§20.43.1ἐν δὲ τῇ Καρχηδόνι Βορμίλκας πάλαι διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπεζήτει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον.
カルタゴでは、かねてより僭主の座を狙っていたボミルカスが、自身の計画に適した機会をうかがっていた。
πολλάκις δὲ διδόντος τοῦ καιροῦ τὰς ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμπίπτουσα διεκώλυεν·
機会が計画を実行に移すためのきっかけをしばしば提供したものの、常に些細な障害が入り込んでそれを阻んだ。
δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν.
不法で重大な企てに乗り出そうとする者たちは信心深く、常に行動することよりも待つこと、実行を延期することを好むからである。
ὃ καὶ τότε συνέβαινεν καὶ περὶ ἐκεῖνον·
その時も、彼の身にまさにそのことが起こっていた。
§20.43.2ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας.
というのも、彼は市民の中で最も著名な人々をヌミディア人に対する遠征へと送り出し、対抗しうる有力者を一人も身近に置かないようにしたものの、慎重さに引き戻されて、僭主としての野望を露わにする勇気を持てなかったからである。
§20.43.3καθʼ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα.
アガトクレスがオフェラスたちを襲ったまさにその時に、この者もまた支配権を目指して動き出すこととなったが、双方とも敵方の間で何が行われているかを知らなかった。
§20.43.4οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος·
というのも、アガトクレスは僭主の企てと市内での混乱を知らなかった。 もし知っていれば、容易にカルタゴを占領できたであろう。
εἵλετο γὰρ ἂν Βορμίλκας ἐπʼ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν·
なぜなら、ボミルカスは現行犯で捕らえられた際、市民たちから肉体的な処罰を受けるよりは、むしろアガトクレスに協力することを選んだであろうからである。
οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο·
他方、カルタゴ人たちもアガトクレスによる襲撃を知らなかった。
ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετʼ Ὀφέλλα δύναμιν.
もし知っていれば、彼らはオフェラスに伴う軍勢を味方に引き入れることで、容易にアガトクレスを制圧したであろうからである。
§20.43.5ἀλλʼ, οἶμαι, παρʼ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δʼ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν·
しかし、私の思うに、この無知が双方において生じたのは不合理なことではない。 彼らの行動は重大であり、またこれほど大きな大胆な企てに、互いに近接した時期に着手したにもかかわらずである。
§20.43.6ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι.
というのも、アガトクレスは友たる男を殺害しようとして、敵の間で遂行されている事柄にはまったく心を向けず、ボミルカスは祖国の自由を奪い取ろうとして、対峙する陣営の者たちのことをまったく詮索しなかったからである。 彼は、当面は敵を打ち負かすことではなく、市民たちを征服することを魂の目標として抱いていたからである。
§20.43.7ταύτῃ δʼ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεωρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελουμένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δʼ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δʼ ἀναγραφὴν ἐστερημένην τῆς ὁμοίας ἐξουσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως.
この点において、人は歴史の記述を非難することもあるだろう。 実際の人生においては多くの異なる出来事が同一の時期に遂行されるのを目にする一方で、記録する者にとっては、叙述を中断し、同時に進行している出来事に対して、自然の理に反して時間を分割することが不可避であるからだ。 その結果、実際の出来事はその生き生きとした実感を伴うのに対し、記述の方は同様の自由を奪われ、起きたことを模倣しつつも、真の配置からは大きく劣ることになる。