分詞句。接続詞 ὡς は、筆者の主観的な理由や伝聞による判断を示す。
  2. 23ἑνὸς ἀποδέοντα ἑκατὸν — 「100に1を欠いた」、すなわち「99」を意味する慣用表現。現在分詞 ἀποδέοντα が比較や欠如を示す属格 ἑνός を支配している。
  3. 24ὡς τοὺς δικαστὰς ... ὑπερθαυμάσαι — 接続詞 ὡς に導かれる「対格+不定詞」構文で、ここでは実際の「結果」を表す。
  4. 25ἀκράτου ῥοφεῖν — 不定詞 ῥοφεῖν は与える動作の目的(〜して啜るように)を表す。また ἀκράτου は部分属格で、「薄めていないワイン(の一部)を」という意味になる。
  5. 27ἄν τις ὀνομάσειεν — 接続小辞 ἄν と希求法過去 ὀνομάσειεν(3人称単数)の組み合わせで、潜在的・可能的な表現(「誰でも〜と呼ぶことができるだろう」)を形作っている。

この箇所を引用する

ルキアノス, 長寿者 §22-29. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg011.humanitext-grc2:22-29

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。