Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.79.1-20.79.5

デイノクラテスの妨害とカルタゴとの講和

267 / 301 箇所 · ギリシア語

要旨

デイノクラテスは自らの支配権維持を望んでアガトクレスの和平提案を妨害する。意図を察したアガトクレスは、亡命者たちにその野心を暴露し、さらにカルタゴと和約を結んで形勢逆転を図る。

§20.79.1Ἀγαθοκλῆς δʼ ἐπʼ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις.
アガトクレスは、これらのことのいずれによっても奮い立たされることなく、また人間の抱く希望を経験によって試すこともせず、これほど大きな支配権を合意によって引き渡してしまった。
ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας.
しかし、これらの合意は、アガトクレスの意図によって承認されたものの、デイノクラテスの貪欲によって受け入れられなかったために、不成立に終わる結果となった。
§20.79.2οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο·
というのも、この者は独裁を望む者であって、シラクサにおける民主政を嫌っており、当時自らの周りにあった支配力に満足していたからである。
ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δʼ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος.
実際、彼は二万人以上の歩兵、三千人の騎兵、そして多くの大都市を率いており、その結果、彼は亡命者たちの将軍と呼ばれてはいたものの、実際には王のごとき超越した地位を有しており、彼の持つ権力は無制限なものであった。
§20.79.3εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν.
もし彼がシラクサに帰還したならば、どうしても一私人に留まり、多数の一人として数えられることが避けられなかったであろう。 自治は平等を愛するからであり、また投票においては、並みの民衆指導者によって出し抜かれることになったであろう。 群衆は、率直に発言する者たちの卓越した地位に反対するからである。
διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δʼ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων.
それゆえ、アガトクレスは僭主の地位を放棄したと言われて当然であろうが、デイノクラテスこそが、その後にその支配者によって達成された成功の原因であると見なされるべきであろう。
§20.79.4οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, διʼ ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν.
というのも、この者は、アガトクレスが合意を求めて絶えず使節を送るとともに、余生を送るために二つの砦を認めてくれるよう懇願していたにもかかわらず、合意の希望を打ち砕くための、もっともらしい口実を常に作り出し、ある時は彼がシチリアから立ち去るべきだと主張し、またある時は人質として彼の子供たちを要求したからである。
§20.79.5ὁ δʼ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφʼ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπʼ αὐτοὺς γεγενημένας·
そこでアガトクレスは彼の意図に気づき、亡命者たちに使者を送って、彼らが自治を得るのをデイノクラテスが妨げていると非難した。 その一方で、カルタゴ人たちに使節を派遣して、かつてフェニキア人の支配下にあったすべての都市を彼らが取り戻すという条件で和平を締結した。
ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας.
そして、これらの代わりに、カルタゴ人から、銀に換算して三百タラントン(ティマイオスによれば百五十タラントン)に相当する金と、二十万メディムノスの穀物を受け取った。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
こうして、シチリアをめぐる情勢はこのような状態にあった。

語釈・文法注

  1. 20.79.1οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ — アオリスト能動態分詞 ἐξελέγξας(主格男性単数)は、前の受動態分詞 μετεωρισθείς と並んで主語 Ἀγαθοκλῆς にかかる。「経験によって実証することなく」の意味になり、与格の τῇ πείρᾳ は手段を示す。
  2. 20.79.1ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι — 非人称動詞 συνέβη(「起こった、〜という結果になった」)に、不定法 γενέσθαι とその対格主語である ταύτας(「これらの合意」)が続く構成。形容詞 ἀσυντελέστους(「不成立の」)は不定法の述語として対格主語に一致する。
  3. 20.79.3εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν... — 条件節が希求法過去(εἰ κατέλθοι)、帰結節が直説法過去+ ἄν(ἀναγκαῖον ἂν ἦν)となる混合型の条件文。過去における非現実の必然性(「もし帰還したならば、必然的に〜であっただろう」)をより客観的かつ強調的に示す表現。
  4. 20.79.3ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι — 受動態不定法 παρευημερεῖσθαι(「出し抜かれる、敗北する」)は、前の ἀναγκαῖον ἂν ἦν に係っており、ὑπάρχειν および ἀριθμεῖσθαι と並列。動作主は前置詞句 ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ(「出会い頭の/並みの民衆指導者によって」)で示される。
  5. 20.79.5ἐφʼ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας — 関係代名詞を含む句 ἐφʼ οἷς(ἐπὶ τούτοις ὥστε の意味)は条件「〜という条件で」を導入する。それに続く不定法 κομίσασθαι(「取り戻す」)の意味上の主語は、対格の τοὺς Φοίνικας(「フェニキア人たち」)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.79.1-20.79.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.79.1-20.79.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。