§20.64.1καὶ κομισθεὶς εἰς Λιβύην κατέλαβε τὸ στρατόπεδον ἐν ἀθυμίᾳ καὶ σπάνει πολλῇ·
そしてリビュアに渡ると、彼は陣営が意気消沈し、ひどい欠乏状態にあるのを目にした。
διόπερ κρίνων συμφέρειν διαγωνίζεσθαι παρεκάλεσε τοὺς στρατιώτας εἰς τὸν κίνδυνον καὶ προαγαγὼν τὴν δύναμιν ἐκτεταγμένην προεκαλεῖτο τοὺς βαρβάρους εἰς μάχην.
それゆえ、決戦を行うことが有利であると判断し、兵士たちを危険へと鼓舞し、整列させた軍勢を進めて、野蛮人たちに戦いを挑んだ。
§20.64.2εἶχε δὲ πεζοὺς μὲν τοὺς ἅπαντας ὑπολειπομένους Ἕλληνας ἑξακισχιλίους, Κελτοὺς δὲ καὶ Σαυνίτας καὶ Τυρρηνοὺς τούτων οὐκ ἐλάττους, Λίβυας δὲ μικρὸν ἀπολείποντας τῶν μυρίων, οὓς ἐφέδρους εἶναι συνέβαινε, συμμεταβαλλομένους ἀεὶ τοῖς καιροῖς·
彼が率いていた歩兵は、残っていたギリシア人全員で六千人、ケルト人とサムニウム人およびティレニア人がこれらに劣らぬ数、リビュア人が一万人に少し足りないくらいであったが、彼らは予備兵であり、常に形勢に応じて態度を変える者たちであった。
§20.64.3χωρὶς δὲ τούτων ἠκολούθουν ἱππεῖς χίλιοι πεντακόσιοι, ζεύγη δὲ Λιβύων πλείω τῶν ἑξακισχιλίων.
これらとは別に、騎兵千五百騎、そして六千台以上のリビュアの戦車が従っていた。
οἱ δὲ Καρχηδόνιοι κατεστρατοπεδευκότες ἐπὶ τῶν ὑπερδεξίων καὶ δυσπροσίτων διακινδυνεύειν μὲν πρὸς ἀνθρώπους ἀπογινώσκοντας τὴν σωτηρίαν οὐκ ἔκρινον, μένοντες δʼ ἐν τῇ παρεμβολῇ καὶ πάντων εὐποροῦντες τῇ σπάνει καὶ τῷ χρόνῳ καταπολεμήσειν τοὺς ἐναντίους ἤλπιζον.
カルタゴ人たちは、高地で近づきがたい場所に陣を張っており、自らの安全を諦めている人々を相手に危険を冒して戦うべきではないと判断した。 彼らは陣営に留まり、あらゆる物資に恵まれていたので、欠乏と時間によって敵を打ち負かすことを期待していた。
§20.64.4ὁ δʼ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν.
アガトクレスは彼らを平野へとおびき出すことができず、また状況からして、何か大胆な行動に出て軍勢を危険にさらすことを余儀なくされたため、野蛮人たちの陣営へと軍を進めた。
ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτʼ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν.
そこでカルタゴ人たちが迎え撃ちに出てきて、数においても地形の険しさにおいてもはるかに勝っていたので、アガトクレスの軍勢は、四方から圧迫されながらもしばらくの間は持ちこたえたが、その後、傭兵たちやその他の者たちが退却し始めたため、自分たちの陣営へと退却することを余儀なくされた。
§20.64.5οἱ δὲ βάρβαροι βαρέως ἐπικείμενοι τοὺς μὲν Λίβυας παρήλλαττον οὐδὲν ἐνοχλοῦντες, ἵνα τὴν εὔνοιαν αὐτῶν ἐκκαλέσωνται, τοὺς δʼ Ἕλληνας καὶ μισθοφόρους γνωρίζοντες διὰ τῶν ὅπλων ἐφόνευον, μέχρις ὅτου συνεδίωξαν εἰς τὴν παρεμβολήν.
野蛮人たちは激しく追撃し、リビュア人については、彼らの好意を誘い出すために、まったく悩ますことなく通り過ぎたが、ギリシア人や傭兵たちに対しては、武具によってそれと識別して虐殺し、ついに陣営へと追い詰めた。
τότε μὲν οὖν ἀνῃρέθησαν Ἀγαθοκλέους εἰς τρισχιλίους·
このとき、アガトクレスの側の者たちが三千人ほど殺された。
κατὰ δὲ τὴν ἐπιοῦσαν νύκτα τὰς δυνάμεις ἀμφοτέρας συνέβη περιπεσεῖν παραλόγῳ τινὶ συμφορᾷ καὶ πᾶσιν ἀνελπίστῳ.
しかし明くる夜、両方の軍勢は理不尽で、すべての人にとって予想だにしないある災難に見舞われることとなった。