§20.90.1τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα.
このように敵対していた軍勢を滅ぼした後、彼は残された亡命者たちを受け入れ、デイノクラテスと和解して彼を軍勢の一部の将軍に任命し、最も重要な事柄において彼を信頼し続けた。
θαυμάσειε δʼ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς.
この点において、人はアガトクレスに驚嘆するかもしれない。 どのようにして彼がすべての人を疑い、誰をも決して確固として信用しなかったにもかかわらず、ただデイノクラテスに対してだけは最期まで友好関係を維持したのかについて。
§20.90.2ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.
しかしデイノクラテスは、同盟者たちを裏切り、ゲラにおいてパシフィロスを捕らえて殺害し、砦や都市をアガトクレスに引き渡した。 彼は敵との対峙のために2年の歳月を費やした末に(これを行ったの)であった。
§20.90.3κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας.
イタリアにおいては、ローマ人がペリグニ人を打ち破ってその領土を奪い、ローマを支持したとみなされた一部の人々に市民権を与えた。
μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπʼ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι.
その後、サムニウム人がファレルヌス地方を略奪していたとき、執政官たちが彼らに向けて進軍し、戦闘が繰り広げられたが、ローマ人が優勢に立った。
§20.90.4σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δʼ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους.
そこで彼らは軍旗を20本奪い、兵士を2000人以上生け捕りにした。
τῶν δʼ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων.
執政官たちが直ちにボラの市を攻略すると、サムニウム人の将軍ゲッリウス・ガイウスが6000人の兵を率いて現れた。
γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν.
激しい戦闘が起こり、ゲッリウス自身が捕らえられ、他のサムニウム人の大部分は切り殺され、一部は生きて捕らえられた。
οἱ δʼ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν.
執政官たちは、このような勝利を収めたので、同盟都市のうち奪われていた都市、すなわちソラ、アルピナ、セレンニアを奪還した。