§20.77.1ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα.
これらがなされているのと同時に、ポントスのヘラクレイアの僭主ディオニュシオスが、32年間支配した後に死去し、その支配権を継承した息子のオクサトラスとクレアルコスが17年間支配した。
κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος·
一方、シケリアでは、アガトクレスが自らの支配下にある諸都市を駐屯軍で固め、金を徴収して回っていた。
σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.
というのも、自分の身に起きた不運のために、シケリアの人々が自治を求めて立ち上がるのではないかと、大いに警戒していたからである。
§20.77.2καθʼ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετʼ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ τυράννου.
まさにその時に、将軍パシフィロスは、アガトクレスの息子たちの殺害とリビアでの敗北を知って、この支配者を軽蔑し、デイνοクラテスの方へと離反して彼と友好関係を結んだ。 そして、自分が委ねられていた諸都市を確保し、自らとともにある軍勢を希望で惹きつけることで、彼らを僭主に対して敵対的なものとした。
§20.77.3ὁ δʼ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.
一方、アガトクレスは、あらゆる方面から希望が断ち切られたため、ひどく意気消沈し、デイノクラテスのもとに使者を送って、次のような条件で協定を結ぶよう求めるほどであった。 すなわち、アガトクレスは支配権を放棄し、シラクサを市民たちに引き渡し、デイノクラテスはもはや亡命者ではないものとし、アガトクレスには特別な取り分として二つの要塞、テルマとケファロイディオン、およびそれらの領土が与えられること、という条件である。