§20.40.1ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην.
Having finished with this battle and considering everything in his mind with a view to getting the Carthaginians into his power, he sent Orthon the Syracusan as an ambassador to Ophellas in Cyrene.
οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
This man was one of the friends who had campaigned with Alexander, and as ruler of the cities around Cyrene and of a large force, he was embracing hopes of a greater dominion.
§20.40.2τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
Since he was of such a mind, the ambassador from Agathocles arrived, requesting him to join in the war against the Carthaginians; and in return for this service, he promised that Agathocles would concede to him the dominion over affairs in Libya.
§20.40.3εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
For he said that Sicily was sufficient for Agathocles, so that, being rid of the dangers from Carthage, he might rule the whole island without fear; and that Italy also lay adjacent to him for the expansion of his empire, if he should decide to reach out for greater things.
§20.40.4τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.
For Libya, being separated by a large and difficult sea, did not suit him at all, and he had come to it even now not from desire, but from necessity.
§20.40.5ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων.
Ophellas, with this newly arisen hope added to his long-matured decision, gladly acceded and sent envoys to the Athenians concerning an alliance, having married Euthydice, the daughter of Miltiades, who bore the name of him who had commanded as general those who conquered at Marathon.
§20.40.6διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν.
Because of this marriage alliance and the other goodwill which he had shown to the city, many of the Athenians also eagerly responded to the campaign.
οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον.
Not a few of the other Greeks also hastened to share in the enterprise, hoping both to receive allotments of the best part of Libya and to plunder the wealth in Carthage.
§20.40.7τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει· ὥσθʼ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.
For the state of affairs in Greece had become weak and miserable because of the continuous wars and the rivalries of the rulers with one another; so that they supposed they would not only gain possession of many goods but also be delivered from their present evils.