§15Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα.
被称为“记忆之神”(姆内蒙)的阿尔塔薛西斯,他的弟弟居鲁士曾对他发起战争,他在作为波斯人的国王统治时因病去世,年八十六岁,但据迪农记载,为九十四岁。
Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη.
另一位波斯国王阿尔塔薛西斯,条支的作家伊西多尔说他在他自己先祖的时代统治,他活了九十三年,因其兄弟戈西特拉斯的阴谋而被刺杀。
Σινατρόκης δὲ ὁ Παρθυαίων βασιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σακαυράκων Σκυθῶν καταχθεὶς βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά.
此外,巴提亚人的国王西纳特鲁塞斯在已经八十岁时,被萨考拉凯塞西亚人迎回并开始统治,统治了七年。
Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπολέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα νόσῳ.
此外,亚美尼亚人的国王提格兰,卢库鲁斯曾与他作战,他在八十五岁时因病去世。
§16Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν.
此外,条支以及红海沿岸地区的国王希斯帕奥西内斯在八十五岁时生病去世。
Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη ἐτελεύτα νόσῳ.
此外,作为希斯帕奥西内斯之后第三任国王进行统治的提莱乌斯,活了九十二年,因病去世。
Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε.
此外,在提莱乌斯之后作为第七任条支国王统治的阿尔塔巴佐斯,在八十六岁时被巴提亚人迎回并实行统治。
Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.
此外,巴提亚人的国王卡姆纳斯基雷斯活了九十六年。
§17Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη.
此外,毛鲁西亚人的国王马西尼萨活了九十载。
Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα·
此外,被神圣的奥古斯都宣布为博斯普鲁斯国王(以取代民族首领之职)的阿桑德,在大约九十岁时,在骑兵战和步兵战中显得不亚于任何人;当他看到自己的部下在战斗中投靠斯克里博尼乌斯时,他便绝食而死,活了九十三年。
Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ.
此外,据条支的伊西多尔所说,戈艾索斯在他自己的时代统治着出产香料的奥曼人,在一百一十五岁时因病去世。
βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.
于是,前人所记录的长寿国王便有这么多。
§18ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς ἱστορημένους, καὶ πρώτους γε φιλοσόφους.
既然哲学家和所有从事文化教育的人,由于他们自身也以某种方式照料自己,而达到了长期的晚年,我们也将载录其中有记载的人,并首先记载哲学家们。
Δημόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα.
阿布德拉的德谟克利特在一百零四岁时因绝食而死。
Ξενόφιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν.
此外,据阿里斯托塞诺斯所说,音乐家塞诺菲洛斯潜心于毕达哥拉斯的哲学,在雅典活了一百零五岁以上。
Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη,
此外,属于所谓“七贤”之列的索伦、泰勒斯和庇塔科斯,各活了一百岁。
§19Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα· ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταίσαντα ἀναφθέγξασθαι, Τί με βοᾷς;
此外,斯多葛学派哲学创始者芝诺活了九十八年;据说他在进入集会场所时绊了一下,便高喊道:“你为何呼唤我?
καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον.
”接着返回家中,绝食而结束了生命。
Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.
而芝诺的学生兼继承人克雷安德斯,在九十九岁时唇部长了肿瘤,在绝食期间,由于收到一些同伴寄给他的信件,他便进食并处理了朋友们所恳求的事,随后再次绝食,离开了人世。
§20Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα· Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα· · Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα· · Χρύσιππος ἓν καὶ ὀγδοήκοντα· Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα· · Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα· · Κριτόλαος ὁ Περιπατητικὸς ὑπὲρ δύο καὶ ὀγδοήκοντα· .
此外,德克西努斯之子、自然哲学家阿克劳斯的学生色诺芬尼活了九十一岁;而曾为柏拉图学生的色诺克拉底活了八十四年;新阿卡德米学派的领袖卡尔内阿德斯活了八十五年;克律西波斯活了八十一岁;底格里斯河畔塞琉西亚的斯多葛派哲学家迪奥根尼活了八十八岁;叙利亚阿帕梅亚人、在法律上属于罗德岛公民的波希多尼,他既是哲学家也是历史学家,活了八十四年;漫步学派的克里托劳斯活了八十二岁以上。
§21Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα.
最神圣的柏拉图活了八十一岁。
Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφʼ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατʼ ἔτος ἕκαστον ἀπονέμει ὡς ἥρωϊ.
桑东之子、来自塔尔苏斯的斯多葛学派学者阿忒诺多鲁斯,他也曾是神圣奥古斯都凯撒的老师,在后者的治下,塔尔苏斯城也免除了税收,他活了八十二岁后在故乡去世,塔尔苏斯人民每年都像对待英雄一样向他致敬。
Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα· Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.
此外,来自塔尔苏斯、曾为提比略凯撒老师的斯多葛派学者内斯托尔活了九十二岁;而格里路斯之子色诺芬活了九十岁以上。