§20.65.1τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον.
というのも、カルタゴ人たちが勝利の後に、捕虜のうちで最も美しい者たちを夜に神々への感謝の生贄として捧げており、多くの火が神聖な生贄として焼かれている男たちを包み込んでいたとき、突然の突風が吹き荒れたため、祭壇の近くにあった聖なる幕舎が燃え上がり、そこから将軍の幕舎が、さらには隣接していた指揮官たちの幕舎が次々と燃え上がるということが起きたからである。 その結果、陣営全体に大変な驚愕と恐怖が生じることとなった。
τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο·
ある者たちは火を消そうと試み、またある者たちは武具や最も高価な所持品を運び出そうとしたが、炎によって行く手を阻まれた。
τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.
というのも、幕舎が葦や草で作られており、火が風によっていっそう激しく煽り立てられたため、兵士たちによる消火活動は火の勢いに追いつかなかったからである。
§20.65.2διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης·
それゆえ、陣営の全体が瞬く間に燃え上がったため、多くの者が狭い通路に取り残されて生きたまま焼き殺され、捕虜たちに対する残虐行為の罰をただちに受けることとなった。 不敬虔そのものが、それに見合うだけの報いをもたらしたのである。
τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.
しかし、騒乱と叫び声とともに陣営から逃れ出た者たちには、さらに別の、より大きな危険が続いた。