§20.76.1διόπερ χρόνου γενομένου πλείονος οἱ μὲν περὶ τὸν Πτολεμαῖον πυθόμενοι τὸν κατάπλουν τῶν πολεμίων ἧκον ὀξέως βοηθήσοντες καὶ τὴν δύναμιν διασκευάσαντες ἔστησαν παρὰ τὸν αἰγιαλόν·
それゆえ、さらに時間が経過したとき、プトレマイオスの側は敵の船の到来を知って、救援のために素早く駆けつけ、軍勢を配置して海岸沿いに陣を敷いた。
ὁ δὲ Δημήτριος ἀποτυχὼν καὶ ταύτης τῆς ἐκβάσεως καὶ τὴν συνάπτουσαν παραλίαν ἀκούων ἕλεσι καὶ λίμναις ὠχυρῶσθαι φυσικῶς ἐπαλινδρόμει παντὶ τῷ στόλῳ.
一方、デメトリオスはこの上陸地点でも目的を達せられず、また隣接する海岸線が湿地や湖沼によって自然の要塞となっていると聞いて、全艦隊を率いて引き返した。
§20.76.2εἶτʼ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δʼ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν.
その後、強い北風が吹き荒れて波が高く立ち上り、四段櫂船と兵員輸送船のうち三隻が同時に、波によって激しく岸へと打ち上げられてプトレマイオスの配下に捕らえられた。 しかし他の船は、乗組員たちが必死に漕ぎ抜けたことで、アンティゴノスの陣営へと逃れきった。
§20.76.3τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο·
プトレマイオス側が川沿いのすべての乗り出し口を強固な守備隊で固めており、彼には多くの河川用の船が用意され、それらすべてにありとあらゆる飛び道具とそれらを使用する兵士たちが乗り込んでいたため、アンティゴノスの側は少なからず窮地に陥った。
§20.76.4ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι.
というのも、ペルシオン口が敵によってあらかじめ占拠されていたために彼らにとって海軍力は役に立たず、陸軍もまた大河に阻まれてその行く手を阻まれており、そして何よりも、すでに多くの日にちが経過していたため、兵士の食糧も家畜の飼料もすでに底を突きかけていたからである。
§20.76.5διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθʼ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ.
まさにこれらの理由により軍の士気が低下したため、アンティゴノスは全軍と将校たちを招集し、このまま留まって戦い抜くべきか、それとも今はシリアへと退却し、後にさらに十分な準備を整えた上で、ナイル川の水位が最も低くなると見込まれる時期に遠征すべきか、諮問に付した。
§20.76.6πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός.
全員が一刻も早く撤収すべきだという意見に傾いたため、彼は兵士たちに出発を命じ、全艦隊を並行して航行させながら、速やかに再びシリアへと退却した。
Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς.
一方、プトレマイオスは敵が去った後に歓喜し、神々に感謝の生贄を捧げ、友人たちを盛大におもてなしした。
§20.76.7καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.
そして、セレウコス、リュシマコス、カサンドロスの陣営に対して、自らの勝利と、自分のもとへ投降してきた者たちの多さについて書状を送った。 彼自身は二度目にわたるエジプト防衛の戦いを終え、この地を武力で勝ち取った自らの領土とみなして、アレクサンドリアへと凱旋した。