§20.61.1ὁ δʼ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα.
しかしアルカガトスは、これほど大きな惨事に遭遇したため、チュネスへと戻った。
καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας βοηθεῖν τὴν ταχίστην.
そして、送り出されていた兵士たちのうち、生き残った者たちを四方から呼び集め、シチリアへは、父親に起こった出来事を報告し、一刻も早く救援に来るよう懇願するための使者たちを送り出した。
§20.61.2τοῖς δὲ προγεγονόσιν ἀτυχήμασιν ἑτέρα τοῖς Ἕλλησιν ἐλάττωσις ἐπεγένετο·
ギリシア人たちにとっては、それまでに起こった不幸に加えて、さらなる敗北が襲いかかった。
ἀπέστησαν μὲν γὰρ ἀπʼ αὐτῶν πλὴν ὀλίγων ἅπαντες οἱ σύμμαχοι, συνεστράφησαν δὲ αἱ τῶν πολεμίων δυνάμεις καὶ πλησίον ποιησάμενοι παρεμβολὰς ἐφήδρευον.
というのも、わずかな者たちを除いて、同盟者全員が彼らから離反し、一方、敵の軍勢は結集し、近くに陣を構えて待ち伏せをしていたからである。
§20.61.3Ἰμίλκων μὲν γὰρ κατελάβετο τὰ στενὰ καὶ τῶν ἀπὸ τῆς χώρας εἰσβολῶν ἀπέκλεισε τοὺς ἐναντίους, ἀπέχοντας σταδίους ἑκατόν·
すなわち、ヒミルコンは狭隘な通路を占拠し、百スタディオン離れたところにいる敵を地方からの出入りから遮断した。
ἐκ δὲ θατέρου μέρους ἐστρατοπέδευσεν Ἀτάρβας ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Τύνητος.
また別の側からは、アタルバスがチュネスから四十スタディオン離れた場所に陣を敷いた。
§20.61.4διόπερ τῶν πολεμίων οὐ μόνον τῆς θαλάττης, ἀλλὰ καὶ τῆς χώρας κυριευόντων σιτοδείᾳ τε συνέβαινε συνέχεσθαι τοὺς Ἕλληνας καὶ τῷ φόβῳ πάντοθεν κατείχοντο.
それゆえ、敵が海だけでなく陸をも支配していたため、ギリシア人たちは食糧不足に苦しむことになり、四方からの恐怖に支配されていた。
§20.61.5ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆς ὡς ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦς μακρὰς ἑπτακαίδεκα, διανοούμενος βοηθεῖν τοῖς περὶ τὸν Ἀρχάγαθον.
全員がひどい落胆のうちにあるとき、アガトクレスはリビュアでの敗北を知ると、アルカガトスらを救援するつもりで、十七隻の軍船を準備した。
καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺς περὶ Δεινοκράτην φυγάδας ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖς περὶ Λεπτίνην στρατηγοῖς ἐνεχείρισεν, αὐτὸς δὲ πληρώσας τὰς ναῦς ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν,
しかし、デイノクラテス率いる亡命者たちがさらに勢力を拡大したことで、シチリアでの戦況も彼にとって悪化していたため、島での戦争をレプティネス率いる将軍たちに委ね、彼自身は船に兵員を満載して、出航の機会をうかがっていた。
§20.61.6ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί.
カルタゴ人が三十隻の船で封鎖している中で。
καθʼ ὃν δὴ χρόνον ἐκ Τυρρηνίας αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα ναῦς ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸς εἰς τὸν λιμένα εἰσπεσοῦσαι τοὺς Καρχηδονίους ἔλαθον.
ちょうどその時、彼を支援するためにトスカーナから十八隻の船が到着し、夜間に港へと入り込んでカルタゴ人に気づかれずに済んだ。
ὁ δʼ Ἀγαθοκλῆς ταύτης τυχὼν τῆς ἀφορμῆς κατεστρατήγησε τοὺς πολεμίους, τοῖς μὲν συμμάχοις μένειν παραγγείλας μέχρι ἂν αὐτὸς ἐκπλεύσας ἐπισπάσηται τοὺς Φοίνικας πρὸς τὸν διωγμόν, αὐτὸς δέ, καθάπερ ἦν συντεθειμένος, ἐκ τοῦ λιμένος ἀνήχθη κατὰ σπουδὴν τοῖς ἑπτακαίδεκα σκάφεσιν.
アガトクレスはこの好機を得て、敵を策略に陥れた。 すなわち、同盟者たちには、自らが出航してフェニキア人をおびき寄せ、追撃させるまでは港に留まるようにと命じ、彼自身は合意されていた通り、十七隻の船で港から急ぎ出航した。
§20.61.7εἶθʼ οἱ μὲν ἐφορμοῦντες ἐδίωκον, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατανοήσαντες τοὺς Τυρρηνοὺς παραφαινομένους ἐκ τοῦ λιμένος ἄφνω τὰς ναῦς ἐπέστρεψαν καὶ καταστάντες εἰς ἐμβολὴν διεναυμάχουν τοῖς βαρβάροις.
すると、封鎖していた敵は追撃してきたが、アガトクレスらは、エトルリア人が港から姿を現したのを見て取ると、突然、船を反転させ、突撃体制を整えて異民族と海戦を交えた。
οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καὶ διὰ τὸ τῶν πολεμίων εἰς μέσον ἀπολαμβάνεσθαι τὰς ἰδίας τριήρεις καταπλαγέντες ἔφυγον.
カルタゴ人たちは、不意を突かれたことと、自らの三段櫂船が敵の挟み撃ちに遭ったことに恐れをなし、逃走した。
§20.61.8εἶθʼ οἱ μὲν Ἕλληνες πέντε νεῶν αὐτάνδρων ἐκυρίευσαν, ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἁλισκομένης ἤδη τῆς ναυαρχίδος ἀπέσφαξεν ἑαυτόν, προκρίνας τὸν θάνατον τῆς προσδοκηθείσης αἰχμαλωσίας.
その後、ギリシア人たちは乗組員ごと五隻の船を拿捕した。 カルタゴ人の将軍は、旗艦がすでに拿捕されそうになっているのを見て、予期される捕虜の身となるよりも死を選び、自らの喉を突いて自害した。
οὐ μὴν ἐφάνη γε εὖ βεβουλευμένος·
しかしながら、彼の決断は賢明であったとは言えなかった。
ἡ γὰρ ναῦς φοροῦ πνεύματος ἐπιλαβομένη τοῦ δόλωνος ἀρθέντος ἐξέφυγε τὸν κίνδυνον.
なぜなら、その船は、フォアセイルが上げられると順風に乗り、危険を逃れたからである。