Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.62.1-20.62.5

叙拉古解围与克塞诺多科斯战败

第 250 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯通过一次意外的海战胜利夺取了制海权,改善了叙拉古的物资供应。随后他派遣莱普蒂内斯入侵阿克拉加斯,击败了因内讧而实力受损的克塞诺多科斯的军队。

§20.62.1Ἀγαθοκλῆς μὲν οὖν οὐδʼ ἐλπίδας ἔχων τοῦ κατὰ θάλατταν περιέσεσθαί ποτε Καρχηδονίων ἐνίκησε ναυμαχίᾳ παραδόξως καὶ τὸ λοιπὸν θαλασσοκρατῶν παρείχετο τοῖς ἐμπόροις τὴν ἀσφάλειαν.
因此,尽管阿加托克利斯甚至不曾奢望能在海上战胜迦太基人,却出人意料地在海战中赢得了胜利,并在随后控制了制海权,为商人提供了安全保障。
διόπερ οἱ Συρακόσιοι, πάντοθεν πρὸς αὐτοὺς κομιζομένης ἀγορᾶς, ἀντὶ τῆς τῶν ἐπιτηδείων σπάνεως ταχέως πάντων ἔσχον δαψίλειαν.
因此,由于各地的物资都运到了叙拉古人这里,他们很快就告别了生活必需品的匮乏,迎来了万物的充裕。
§20.62.2ὁ δὲ δυνάστης μετεωρισθεὶς τῷ γεγονότι προτερήματι Λεπτίνην ἐξαπέστειλε λεηλατήσοντα τὴν πολεμίαν καὶ μάλιστα τὴν Ἀκραγαντίνην.
这位统治者因这突如其来的胜利而意气风发,派遣莱普蒂内斯去掠夺敌人的领土,尤其是阿克拉加斯的领土。
ὁ γὰρ Ξενόδοκος διὰ τὴν γεγενημένην ἧτταν βλασφημούμενος ὑπὸ τῶν ἀντιπολιτευομένων ἐστασίαζε πρὸς αὐτούς.
因为克塞诺多科斯由于先前的战败而遭到政敌的诽谤,正与他们发生内讧。
§20.62.3παρήγγειλε μὲν οὖν τῷ Λεπτίνῃ πειρᾶσθαι προκαλέσασθαι τὸν ἄνδρα πρὸς τὴν μάχην· ῥᾳδίως γὰρ προτερήσειν ὡς στασιαζούσης δυνάμεως καὶ προηττημένης.
因此,他命令莱普蒂内斯设法引诱此人交战;因为(据他说)由于对方军队正处于内讧且此前已被击败,他将很容易占据上风。
§20.62.4ὅπερ καὶ συνετελέσθη· ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δʼ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δʼ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης.
这一计划也确实得以实现:莱普蒂内斯侵入阿克拉加斯境内并蹂躏其土地,而克塞诺多科斯起初保持按兵不动,认为自己并非对手,但在市民非难他胆怯之后,他便率军出击。 这支军队在人数上仅比对手略逊一筹,但在战斗力上却大为逊色,因为市民军队是在安逸和温室中长大的,而另一支军队则是在野外生活和接连不断的战事中锻炼出来的。
§20.62.5διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν· ἔπεσον δʼ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα.
因此,战斗爆发后,莱普蒂内斯及其部下迅速击溃了阿克拉加斯人,并将其一路追击到城内;败军在阵线中阵亡了约五百名步兵和五十多名骑兵。
εἶθʼ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δι’ ἐκεῖνον δὶς ἡττημένοι· ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν.
随后,阿克拉加斯人因遭受挫折而愤愤不平,怪罪于克塞诺多科斯,认为是因为他才导致了两次战败;而后者因害怕即将面临的审查和审判,便逃往了杰拉。

词汇与语法注释

  1. 20.62.1Καρχηδονίων — 比较属格,由表示比较或超越的动词 `περιέσεσθαί`(`περιγίγνομαι` 的将来不定式,“战胜、胜过”)所支配。
  2. 20.62.3προτερήσειν — 间接陈述中的不定式。它表达了由主句动词 `παρήγγειλε` 引导的传达内容(或阿加托克利斯的判断),其逻辑主语(莱普蒂内斯)作为宾格被省略。
  3. 20.62.4ὡς ἂν τῆς μὲν πολιτικῆς ... γεγενημένης — 带有 `ὡς 粘贴` 的属格独立分词。这里并非带虚拟语气条件句,而是表示一种基于客观事实的主观因由或带有对比性质的阐释(“正因为”、“仿佛是”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.62.1-20.62.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.62.1-20.62.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。