Humanitext Reader

ルキアノス · ニグリノス §14-19

アテナイの自由とローマの退廃の対比

4 / 8 箇所 · ギリシア語

要旨

ニグリノスがアテナイの質素な生活と自由を称賛し、それとは対照的に快楽と悪徳に満ちたローマの退廃的な実態を暴き出す。そして、ローマでの誘惑に抗うことこそが魂の最大の試練であると説く。

§14ὅτι δʼ οὐκ αἰσχύνονται πενίαν ὁμολογοῦντες, ἐμέμνητο πρός με φωνῆς τινος, ἣν ἀκοῦσαι πάντων ἔφη κοινῇ προεμένων ἐν τῷ ἀγῶνι τῶν Παναθηναίων·
彼らが貧しさを告白することを恥じていないことの証拠として、彼は私に、パンアテナイア祭の競技において人々が皆で一斉に発したのを彼自身が聞いたという、ある言葉を思い出させてくれた。
ληφθέντα μὲν γάρ τινα τῶν πολιτῶν ἄγεσθαι παρὰ τὸν ἀγωνοθέτην, ὅτι βαπτὸν ἔχων ἱμάτιον ἐθεώρει, τοὺς δὲ ἰδόντας ἐλεῆσαί τε καὶ παραιτεῖσθαι καὶ τοῦ κήρυκος ἀνειπόντος, ὅτι παρὰ τὸν νόμον ἐποίησεν ἐν τοιαύτῃ ἐσθῆτι θεώμενος, ἀναβοῆσαι μιᾷ φωνῇ πάντας ὥσπερ ἐσκεμμένους, συγγνώμην ἀπονέμειν αὐτῷ τοιαῦτά γε ἀμπεχομένῳ·
すなわち、市民の一人が染めた上着を羽織って観戦していたために捕らえられ、競技主催者のもとに連れて行かれたが、それを見た人々は彼を憐れんで許しを求め、伝令官が、そのような衣服を着て観戦したことは法に反していると告げると、全員がまるで申し合わせたかのように一斉に大声を上げ、そのようなものを身にまとっている彼に寛恕を与えるよう求めたというのだ。
μὴ γὰρ ἔχειν αὐτὸν ἕτερα.
なぜなら、彼は他に服を持っていなかったからである。
Ταῦτά τε οὖν ἐπῄνει καὶ προσέτι τὴν ἐλευθερίαν τὴν ἐκεῖ καὶ τῆς διαίτης τὸ ἀνεπίφθονον, ἡσυχίαν τε καὶ ἀπραγμοσύνην, ἃ δὴ ἄφθονα παρʼ αὐτοῖς ἐστιν.
それゆえ、彼はこれらのことを称賛し、さらにそこにおける自由や、生活様式の他人に妬まれないこと、そして静けさと平穏を称えた。 これらはまさに、彼らの間に豊かにあるものなのである。
ἀπέφαινε γοῦν φιλοσοφίᾳ συνῳδὸν τὴν παρὰ τοῖς τοιούτοις διατριβὴν καὶ καθαρὸν ἦθος φυλάξαι δυναμένην, σπουδαίῳ τε ἀνδρὶ καὶ πλούτου καταφρονεῖν πεπαιδευμένῳ καὶ τῷ πρὸς τὰ φύσει καλὰ ζῆν προαιρουμένῳ τὸν ἐκεῖ βίον ὡς μάλιστα ἡρμοσμένον.
ともかく彼は、そのような人々の中での暮らしは哲学と調和するものであり、純粋な品性を保つことができるものであって、富を軽蔑するように教育され、自然にかなった美へと向かって生きることを自ら選択する真摯な人間にとって、あそこでの生活は最も適したものであると説いていた。
§15ὅστις δὲ πλούτου ἐρᾷ καὶ χρυσῷ κεκήληται καὶ πορφύρᾳ καὶ δυναστείᾳ μετρεῖ τὸ εὔδαιμον, ἄγευστος μὲν ἐλευθερίας, ἀπείρατος δὲ παρρησίας, ἀθέατος δὲ ἀληθείας, κολακείᾳ τὰ πάντα καὶ δουλείᾳ σύντροφος, ἢ ὅστις ἡδονῇ πᾶσαν τὴν ψυχὴν ἐπιτρέψας ταύτῃ μόνῃ λατρεύειν διέγνωκε, φίλος μὲν περιέργων τραπεζῶν, φίλος δὲ πότων καὶ ἀφροδισίων, ἀνάπλεως γοητείας καὶ ἀπάτης καὶ ψευδολογίας, ἢ ὅστις ἀκούων τέρπεται κρουμάτων τε καὶ τερετισμάτων καὶ διεφθορότων ᾀσμάτων, τοῖς δὴ τοιούτοις πρέπειν τὴν ἐνταῦθα διατριβήν·
しかし、富を愛し、金や紫の衣に魅了され、権力によって幸福を測る者、自由を味わったことがなく、率率な言論を経験したこともなく、真理を目にしたこともなく、あらゆることにおいて甘言と隷属の伴侶である者、あるいは、快楽に自らの魂のすべてを委ね、これにのみ仕えることを決意した者、凝った食卓の友、飲酒と愛欲の友であり、欺瞞と詐欺と虚言に満ちている者、あるいは楽器の演奏やさえずりのような歌、退廃的な楽曲を聴いて喜ぶ者、まさにそのような人々にとってこそ、ここでの暮らしはふさわしいのであると彼は述べた。
§16μεσταὶ γὰρ αὐτοῖς τῶν φιλτάτων πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δὲ ἀγοραί·
なぜなら、彼らにとってこの上なく愛しいものどもで、すべての路地も、すべての広場も満ちているからだ。
πάρεστι δὲ πάσαις πύλαις τὴν ἡδονὴν καταδέχεσθαι, τοῦτο μὲν διʼ ὀφθαλμῶν, τοῦτο δὲ διʼ ὤτων τε καὶ ῥινῶν, τοῦτο δὲ καὶ διὰ λαιμοῦ καὶ διʼ ἀφροδισίων·
また、あらゆる門において快楽を受け入れることが可能である。 あるときは目を通じて、あるときは耳や鼻を通じて、またあるときは喉や愛欲を通じて。
ὑφʼ ἧς δὴ ῥεούσης ἀενάῳ τε καὶ θολερῷ ῥεύματι πᾶσαι μὲν ἀνευρύνονται ὁδοί·
その快楽が、絶え間なく、かつ濁った流れとなって流れ込むことによって、すべての道は押し広げられる。
συνεισέρχεται γὰρ μοιχεία καὶ φιλαργυρία καὶ ἐπιορκία καὶ τὸ τοιοῦτο φῦλον τῶν ἡδονῶν, παρασύρεται δὲ τῆς ψυχῆς ὑποκλυζομένης πάντοθεν αἰδὼς καὶ ἀρετὴ καὶ δικαιοσύνη·
なぜなら、姦淫、金銭への執着、偽誓、そしてその種の快楽の徒党がなだれ込み、四方から波に洗われる魂からは、慎み深さ、徳、正義が押し流されてしまうからだ。
τῶν δὲ ἔρημος ὁ χῶρος γενόμενος δίψης ἀεὶ πιμπράμενος ἀνθεῖ πολλαῖς τε καὶ ἀγρίαις ἐπιθυμίαις.
それらを失って空っぽになり、常に渇きに燃えるその場所は、多くの荒々しい欲望で花咲くことになる。
τοιαύτην ἀπέφαινε τὴν πόλιν καὶ τοσούτων διδάσκαλον ἀγαθῶν.
彼は、その都市がそのような場所であり、これほど多くの「善きもの」の教師であると説いたのである。
§17ἐγὼ γοῦν, ἔφη, ὅτε τὸ πρῶτον ἐπανῄειν ἀπὸ τῆς Ἑλλάδος, πλησίον που γενόμενος ἐπιστήσας ἐμαυτὸν λόγον ἀπῄτουν τῆς δεῦρο ἀφίξεως, ἐκεῖνα δὴ τὰ τοῦ Ὁμήρου λέγων·
「ともかく私自身、」と彼は言った。 「最初にギリシアから戻ってきたとき、この近くまで来たところで、足を止めて自分自身にここへやって来た理由を問い詰めたのだ。 あのホメロスの言葉を口にしながらね。
"τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο," τὴν Ἑλλάδα καὶ τὴν εὐτυχίαν ἐκείνην καὶ τὴν ἐλευθερίαν, ἤλυθες, ὄφρα ἴδῃς τὸν ἐνταῦθα θόρυβον, συκοφάντας καὶ προσαγορεύσεις ὑπερηφάνους καὶ δεῖπνα καὶ κόλακας καὶ μιαιφονίας καὶ διαθηκῶν προσδοκίας καὶ φιλίας ἐπιπλάστους;
『なぜまた、哀れな者よ、太陽の光をあとにし、』 ――『太陽の光』とはギリシアとあの幸福、そして自由のことだが――『お前はここでの騒乱、密告者たち、傲慢な挨拶、宴会、へつらい、人殺し、遺言書の期待、および偽りの友情を見るためにやって来たのか。
ἢ τί καὶ πράξειν διέγνωκας μήτʼ ἀπαλλάττεσθαι μήτε χρῆσθαι τοῖς καθεστῶσι δυνάμενος;
それとも、現在の体制を退けることも、それに従うこともできずに、お前は一体何をなそうと決意したというのか』と。
§18οὕτω δὴ βουλευσάμενος καὶ καθάπερ ὁ Ζεὺς τὸν Ἕκτορα ὑπεξαγαγὼν ἐμαυτὸν ἐκ βελέων, φασίν, ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ τὸ λοιπὸν οἰκουρεῖν εἱλόμην καὶ βίον τινὰ τοῦτον γυναικώδη καὶ ἄτολμον τοῖς πολλοῖς δοκοῦντα προτιθέμενος αὐτῇ φιλοσοφίᾳ καὶ Πλάτωνι καὶ ἀληθείᾳ προσλαλῶ, καὶ καθίσας ἐμαυτὸν ὥσπερ ἐν θεάτρῳ μυριάνδρῳ σφόδρα που μετέωρος ἐπισκοπῶ τὰ γιγνόμενα, τοῦτο μὲν πολλὴν ψυχαγωγίαν καὶ γέλωτα παρέχειν δυνάμενα, τοῦτο δὲ καὶ πεῖραν ἀνδρὸς ὡς ἀληθῶς βεβαίου λαβεῖν.
このように熟慮し、あたかもゼウスがヘクトルを連れ出したかのように、自分自身を『矢の届かぬところ、人殺しと血と騒乱から』引き離して、以後は家に留まることを選び、世間一般には女々しく、臆病であると思われるようなこのような生活を前に据えて、哲学そのものやプラトン、そして真理と語り合い、あたかも万人の観客がいる劇場に座っているかのように、きわめて高いところから、そこで起こっていることを見下ろしているのだ。 それらは、一方では大いなる気晴らしと哄笑をもたらし得るものであり、他方では、真に揺るぎない人物の試金石ともなるものなのだ。
§19εἰ γὰρ χρὴ καὶ κακῶν ἔπαινον εἰπεῖν, μὴ ὑπολάβῃς μεῖζόν τι γυμνάσιον ἀρετῆς ἢ τῆς ψυχῆς δοκιμασίαν ἀληθεστέραν τῆσδε τῆς πόλεως καὶ τῆς ἐνταῦθα διατριβῆς·
というのは、もし悪しきものへの称賛さえも語らねばならぬとするなら、この都市、そしてここでの暮らし以上に、徳の大きな訓練場、あるいは魂のより真実なる試金石が存在するなどと思わないでほしいからだ。
οὐ γὰρ μικρὸν ἀντισχεῖν τοσαύταις μὲν ἐπιθυμίαις, τοσούτοις δὲ θεάμασί τε καὶ ἀκούσμασι πάντοθεν ἕλκουσι καὶ ἀντιλαμβανομένοις, ἀλλὰ ἀτεχνῶς δεῖ τὸν Ὀδυσσέα μιμησάμενον παραπλεῖν αὐτὰ μὴ δεδεμένον τὼ χεῖρε — δειλὸν γάρ — μηδὲ τὰ ὦτα κηρῷ φραξάμενον, ἀλλʼ ἀκούοντα καὶ λελυμένον καὶ ἀληθῶς ὑπερήφανον.
なぜなら、これほど多くの欲望に、そして四方から人を引きずり込み、捕らえようとするこれほど多くの視覚や聴覚の誘惑に持ちこたえることは、容易なことではないからである。 それどころか、まさにオデュッセウスを模倣して、両手を縛られることもなく――なぜならそれは臆病者のすることだからだ――耳に蝋を詰めることもなく、耳を傾けながらも、縛られることなく、真に誇り高くその脇を航行しなければならないのだ。 」

語釈・文法注

  1. 14ὅτι δʼ οὐκ αἰσχύνονται — 接続詞 ὅτι に導かれる節が文頭に置かれ、主節の動詞 ἐμέμνητο に係っている。これは直前の内容(アテナイ人が哲学と貧困を育んでいること)を踏まえ、「彼らが貧しさを告白することを恥じていないことの証拠として」という事実を提示する役割を果たしている。
  2. 14ἣν ἀκοῦσαι πάντων ἔφη κοινῇ προεμένων — 関係代名詞 ἣν(先行詞は φωνῆς τινος)は不定詞 ἀκοῦσαι の対格目的語。ἀκοῦσαι の意味上の主語は ἔφη の主語でもあるニグリノス。πάντων προεμένων は知覚の対象を示す属格で、分詞を伴う属格構文(「人々が共同して発したのを彼が聞いた」)。
  3. 15τοῖς δὴ τοιούτοις πρέπειν — ニグリノスの発言を伝える間接話法(対格と不定詞の構文)が継続しており、主節の伝達動詞が省略されて不定詞 πρέπειν が用いられている。意味上の主語は τὴν ἐνταῦθα διατριβήν。
  4. 17τὴν Ἑλλάδα καὶ τὴν εὐτυχίαν ἐκείνην — 直前のホメロスの引用文 "φάος ἠελίοιο"(太陽の光)に対して、話者が解釈的に挿入した同格の対格句。「太陽の光、すなわちギリシアとあの幸福、そして自由を(あとにし)」と解釈される。
  5. 19μὴ δεδεμένον τὼ χεῖρε — 対格分詞 δεδεμένον および φραξάμενον は、非人称動詞 δεῖ の意味上の主語(一般人)を修飾する対格。τὼ χεῖρε は「関係の対格」で、受動分詞の動作が及ぶ部位を示す。「両手を縛られることなく」の意。

この箇所を引用する

ルキアノス, ニグリノス §14-19. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:14-19

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。