§20.63.1Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο.
アガトクレスは数日のうちに、陸上でも海上でも敵に勝利を収めたので、神々に犠牲を捧げ、友人たちを盛大にもてなした。
ἀπετίθετο δʼ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθʼ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον.
そして酒宴においては、彼は僭主としての尊厳を脇に置き、普通の市井の人々よりも自分を卑下して見せた。 それは一方では、そのような振る舞いによって民衆の好意を惹きつけようとするためであり、他方では、酔いの中で自分に対する率直な発言を許すことで、それぞれの本心を正確に見極めるためであった。 というのも、ワインによって、真実が包み隠さず表に現れるからである。
§20.63.2ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδʼ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας.
彼は生まれつきおどけ者で物真似師でもあったので、民会においてすら、座っている人々をからかったり、そのうちの何人かを真似て見せたりするのをやめず、その結果、群衆はしばしば大笑いし、まるで性格俳優や奇術師を見ているかのようであった。
§20.63.3δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ·
彼は多くの護衛を伴いながらも、民会には一人で入っていったが、これは僭主ディオニュシオスとは同様ではなかった。
οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος·
というのも、この者はすべての者に対してそれほどまでに不信感を抱いていたので、ほとんどの期間、髪と髭を伸ばしたままにしておき、床屋の刃に身体の最も重要な部分を委ねることを余儀なくされないようにしていたからである。
εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν.
そして、もしどうしても頭髪を刈る必要が生じたとしても、彼は髪の毛を焼き払っており、不信こそが僭主政治の唯一の安全策であると主張していた。
§20.63.4ὁ δʼ οὖν Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης ἕως τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο.
さて、そのアガトクレスは酒宴の席で、大きな金のリュトンを受け取ると、自分は、芸術的な技術を尽くしてこのような陶器の杯を焼くことができるようになるまでは、製陶の技術を離れなかったのだと言った。
οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι.
というのも、彼はその知識を否定せず、むしろ反対に、自分自身の卓越した能力によって、最も卑しい生活の代わりに最も輝かしい生活を手に入れたのだと誇っていたからである。
§20.63.5καί ποτε πολιορκοῦντος αὐτοῦ τινα τῶν οὐκ ἀδόξων πόλεων καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων “κεραμεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;
またあるとき、彼が名だたる都市の一つを包囲していた際、城壁の上から人々が「陶工よ、窯焼きよ、いつ兵士たちに給料を払うのだ?
” ὑπολαβὼν εἶπεν “ὅταν ταύτην ἐξέλω. ”
」と叫んだところ、彼はすかさず「この都市を陥落させたときだ」と答えた。
§20.63.6οὐ μὴν ἀλλὰ διὰ τὴν ἐν τοῖς πότοις εὐτραπελίαν κατανοήσας τῶν μεθυόντων τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας παρέλαβεν αὐτούς ποτε κατʼ ἰδίαν πάλιν ἐπὶ τὴν ἑστίασιν καὶ τῶν ἄλλων Συρακοσίων τοὺς μάλιστα πεφρονηματισμένους, τὸν ἀριθμὸν πεντακοσίους ὄντας·
そればかりか、酒宴での悪ふざけを通じて、酔った者たちの中から自らの支配に対して敵意を抱いている者たちを見抜くと、彼はあるとき、彼らと、他のシュラクサイ人の中で最も自尊心の強い者たちを再び私的な宴会に招いたが、その数は五百人にのぼった。
οἷς περιστήσας τῶν μισθοφόρων τοὺς εὐθέτους ἅπαντας ἀπέσφαξεν.
そして、彼らの周りに傭兵のうち適任の者たちを配備し、彼らを一人残らず虐殺した。
§20.63.7σφόδρα γὰρ εὐλαβεῖτο μὴ χωρισθέντος αὐτοῦ εἰς Λιβύην καταλύσωσι τὴν δυναστείαν, ἐπικαλεσάμενοι τοὺς μετὰ Δεινοκράτους φυγάδας.
というのも、彼は、自分がリビュアへ出発したのちに、彼らがデイノクラテス率いる亡命者たちを呼び戻して、自らの支配を覆すのではないかと非常に警戒していたからである。
τοῦτον δὲ τὸν τρόπον ἀσφαλισάμενος τὰ κατὰ τὴν ἀρχὴν ἐξέπλευσεν ἐκ τῶν Συρακουσσῶν.
このようにして自らの支配体制の安全を確保したうえで、彼はシュラクサイから船出した。