Humanitext Reader

琉善 · 长寿者 §1-7

致昆提卢斯的献词与长寿的成因

第 1 段,共 4 段 · 希腊语

内容简介

作者在昆提卢斯生日之际,遵循梦中的神谕呈献这部关于长寿者的著作。他解释说,特定民族和职业的长寿与适当的养生和锻炼密切相关,并概述了论著的结构。

§1ὄναρ τι τοῦτο, λαμπρότατε Κυίντιλλε, κελευσθεὶς προσφέρω σοι δῶρον τοὺς μακροβίους, πάλαι μὲν τὸ ὄναρ ἰδὼν καὶ ἱστορήσας τοῖς φίλοις, ὅτε ἐτίθεσο τῷ δευτέρῳ σου παιδὶ τοὔνομα·
耀眼的昆提卢斯啊,这就像是一个梦,在梦的启示下,我将这本关于长寿者的著作作为礼物呈献给你。 很久以前我做过这个梦,并在你为你的第二个孩子命名时将它告诉了朋友们。
συμβαλεῖν δὲ οὐκ ἔχων τίνας ὁ θεὸς κελεύει μοι προσφέρειν σοι τοὺς μακροβίους, τότε μὲν εὐξάμην τοῖς θεοῖς ἐπὶ μήκιστον ὑμᾶς βιῶναι σέ τε αὐτὸν καὶ παῖδας τοὺς σούς, τοῦτο συμφέρειν νομίζων καὶ σύμπαντι μὲν τῷ τῶν ἀνθρώπων γένει, πρὸ δὲ τῶν ἁπάντων αὐτῷ τε ἐμοὶ καὶ πᾶσι τοῖς ἐμοῖς· καὶ γὰρ κἀμοί τι ἀγαθὸν ἐδόκει προσημαίνειν ὁ θεός.
但当时我无法领会神命令我向你呈献哪些长寿者,因此那时我向众神祈祷,愿你本人和你的孩子们都能活得最长久,我认为这不仅对全人类有益,而且首要的是对我自己和我的所有亲人有益;因为神似乎也向我预示了某种福祉。
§2σκεπτόμενος δὲ κατʼ ἐμαυτὸν εἰς ἔννοιαν ἦλθον, εἰκὸς εἶναι τοὺς θεοὺς ἀνδρὶ περὶ παιδείαν ἔχοντι ταῦτα προστάσσοντας κελεύειν προσφέρειν σοι τῶν ἀπὸ τῆς τέχνης.
可是我独自思考时,便产生了一个念头:神明向一个从事教养的人下达这样的指示,想必是命令我把从自己的学艺中得来的东西呈献给你。
ταύτην οὖν αἰσιωτάτην νομίζων τὴν τῶν σῶν γενεθλίων ἡμέραν δίδωμί σοι τοὺς ἱστορημένους εἰς μακρὸν γῆρας ἀφικέσθαι ἐν ὑγιαινούσῃ τῇ ψυχῇ καὶ ὁλοκλήρῳ τῷ σώματι.
因此,我认为你的诞辰之日是最吉祥的一天,向你赠送这些被记载在拥有健康的灵魂和健全的身体下达到长寿之境的人们。
καὶ γὰρ ἂν καὶ ὄφελος γένοιτό τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν· τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα καὶ κατὰ ψυχήν, οὗτοι δὴ εἰς μακρότατον γῆρας ἦλθον σὺν ὑγιείᾳ παντελεῖ.
因为,这部著作或许能带给你双重的益处:其一是某种愉悦和美好的希望,即你自己也能活得最长久;其二是从范例中获得的某种教益,如果你能领会到,那些在身体和灵魂两方面都对自己做出了最大关切的人,正是那些在完全健康的状态下达到极长寿之境的人。
§3Νέστορα μὲν οὖν τὸν σοφώτατον τῶν Ἀχαιῶν ἐπὶ τρεῖς παρατεῖναι γενεὰς Ὅμηρος λέγει, ὃν συνίστησιν ἡμῖν γεγυμνασμένον ἄριστα καὶ ψυχῇ καὶ σώματι.
因此,荷马说阿开亚人中最有智慧的涅斯托尔活了三代人,他向我们引介的这位人物在灵魂和身体上都得到了极好的锻炼。
καὶ Τειρεσίαν δὲ τὸν μάντιν ἡ τραγῳδία μέχρις ἓξ γενεῶν παρατεῖναι λέγει.
而悲剧也说预言家泰瑞西阿斯活了多达六代。
πιθανὸν δʼ ἂν εἴη ἄνδρα θεοῖς ἀνακείμενον καθαρωτέρᾳ διαίτῃ χρώμενον ἐπὶ μήκιστον βιῶναι.
一个献身于神明、过着更纯洁生活的人能够活得最长久,这自然是合情合理的。
§4καὶ γένη δὲ ὅλα μακρόβια ἱστορεῖται διὰ τὴν δίαιταν, ὥσπερ Αἰγυπτίων οἱ καλούμενοι ἱερογραμματεῖς, Ἀσσυρίων δὲ καὶ Ἀράβων οἱ ἐξηγηταὶ τῶν μύθων, Ἰνδῶν δὲ οἱ καλούμενοι Βραχμᾶνες, ἄνδρες ἀκριβῶς φιλοσοφίᾳ σχολάζοντες, καὶ οἱ καλούμενοι δὲ μάγοι, γένος τοῦτο μαντικὸν καὶ θεοῖς ἀνακείμενον παρά τε Πέρσαις καὶ Πάρθοις καὶ Βάκτροις καὶ Χωρασμίοις καὶ Ἀρείοις καὶ Σάκαις καὶ Μήδοις καὶ παρὰ πολλοῖς ἄλλοις βαρβάροις, ἐρρωμένοι τέ εἰσι καὶ πολυχρόνιοι διὰ τὸ μαγεύειν διαιτώμενοι καὶ αὐτοὶ ἀκριβέστερον.
此外,据记载,有些整个族群由于其生活方式而非常长寿,例如埃及人中所谓的“神圣书记官”,阿富汗人和阿拉伯人中神话的阐释者,以及印度人中所谓的“婆罗门”——这些人极其严格地专心于哲学;还有所谓的“马格斯”,这是在波斯人、帕提亚人、巴克特里亚人、花剌子模人、阿里亚人、塞克人、米底人以及许多其他蛮族中存在的预言且献身于神明的族群,他们由于实践马格斯术,自身也遵循着更严谨的养生法,因而既强壮又长寿。
§5ἤδη δὲ καὶ ἔθνη ὅλα μακροβιώτατα, ὥσπερ Σῆρας μὲν ἱστοροῦσι μέχρι τριακοσίων ζῆν ἐτῶν, οἱ μὲν τῷ ἀέρι, οἱ δὲ τῇ γῇ τὴν αἰτίαν τοῦ μακροῦ γήρως προστιθέντες, οἱ δὲ καὶ τῇ διαίτῃ· ὑδροποτεῖν γάρ φασι τὸ ἔθνος τοῦτο σύμπαν.
更有甚者,整个国家的人都极度长寿,例如据记载塞雷斯人能活到三百岁,有人将这种长寿的原因归结于空气,有人归结于土地,还有人归结于他们的饮食,因为据说这个国家的所有人都只喝水。
καὶ Ἀθῴτας δὲ μέχρι τριάκοντα καὶ ἑκατὸν ἐτῶν βιοῦν ἱστορεῖται, καὶ τοὺς Χαλδαίους ὑπὲρ τὰ ἑκατὸν ἔτη βιοῦν λόγος, τούτους μὲν καὶ κριθίνῳ ἄρτῳ χρωμένους, ὡς ὀξυδορκίας τοῦτο φάρμακον· οἷς γέ φασι διὰ τὴν τοιαύτην δίαιταν καὶ τὰς ἄλλας αἰσθήσεις ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους ἐρρωμένας εἶναι.
而阿索斯山的人据记载能活到一百三十岁,也有传说称迦勒底人能活到一百岁以上,他们食用大麦面包,并将其视为保持敏锐视觉的良药;据说由于这种饮食方式,他们的其他感官也比其他人更加强健。
§6ἀλλὰ ταῦτα μὲν περί τε τῶν μακροβίων γενῶν καὶ τῶν ἐθνῶν, ἅτινά φασιν ὡς ἐπὶ πλεῖστον διαγίγνεσθαι χρόνον, οἱ μὲν διὰ τὴν γῆν καὶ τὸν ἀέρα, οἱ δὲ διὰ τὴν δίαιταν, οἱ δὲ καὶ διʼ ἄμφω.
然而,以上是关于长寿的族群和国家的情况,据说他们生存了极长的时间,有人说是因为土地和空气,有人说是因为饮食,还有人说是因为两者皆有。
ἐγὼ δʼ ἄν σοι δικαίως τὴν ἐλπίδα ῥᾳδίαν παράσχοιμι ἱστορήσας ὅτι καὶ κατὰ πᾶσαν γῆν καὶ κατὰ πάντα ἀέρα μακρόβιοι γεγόνασιν ἄνδρες οἱ γυμνασίοις τοῖς προσήκουσιν καὶ διαίτῃ τῇ ἐπιτηδειοτάτῃ πρὸς ὑγίειαν χρώμενοι.
但如果我通过记载来表明,在任何土地和任何空气下,只要进行适当的锻炼并采用最适合健康的饮食,都会产生长寿之人,那么我就能理所当然地为你提供一个轻松实现的希望。
§7διαίρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας ἱστορήσω, ὧν ἕνα ἡ εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ· οὕτω γὰρ ἂν ἀπιδὼν καὶ σὺ τῶν μακροβίων ἀνδρῶν πρὸς τὸ ὅμοιον τῆς ἕξεως καὶ τῆς τύχης ἑτοιμότερον ἐλπίσειας γῆρας ὑγιεινὸν καὶ μακρὸν καὶ ἅμα ζηλώσας ἐργάσαιο σαυτῷ τῇ διαίτῃ μέγιστόν τε ἅμα καὶ ὑγιεινότατον βίον.
我将根据人们的职业对论述进行首要的分组,首先我将为你记载君王和将领们,其中一人由于我们伟大而最神圣的皇帝之最虔诚的命运将他带到了最完美的职位,从而极大地造福了他自己的天下;因为如果你也这样关注那些在体质和境遇上与你相似的长寿之人,你就能更轻松地指指望一个健康而长寿的晚年,同时通过效仿他们,用你自己的养生法为自己创造出既极长寿又最健康的一生。

词汇与语法注释

  1. §1συμβαλεῖν δὲ οὐκ ἔχων — 动词 `ἔχω` 连用不定式(此处为 `συμβαλεῖν`“理解、推测”)表示能力,意为“能够……”。在此处与现在分词及否定词连用(`οὐκ ἔχων`),意为“无法理解”。
  2. §2τῶν ἀπὸ τῆς τέχνης — 前置词短语 `ἀπὸ τῆς τέχνης`(源自[我的]学艺之物)配有属格冠词 `τῶν`,作为不定式 `προσφέρειν`(呈献)的宾语,起部分属格的作用。它指的是作者从其文学或教养活动中产生出的著作。
  3. §7ὧν ἕνα — 关系代词 `ὧν` 是属格,其先行词为前文的 `τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας`(君王和将领们)。在关系从句中,`ἕνα`(其中一人)作宾格宾语,受分词 `ἀγαγοῦσα`(带到)修饰,并由主动词 `εὐεργέτηκε`(造福)支配。这“一人”指昆提卢斯本人或其家族中的杰出人物。

引用这一段

琉善, 长寿者 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg011.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。