§20.40.1ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην.
この戦闘を終えると、アガトクレスはカルタゴ人たちを手中に収めるためにあらゆることを心の中で熟考し、シラクサ人のオルトンを使節としてキュレネのオフェラスのもとへ派遣した。
οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
このオフェラスは、アレクサンドロスと共に遠征した友人たちの一人であり、キュレネ周辺の都市群と強力な軍勢を支配しつつ、その希望において、より大きな支配を心に抱いていた。
§20.40.2τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους·
彼がこのような考えを抱いていたところに、アガトクレスからの使節が到来し、カルタゴ人との戦争に共に加わることを求めた。
ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
そして、この援助に対する返礼として、アガトクレスが彼にリビアの諸事を支配することを容認するだろうと約束した。
§20.40.3εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου·
というのも、アガトクレスにとってはシケリアだけで十分であり、カルタゴからの危険から解放されて、不安なく島全体を支配できればよいからである。
παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
また、もし彼がより大きなものを切望すると判断するならば、支配を拡大するためにイタリアも彼に隣接している、と使節は告げた。
§20.40.4τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.
リビアは広く困難な海によって隔てられており、彼には全く適しておらず、そこへは現在も望んでではなく、必要に迫られてやって来たのだから、というのである。
§20.40.5ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων.
オフェラスは、以前から計画していた決意に、今回生じた希望が加わったため、喜んでこれに応じ、同盟を求めてアテナイ人たちのもとへ使節を派遣した。 彼は、マラトンで勝利した人々を将軍として率いた人物の名を受け継ぐミルティアデスの娘、エウテュディケを妻としていたからである。
§20.40.6διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν.
まさにこの婚姻関係と、彼がその都市に対して示していたその他の熱意のために、アテナイ人の多くも自発的にこの遠征に応じた。
οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον.
また、他のギリシア人たちも少なからず、この企てに参加しようと急いだ。 彼らは、リビアの最も肥沃な土地を分配され、カルタゴにある富を略奪することを期待していたのである。
§20.40.7τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει·
当時のギリシアの状況は、絶え間ない戦争と支配者たちの互いの対抗意識のために、弱体化し零落していた。
ὥσθʼ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.
そのため、彼らは多くの富を手にするだけでなく、現在の苦難からも解放されるだろうと考えていた。