Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.8.1-20.8.7

メガレポリスと白いテュネスの攻略

196 / 301 箇所 · ギリシア語

要旨

アガトクレスは船が燃えるのを見て落胆した兵士たちを鼓舞するため、カルタゴの豊かな「大都市」と「白いテュネス」を急襲して陥落させ、退路を断つ方針を貫いて両市を破壊した。

§20.8.1οὐ μὴν ἀλλὰ τῶν νεῶν ἁπασῶν φλεγομένων καὶ τοῦ πυρὸς πολὺν ἐπέχοντος τόπον ἔκπληξις κατεῖχε τοὺς Σικελιώτας.
しかしながら、すべての船が燃え盛り、火が広い範囲を占めるにつれて、恐怖がシケリア人たちを襲った。
ἐν ἀρχῇ μὲν γὰρ ὑπὸ τῆς Ἀγαθοκλέους γοητείας παραλογισθέντες καὶ τῆς τῶν ἐγχειρουμένων ὀξύτητος ἀναθεώρησιν οὐ διδούσης πάντες συγκατετίθεντο τοῖς πραττομένοις· τοῦ δὲ χρόνου τὸν περὶ ἑκάστων ἀναλογισμὸν παριστάντος εἰς μεταμέλειαν ἐνέπιπτον καὶ τὸ μέγεθος τοῦ διείργοντος πελάγους ἀναλογιζόμενοι τὴν σωτηρίαν ἀπεγίνωσκον.
なぜなら、初めのうちは、アガトクレスの欺瞞によって欺かれ、また試みられている事柄の迅速さが熟考の余地を与えなかったために、全員がその行いに同意していたが、時間が経ち、個々の事柄についての省察が生じるにつれて、彼らは後悔の念に囚われ、自分たちを隔てている海の大いさを考えては、救いへの希望を失っていったからである。
§20.8.2ὁ δʼ Ἀγαθοκλῆς σπεύδων ἀπαλλάξαι τῆς ἀθυμίας τοὺς στρατιώτας ἦγε τὴν δύναμιν ἐπὶ τὴν ὀνομαζομένην Μεγάλην πόλιν, οὖσαν Καρχηδονίων.
一方、アガトクレスは兵士たちを落胆から救い出そうと急ぎ、カルタゴの領有する、いわゆる「メガレ・ポリス」へと軍勢を率いた。
§20.8.3ἡ δʼ ἀνὰ μέσον χώρα, διʼ ἧς ἦν ἀναγκαῖον πορευθῆναι, διείληπτο κηπείαις καὶ παντοίαις φυτουργίαις, πολλῶν ὑδάτων διωχετευμένων καὶ πάντα τόπον ἀρδευόντων.
彼らが通らねばならなかった中間の土地は、庭園やあらゆる種類の植栽で区切られており、多くの水が運河で引かれて、すべての土地を潤していた。
ἀγροικίαι τε συνεχεῖς ὑπῆρχον, οἰκοδομαῖς πολυτελέσι καὶ κονιάμασι διαπεπονημέναι καὶ τὸν τῶν κεκτημένων αὐτὰς διασημαίνουσαι πλοῦτον.
また、農家が途切れなく並んでおり、贅沢な建物と漆喰細工で精巧に仕上げられ、それらの所有者の富を示していた。
§20.8.4ἔγεμον δʼ αἱ μὲν ἐπαύλεις πάντων τῶν πρὸς ἀπόλαυσιν, ὡς ἂν τῶν ἐγχωρίων ἐν εἰρήνῃ πολυχρονίῳ τεθησαυρικότων γεννημάτων ἀφθονίαν·
屋敷はあらゆる享楽の品々で満ちており、それは現地の人々が長きにわたる平和の中で、農産物の豊かさを蓄えてきたかのようであった。
ἡ δὲ χώρα ἡ μὲν ἦν ἀμπελόφυτος, ἡ δὲ ἐλαιοφόρος καὶ τῶν ἄλλων τῶν καρπίμων δένδρων ἀνάπλεως.
土地の一部には葡萄が植えられ、他の一部はオリーブを産し、その他の果樹も満ち満ちていた。
ἐπὶ θάτερα δὲ μέρη τὸ πεδίον ἐνέμοντο βοῶν ἀγέλαι καὶ ποῖμναι καὶ τὰ πλησίον ἕλη φορβάδων ἵππων ἔγεμε.
反対側の地域では、牛の群れや羊の群れが平原で草を食み、近くの湿地は放牧された馬で満ちていた。
καθόλου δὲ παντοία τις ἦν ἐν τοῖς τόποις εὐδαιμονία, τῶν ἐπιφανεστάτων Καρχηδονίων διειληφότων τὰς κτήσεις καὶ τοῖς πλούτοις πεφιλοκαληκότων πρὸς ἀπόλαυσιν.
総じて、その地方にはあらゆる種類の繁栄が満ちていた。 というのも、最も身分の高いカルタゴ人たちがその土地の所有権を分け合い、富に任せて享楽のために美を競い合っていたからである。
§20.8.5διόπερ οἱ Σικελιῶται τό τε τῆς χώρας κάλλος καὶ τὴν εὐδαιμονίαν τὴν ἐν αὐτῇ θαυμάζοντες μετέωροι ταῖς ἐλπίσιν ἐγένοντο, θεωροῦντες ἄξια τῶν κινδύνων ἔπαθλα τοῖς νικῶσι προκείμενα.
それゆえ、シケリア人たちはその土地の美しさとそこにある繁栄に驚嘆し、勝利者には自分たちの危険に値する褒賞が置かれているのを見て、大いに希望を膨らませた。
§20.8.6ὁ δʼ Ἀγαθοκλῆς ὁρῶν τοὺς στρατιώτας ἀναλαμβάνοντας αὑτοὺς ἐκ τῆς ἀθυμίας καὶ προθύμους ὄντας εἰς τοὺς κινδύνους ἐξ ἐφόδου προσέβαλλε τοῖς τείχεσιν.
アガトクレスは、兵士たちが落胆から立ち直り、危険に対して前向きになっているのを見て、直ちに行軍の勢いのまま城壁に攻撃を仕掛けた。
ἀπροσδοκήτου δὲ τῆς ἐπιθέσεως γενομένης καὶ τῶν ἔνδον διὰ τὴν ἄγνοιαν καὶ τὴν τῶν πολεμικῶν ἀπειρίαν ὀλίγον ὑποστάντων χρόνον εἷλε τὴν πόλιν κατὰ κράτος·
攻撃が不意を突くものであったこと、そして城内の者たちが状況への無知と軍事的な経験不足のために、わずかな時間しか持ちこたえられなかったことから、彼はその都市を力ずくで奪取した。
δοὺς δὲ τοῖς στρατιώταις εἰς ἁρπαγὴν ἐνέπλησε τὴν δύναμιν ὠφελείας ἅμα καὶ θάρσους.
そして都市を兵士たちに略奪のために引き渡すことで、軍勢に戦利品と勇気を同時に満たしてやった。
§20.8.7εὐθὺ δὲ καὶ πρὸς τὸν Λευκὸν Τύνητα καλούμενον ἀναζεύξας ἐχειρώσατο τὴν πόλιν, ἀπέχουσαν Καρχηδόνος δισχιλίους σταδίους.
さらに彼は直ちに、いわゆる「白いテュネス」へと軍を動かし、カルタゴから二千スタディオン離れたこの都市を制圧した。
ἀμφοτέρας δὲ τὰς ἁλούσας πόλεις οἱ μὲν στρατιῶται διαφυλάττειν ἠβούλοντο καὶ τὰς ὠφελείας εἰς αὐτὰς ἀπετίθεντο·
占領したこれら二つの都市について、兵士たちはそこを守り、略奪した戦利品をその中に蓄えておきたいと望んだ。
ὁ δʼ Ἀγαθοκλῆς ἀκόλουθα τοῖς προπεπραγμένοις διανοηθεὶς καὶ διδάξας τὸ πλῆθος ὡς οὐδεμίαν συμφέρει καταφυγὴν ἀπολιπεῖν, ἕως ἂν παρατάξει νικήσωσι, κατέστρεψέ τε τὰς πόλεις καὶ κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ.
しかしアガトクレスは、それまで行ってきたことと一貫した考えを持ち、会戦で勝利を収めるまではいかなる避難所も残しておくことは益にならないということを軍勢に説いて理解させると、それらの都市を破壊し、野外に宿営した。

語釈・文法注

  1. 20.8.4ὡς ἂν τῶν ἐγχωρίων ... τεθησαυρικότων — 接続詞 ὡς ἄν に属格独立(genitive absolute)を導く完了分詞 τεθησαυρικότων が続く構文。現実に起きた事実の客観的な提示ではなく、「あたかも〜であるかのように」という、観察者側の主観的な推量や仮定のニュアンス(潜在的条件文の帰結に準じるニュアンス)を帯びた比較を表している。
  2. 20.8.5μετέωροι ταῖς ἐλπίσιν — 形容詞 μετέωροι(「宙に浮いた」「興奮した」)に、関係の与格(dativus respectus)である ταῖς ἐλπίσιν が結びついた表現。兵士たちが目の前にある豊かな戦利品の可能性に直面して、期待で胸を躍らせ、あるいは浮足立っている心理状態を表す。
  3. 20.8.7ἀκόλουθα τοῖς προπεπραγμένοις — 形容詞 ἀκόλουθος の中性複数対格 ἀκόλουθα が副詞的に用いられ、主動詞である分詞 διανοηθείς(「考える」「意図する」)を修飾している。与格の補語 τοῖς προπεπραγμένοις(「すでに行われたこと」)を伴って、「これまでの行動(船を自焼して退路を断ったこと)と首尾一貫した形で考え」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.8.1-20.8.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.8.1-20.8.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。