§20.62.1Ἀγαθοκλῆς μὲν οὖν οὐδʼ ἐλπίδας ἔχων τοῦ κατὰ θάλατταν περιέσεσθαί ποτε Καρχηδονίων ἐνίκησε ναυμαχίᾳ παραδόξως καὶ τὸ λοιπὸν θαλασσοκρατῶν παρείχετο τοῖς ἐμπόροις τὴν ἀσφάλειαν.
それゆえ、アガトクレスは海上においてカルタゴ人にいつか勝利を収める希望すら持っていなかったにもかかわらず、思いがけず海戦で勝利し、そののちは制海権を握って商人たちに安全を提供した。
διόπερ οἱ Συρακόσιοι, πάντοθεν πρὸς αὐτοὺς κομιζομένης ἀγορᾶς, ἀντὶ τῆς τῶν ἐπιτηδείων σπάνεως ταχέως πάντων ἔσχον δαψίλειαν.
それゆえシュラクサイ人たちは、四方から彼らのもとへ市場の物資が運ばれてきたので、必需品の不足に代わって、速やかにすべてのものの豊かさを享受した。
§20.62.2ὁ δὲ δυνάστης μετεωρισθεὶς τῷ γεγονότι προτερήματι Λεπτίνην ἐξαπέστειλε λεηλατήσοντα τὴν πολεμίαν καὶ μάλιστα τὴν Ἀκραγαντίνην.
この支配者は、生じた勝利によって意気揚々となり、レプティネスを送り出して敵の領土、とりわけアクラガスの領土を略奪させようとした。
ὁ γὰρ Ξενόδοκος διὰ τὴν γεγενημένην ἧτταν βλασφημούμενος ὑπὸ τῶν ἀντιπολιτευομένων ἐστασίαζε πρὸς αὐτούς.
というのも、クセノドコスは、被った敗北のために政敵たちから誹謗され、彼らと対立していたからである。
§20.62.3παρήγγειλε μὲν οὖν τῷ Λεπτίνῃ πειρᾶσθαι προκαλέσασθαι τὸν ἄνδρα πρὸς τὴν μάχην·
そこで彼はレプティネスに、その男を戦いに誘い出すよう試みることを命じた。
ῥᾳδίως γὰρ προτερήσειν ὡς στασιαζούσης δυνάμεως καὶ προηττημένης.
というのも、内紛があり、すでに敗北を喫している軍勢に対しては、容易に優位に立つことができるだろうからである。
§20.62.4ὅπερ καὶ συνετελέσθη·
そして、まさにそのことが実行された。
ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δʼ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δʼ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης.
すなわち、レプティネスはアクラガスの領土に侵入して土地を荒らし、クセノドコスは、最初は自分が対等に戦える者ではないと考えて静観していたが、市民たちから臆病であると非難されると、軍勢を進出させた。 その軍勢は、数においては敵にわずかに劣るにすぎなかったが、力量においてははるかに劣っていた。 市民からなる軍勢は怠惰と日陰の暮らしの中で育ってきたのに対し、もう一方の軍勢は野外生活と絶え間ない軍事行動で鍛えられていたからである。
§20.62.5διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν·
それゆえ、戦闘が始まると、レプティネスらは速やかにアクラガス人を敗走させ、彼らを都市の中へと追い詰めた。
ἔπεσον δʼ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα.
敗北した者たちの戦列において、歩兵は約五百人、騎兵は五十人以上が戦死した。
εἶθʼ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δι’ ἐκεῖνον δὶς ἡττημένοι·
その後、アクラガス人たちはこの敗北に不満を抱き、彼のために二度も敗北を喫したとしてクセノドコスを非難した。
ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν.
一方、彼は迫り来る審査や裁判を恐れて、ゲラへと撤退した。