Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.84.1-20.84.6

ロドス人の救援要請と包囲戦への防衛動員

272 / 301 箇所 · ギリシア語

要旨

デメトリオスの脅威に対し、ロドス人は他国への救援要請と国内の防衛態勢の整備を進めた。奴隷の解放や戦死者遺族への補償などの特例措置を決定し、全市民が一丸となって武器の製造や城壁の修復、敵への海上反撃を行った。

§20.84.1οἱ δὲ Ῥόδιοι μέχρι μέν τινος πρέσβεις ἐκπέμποντες ἠξίουν μηδὲν πρᾶξαι κατὰ τῆς πόλεως ἀνήκεστον·
ロドス人は、しばらくの間は使節を派遣して、都市に対して破滅的なことを何もしないよう求めていた。
ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἀπογνόντες τὰς διαλύσεις ἐξέπεμψαν πρεσβευτὰς πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιοῦντες βοηθεῖν, ὡς τῆς πόλεως προπολεμούσης ὑπὲρ αὐτῶν.
しかし、誰も自分たちに耳を貸さないので、和解を諦め、プトレマイオス、リュシマコス、カサンドロスに使節を派遣し、都市が彼らのために身を呈して戦っているとして、援助を求めた。
§20.84.2τῶν δʼ ἐν τῇ πόλει κατοικούντων παροίκων καὶ ξένων δόντες ἐξουσίαν τοῖς βουλομένοις συναγωνίζεσθαι τοὺς λοιποὺς ἀχρήστους ἐκ τῆς πόλεως ἐξέπεμψαν, ἅμα μὲν τῆς τῶν ἀναγκαίων ἐνδείας προνοηθέντες, ἅμα δὲ καὶ τοῦ μηδένα τῇ καταστάσει δυσχεραίνοντα γίνεσθαι τῆς πόλεως προδότην.
都市に居住する在留外国人や外国人のうち、共に戦うことを望む者にはその権限を与え、残りの役に立たない者たちを都市から送り出した。 これは一方で必要物資の不足を配慮したためであり、他方で状況に不満を抱いて都市の裏切り者になる者がいないようにするためであった。
ἀριθμὸν δὲ ποιησάμενοι τῶν δυναμένων ἀγωνίζεσθαι πολιτῶν μὲν εὗρον περὶ ἑξακισχιλίους, τῶν δὲ παροίκων καὶ ξένων εἰς χιλίους.
戦うことのできる市民の数を数えたところ、市民は約六千人、在留外国人と外国人は約千人であることがわかった。
§20.84.3ἐψηφίσαντο δὲ καὶ τῶν δούλων τοὺς ἄνδρας ἀγαθοὺς γενομένους ἐν τοῖς κινδύνοις ἀγοράσαντας παρὰ τῶν δεσποτῶν ἐλευθεροῦν καὶ πολίτας εἶναι·
また、奴隷のうち危険の中で勇敢に戦った者たちについては、主人から買い上げて解放し、市民とすることを議決した。
ἔγραψαν δὲ καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ τὰ μὲν σώματα δημοσίᾳ θάπτεσθαι, τοὺς δὲ γονεῖς καὶ παῖδας τρέφεσθαι λαμβάνοντας τὴν χορηγίαν ἀπὸ τοῦ κοινοῦ ταμιείου, καὶ τὰς μὲν παρθένους δημοσίᾳ προικίζεσθαι, τοὺς δʼ υἱοὺς ἐν ἡλικίᾳ γενομένους ἐν τῷ θεάτρῳ στεφανῶσαι τοῖς Διονυσίοις πανοπλίᾳ.
また、戦争で死亡した者たちの遺体は公費で埋葬され、その両親と子供たちは公の金庫から養育費を受け取って養われ、娘たちは公費で持参金を与えられ、息子たちが成人した際には、ディオニュシア祭の劇場のなかで、全身武具を授けられて戴冠されるようにと規定した。
§20.84.4διὰ δὲ τούτων ἐκκαλεσάμενοι τὰς ἁπάντων προθυμίας εἰς τὸ τοὺς κινδύνους ὑπομένειν εὐψύχως, ἐποιήσαντο καὶ τῶν ἄλλων τὴν ἐνδεχομένην παρασκευήν.
これらによって彼らは、全員の熱意を危険に勇敢に立ち向かう方向へと駆り立て、その他のあらゆる可能な準備を行った。
ὁμονοοῦντος γὰρ τοῦ πλήθους οἱ μὲν εὔποροι χρήματʼ εἰσέφερον, οἱ δὲ τεχνῖται τὰς αὑτῶν ἐπιστήμας παρείχοντο πρὸς τὴν τῶν ὅπλων κατασκευήν, ἅπας δʼ ἦν ἐνεργός, τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ὑπερθέσθαι σπεύδων.
民衆が一致団結していたので、富裕な者たちは資金を拠出し、職人たちは武器の製造のために自らの技術を提供し、誰もが活動的に、他者よりも勝ろうとする競争心をもって努めた。
§20.84.5διόπερ οἱ μὲν ἐγίνοντο περὶ τοὺς ὀξυβελεῖς καὶ πετροβόλους, οἱ δὲ περὶ τὴν τῶν ἄλλων κατασκευήν, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζον, πλεῖστοι δὲ λίθους πρὸς τὰ τείχη φέροντες ἐσώρευον.
そのため、ある人々は射矢機や投石機の周りで、別の人々は他の武器の製造に従事し、一部の人々は城壁の傷んだ部分を修復し、最も多くの人々は城壁に石を運んで積み上げた。
ἐξέπεμψαν δὲ καὶ τῶν ἄριστα πλεουσῶν νεῶν τρεῖς ἐπὶ τοὺς πολεμίους καὶ τοὺς παρακομίζοντας αὐτοῖς ἀγορὰς ἐμπόρους.
彼らはまた、最も優れた快速船のうち三隻を、敵および敵に市場の物資を輸送している商人たちに対して派遣した。
§20.84.6αὗται δὲ παραδόξως ἐπιφανεῖσαι πολλὰ μὲν πλοῖα τῶν ἐπὶ τὴν προνομὴν τῆς χώρας ὠφελείας χάριν πλεόντων ἐμπόρων κατεπόντισαν, οὐκ ὀλίγα δὲ καὶ πρὸς τὸν αἰγιαλὸν κατασπῶσαι συνέκαυσαν καὶ τῶν αἰχμαλώτων τὰ δυνάμενα δοῦναι λύτρον παρεκόμιζον εἰς τὴν πόλιν·
これらの船は不意に現れ、略奪のために航行していた商人の多くの船を沈め、少なからぬ船を海岸に引き揚げて焼き払い、捕虜のうち身代金を支払うことができる者を都市へと連れ帰った。
συνέθεντο γὰρ οἱ Ῥόδιοι πρὸς τὸν Δημήτριον ὥστε ἀλλήλοις διδόναι λύτρον ἐλευθέρου μὲν χιλίας δραχμάς, δούλου δὲ πεντακοσίας.
ロドス人はデメトリオスとの間で、自由身分の者は千ドラクマ、奴隷は五百ドラクマの身代金を互いに支払うという合意を結んでいたからである。

語釈・文法注

  1. 20.84.1ὡς τῆς πόλεως προπολεμούσης — 接続詞 ὡς を伴う属格絶対構文であり、主節の主語(ロドス人)が救援要請の根拠・大義名分として主張した内容(「都市が彼らのために身を呈して戦っている」)を表す。
  2. 20.84.3ἔγραψαν — 「記述する」の意だが、ここでは公的な決議案や法律を「起草した」「規定した」という意味で用いられており、後に続く一連の不定法(θάπτεσθαι, τρέφεσθαι, προικίζεσθαι, στεφανῶσαι)を統率している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.84.1-20.84.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.84.1-20.84.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。