§20.77.1ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα.
While these things were being done, Dionysius, the tyrant of Heracleia in Pontus, died after having ruled for thirty-two years, and his sons Oxathras and Clearchus, having succeeded to the principality, ruled for seventeen years.
κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.
In Sicily, Agathocles went about securing the cities under his control with garrisons and exacting money; for he was exceedingly on his guard lest, because of the misfortunes that had befallen him, the Siceliots should make a movement toward autonomy.
§20.77.2καθʼ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετʼ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ τυράννου.
At this very time, Pasiphilus the general, having heard of the murder of Agathocles' sons and the setbacks in Libya, came to despise the ruler, and having revolted to Deinocrates and concluded a friendship with him, he kept possession of the cities that had been entrusted to him, and having won over the force with him by hopes, he rendered them hostile to the tyrant.
§20.77.3ὁ δʼ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.
But Agathocles, with his hopes cut off from every side, was so disheartened in spirit that he sent envoys to Deinocrates and urged him to make a treaty on the following terms: that Agathocles should withdraw from the principality, hand over Syracuse to the citizens, and Deinocrates should no longer be an exile, and that two of the strongholds, Therma and Cephaloedium, with their territory, should be given to Agathocles as a special possession.